Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας
  2. πλαγκτοὶ κατοικήσουσιν, ἣν πέριξ κλύδων
  3. ἔμπλην Παχύνου Σικανὸς προσμάσσεται,
  4. τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκραν
  5. ἐπώνυμόν ποθʼ ὑστέρῳ χρόνῳ γράφων
  6. κλεινόν θʼ ἵδρυμα παρθένου Λογγάτιδος,
  7. Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν.
  8. Παπποκτόνος δʼ Ὀθρωνὸν οἰκήσει λύκος,
  9. τηλοῦ πατρῷα ῥεῖθρα Κοσκύνθου ποθῶν.
  10. ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπι
  11. ῥήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ.
  12. χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶ
  13. ψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα,
  14. δίκης ἐάσει τάρροθος Τελφουσία