Acta Joannis (recensio)
Acta Joannis
Acta Joannis (recensio), Bonnet, Mendelssohn, 1898
8 Ὁ δὲ βασιλεὺς ἀσμένως δεξάμενος τὴν ἀπόκρισιο τοῦ θεολόγου ἔφη πρὸς αὐτόν· Ἀγγελία μοι ἦλθε περὶ σοῦ ὅτιπερ ἐξέστησας ὅλον τὸ ἔθνος καὶ μάλιστα τῶν Ἐφεσίων ἐν
9 Εἶτα προσκαλεσάμενος ὁ βασιλεὺς μάγον τινὰ ἐπίσημον ἐργάτην τοῦ διαβόλου λέγει αὐτῷ· Σκεύασόν μοι δηλητήριον τοιοῦτον ὥστε μόνωρον γενέσθαι τὸν ἁψάμενον αὐτό. Ταῦτα ἀκούσας ὁ μάγος παρὰ τοῦ βασιλέως ἀπελθὼν ἐποίησε τὸ ἐπιταχθὲν αὐτῷ παρὰ τοῦ βασιλέως καὶ φέρει αὐτῷ, καί φησιν ὁ βασιλεύς· Δοθήτω Ἰωάννῃ τῷ Γαλιλαίῳ. Καὶ γεμίσας ὁ μάγος τὴν κύλικα, ἐπιδίδωσι τῷ θεολόγῳ. ὃ δὲ δεξαμενος τὸ φάρμακον καὶ κατασφραγισάμενος αὐτὸ καὶ
10 Αὐτοῦ δὲ μηδὲν πάσχοντος τὸ σύνολον ἔμεινεν ὁ βασιλεὺς καὶ ὁ μάγος καὶ πάντες οἱ σὺν αὐτοῖς ἐννεοί, ἐξιστάμενοι καὶ θαυμάζοντες πῶς ἔμεινεν ἀβλαβὴς ἀπὸ τοῦ φαρμάκου ὁ θεολόγος. ἤρξατο οὖν μέμφεσθαι ὁ βασιλεὺς τὸν μάγον ὡς μὴ σκευάσαντος αὐτοῦ δόκιμον τὸ δηλητήριον. ὁ δὲ θεολόγος λέγει πρὸς τὸν βασιλέα· Βασιλεῦ γνῶθι ὅτι τὸ μὲν δηλητήριον θόκιμόν ἐστιν· ἀλλ᾿ ὁ Χριστὸς καὶ θεός μου ὁ εἰπὼν ἡμῖν ὅτι κἂν θανάσιμόν τι πίωσιν οἱ πιστεύοντες εἰς αὐτόν, οὐ μὴ αὐτοὺς βλάψῃ, αὐτὸς καὶ τοῦτο καὶ πάσας τὰς μαγγανείας τοῦ διαβόλου καὶ τῶν τούτου ὑπηρετῶν ἀφανεῖς καὶ ἀθοκίμους ἐργάζεται. εἰ δὲ βούλει βασιλεῦ τὴν ἀλήθειαν τῶν λεγομένων μαθεῖν, κέλευσον ἐνεχθῆναι ἕνα θέσμιον ἐξ ὧν ἔχεις ἐν τῷ δεσμωτηρίῳ· καὶ πειράσωμεν τοῦ θηλητηρίου τὴν ἐνέργειαν. Ὁ δὲ βασιλεὺς ἀκούσας ταῦτα παρὰ τοῦ θεολόγου τὸ τάχος ἐποίησε καὶ ἤγαγεν ἕνα δέσμιον καὶ λέγει τῷ μάγῳ· Πλήσας τὴν κύλικα ἐκ τοῦ δηλητηρίου θὸς αὐτῷ πιεῖν. Ὁ δὲ θεολόγος λέγε· Οὐχί, ἀλλὰ κλύσας τὴν φιάλην ἣν ἐξέπιον μεθ᾿ ὕθατος δοθήτω αὐτῷ· καὶ ἔδωμεν τί τὸ ἀποβησόμενον. Καὶ κλύσας τὸ ποτήριον μεθ᾿ ὕδατος ὁ μάγος καὶ τῷ ἀνθρώπῳ ἐπιδώσας, παραχρῆμα πιὼν ἀπέψυξεν.
11 Ἰδόντες δὲ ὅ τε βασλεὺς καὶ οἱ σὺν αὐτῷ πάντες ἐφοβήθησαν σφόδρα. τότε λέγει ὁ θεολόγος· Επειδὴ αἴτιος θανάτου γέγονα τοῦ ἀνθρώπου τούτου, χρή με λοιπὸν καὶ εὐξαμένου μου ἐγεῖραι αὐτόν. Καὶ στὰς ἐπὶ ὥραν μίαν καὶ εὐξάμενος ἤγειρε τὸν τεθνηκότα ἔμπροσθεν τοῦ βασιλέως καὶ τῶν συνόντων αὐτῷ πάντων.
12 Τότε ἰδὼν ὁ βασιλεὺς καὶ οἱ σὺν αὐτῷ ἐφοβήθησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ ἐπίστευσαν πολλοὶ τῷ θεῷ καὶ τῷ ἀποστόλῳ. ὁ δὲ βασιλεὺς ἰδὼν ὅτι εὔλογον αἰτίας εὑρίσκει καθʼ ὑμῶν λέγει τῷ ἀποστόλῳ· Ἐπειδὴ κατηγορίας ἐδεξάμην κατὰ σοῦ καὶ θεσμοὶ βασιλικοί εἰσι νὴ ἀτιμωρήτους ἐξέρχεσθαι τοὺς κατηγορουμένους, κελεύομέν σε ἐν νήσῳ τινὶ ἀπενεχθῆναι