Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς
  2. καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων
  3. ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ,
  4. Θύσαισιν ἁρμοῖ μηλάτων ἀπάργματα
  5. φλέγουσαν ἐν κρόκαισι καὶ Βύνῃ θεᾷ,
  6. θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τʼ ἄκραν,
  7. αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.
  8. νήσῳ δʼ ἐνὶ δράκοντος ἐκχέας πόθον
  9. Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,
  10. τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,
  11. ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων
  12. κεναῖς αφάσσων ὠλέναισι δέμνια.
  13. ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσις
  14. στυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεται