Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ
  2. ῥαβδηφόροις γυναιξὶν αὐδηθήσομαι.
  3. πένθος δὲ πολλαῖς παρθένων τητωμέναις
  4. τεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτην
  5. ἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς,
  6. δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιον
  7. πέμψουσι παῖδας ἐστερημένας γάμων.
  8. Λάρυμνα, καὶ Σπερχειέ, καὶ Βοάγριε,
  9. καὶ Κῦνε, καὶ Σκάρψεια, καὶ Φαλωριάς,
  10. καὶ Ναρύκειον ἄστυ, καὶ Θρονίτιδες
  11. Λοκρῶν ἀγυιαί, καὶ Πυρωναῖαι νάπαι,
  12. καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος,
  13. ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμων
  14. ποινὰς Γυγαίᾳ τίσετʼ Ἀγρίσκᾳ θεᾷ,