Fragmenta

Critias

Critias. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

41.[0]HEROD. π. μον. λέξ. p. 40, 14 τὸ δὲ παρὰ Κριτίαι ἐν ταῖς Ὁμιλίαις ὀρσότης ἀντὶ τοῦ ὁρμή παράσημον.

42.[37 B.]GAL. lex. Hippocr. XIX94K. (zu Epid. III 17, 11 [m 134L.] γυνὴ Δυσήνιος) δυσανίης: Κ. ἐν τῶι Περὶ φύσεως ἔρωτος ἢ ἀρετῶν οὕτως ἐξηγεῖται τοὔνομα· δυσάνιος δέ ἐστιν, ὅστις ἐπὶ τοῖς σμικροῖς ἀνιᾶται, καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι ἢ πλείω χρόνον. Vgl. B 48.

43.HERMOG. d. id. II 415, 27 Sp. oben S. 612, 19.

44.[35 B., 12 M.]AEL. V. H. X 13 αἰτιᾶται Κ. Ἀρχίλοχον, ὅτι κάκιστα ἑαυτὸν εἶπεν. ‛εἰ γὰρ μή, φησίν, ἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ εἰς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης οὔθ’ ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν εἰς Θάσον οὔθ’ ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο οὐδὲ μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς ἐχθροὺς κακῶς ἔλεγε. πρὸς δὲ τούτοις, ἦ δ’ ὅς, οὔτε ὅτι μοιχὸς ἦν, ἤιδειμεν ἄν, εἴ μὴ παρ’ αὐτοῦ μαθόντες, οὔτε ὅτι λάγνος καὶ ὑβριστής, καὶ τὸ ἔτι τούτων αἴσχιστον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῶι τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῶι φήμηνʹ. ταῦτα οὐκ ἐγὼ Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κ.

45.[31 B., 8 M.]— — X 17 λέγει Κ. Θεμιστοκλέα τὸν Νεοκλέους πρὶν ἢ ἄρξασθαι πολιτεύεσθαι τρία τάλαντα ἔχειν τὴν οὐσίαν τὴν πατρώιαν· ἐπεὶ δὲ τῶν κοινῶν προέστη, εἶτα ἔφυγε καὶ ἐδημεύθη αὐτοῦ ἡ οὐσία, κατεφωράθη ἑκατὸν ταλάντων πλείω οὐσίαν ἔχων. ὁμοίως δὲ καὶ Κλέωνα πρὸ τοῦ παρελθεῖν ἐπὶ τὰ κοινὰ μηδὲν τῶν

οἰκείων ἐλεύθερον εἶναι, μετὰ δὲ πεντήκοντα ταλάντων τὸν οἶκον ἀπέλιπεν.

46.[0]ARISTID. ars rhet. II 2, 7 [über Xenoph. Symp. Anf. ἀλλ’ ἔμοι γε δοκεῖ] εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῶι 〈ὁ〉 λόγος ἀποφαντικοῦ οἷον δοκεῖ δ’ ἔμοι γε, σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων.

47.[0]— 3, 15 [über Xen. Symp. 1, 4 μᾶλλον τοῖσδε ὡς εἰ στρατηγοῖς καὶ ἱππάρχοις καὶ σπουδάρχαις] εἰ δὲ σὺ τὸ ἐναντίον συλλαβὼν ἔλεγες ὡσεὶ ὅσοι μὲν τοὺς τοιούτους ἐγλέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν, Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν 〈ἂν〉 εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν.

48.[38 B.]DIO CHRYSOST. 21, 3 [II 267 Arn.] ἢ οὐκ οἶσθα Κριτίαν τὸν τῶν τριάκοντα, ὅτι κάλλιστον ἔφη εἶδος ἐν τοῖς ἄρρεσι τὸ θῆλυ, ἐν δ’ αὖ ταῖς θηλείαις τοὐναντίον; οὐκοῦν δικαίως Ἀθηναῖοι νομοθέτην [αὐτὸν εἵλοντο ἐπί γε τῶι μεταγράψαι τοὺς παλαιοὺς νόμους, ὃς οὐδένα αὐτῶν ἔλιπεν.

49.[0]PSEUDODIONYS. ars. rhet. [3. Jahrh. n. Chr.] 6 p. 25, 10 Usen. ἀνθρώπωι γὰρ γενομένωι κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα βέβαιον μὲν οὐδέν, εἰ μὴ τό τε καταθανεῖν γενομένωι καὶ ζῶντι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν.

50.[34 B., 11 M.]PHILOSTR. V. Soph. pr. p. 1, 9 K. οἶδα γὰρ δὴ καὶ Κριτίαν τὸν σοφιστὴν οὐκ ἐκ πατέρων, ἀλλὰ Ὁμήρου δὴ μόνου σὺν τῶι πατρὶ ἐπιμνησθέντα, ἐπειδὴ θαῦμα δηλώσειν, ἔμελλε πατέρα Ὁμήρωι ποταμὸν εἶναι.

51.[43 B.]PLANUD. in Hermog. Rhet. v 484 Walz οἷον τῶι ἀγῶνι τῶν Πυθίων· τοῦτο κοινὸν καὶ εὐτελές, ἀλλὰ Κ. ἀναστρέψας εἶπε· τῶι τῶν Πυθίων ἀγῶνι.

52.[32 B., 9 M.]PLUT. Cim. 16 Ἐφιάλτου δὲ κωλύοντος καὶ  διαμαρτυρομένου μὴ βοηθεῖν μηδ’ ἀνιστάναι πόλιν ἀντίπαλον ἐπὶ τὰς Ἀθήνας, ἀλλ’ ἐᾶν κεῖσθαι καὶ πατηθῆναι τὸ φρόνημα τῆς Σπάρτης, Κίμωνά φησι Κ. τὴν τῆς πατρίδος αὔξησιν ἐν ὑστέρωι θέμενον τοῦ Λακεδαιμονίων συμφέροντος ἀναπείσαντα τὸν δῆμον ἐξελθεῖν βοηθοῦντα μετὰ πολλῶν ὁπλιτῶν.

53.[44 B.]POLL. II 58 διοπτεύειν Κ. καὶ Ἀντιφῶν [80 B 6].

54.[45 B.]— —122 παρὰ δὲ Κ—ίαι καὶ λογεὺς ὁ ῥήτωρ.

55.[46 B., 8 Nauck.] — — 148 ταχύχειρ ὡς Κ.

56.[47 B.] — III 116 καὶ ὡς Κ. ῥυπαρία.

57.[48 B.] — IV 64 Κ—ίαι τὰς πρὸς κιθάραν ὠιδὰς προσωιδίας ἀρέσκει καλεῖν.

58.[49 B.] — — 165 παρὰ Κ—ίαι διδραχμιαῖοι.

59.[27 B.] — VI 31 ἐπικωθωνίζεσθαι δὲ τὸ περαιτέρω πίνειν Κ. λέγει.

60.[50 B.] —  — 38 Κ. δὲ καὶ ὀψωνίας καὶ ὀψωνεῖν ἔφη, τὸ δὲ ὀψωνεῖν καὶ ὀψονομεῖν ὠνόμασεν.