Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

καὶ περὶ μὲν γλυκύτητος καὶ ἐν τοῖς προάγουσιν εἴπομεν, ὅσα τε ἀποτελεῖ ἐν τῷ πολιτικῷ λόγῳ καὶ πάλιν ὅσα ἐν τῷ ἀφελεῖ. σχεδὸν αὐτὴ ἡ ἀρετὴ τῆς γλυκύτητος τοῦ ἀφελοῦς ἐστι μᾶλλον.

κάλλη δὲ προσλαμβάνει ὁ λόγος ὁ ἀφελὴς καὶ ἐκ τόπων, ἂν οὕτω τύχῃ, καὶ ἐξ ἄλλων τῶν παρακολουθούντων, οἷον ὅταν πόλιν λέγῃ μεγάλην καὶ εὐδαίμονα, ὅταν ποταμὸν ἢ ὅθεν ῥεῖ, ὅσον τὸ εὖρος, ἀεὶ τὰ τοιαῦτα κάλλος προστίθησι τῷ λόγῳ. τὸ μὲν οὖν κατʼ εἶδος πάντα διεξιέναι ὅσα τινὶ πρόσεστιν ἢ ποταμῷ ἢ πόλει ἢ πεδίῳ, διαφορεῖ τὴν ἀφέλειαν, τὸ δὲ ἐν τῷ γένει, ἐὰν μεγάλην καὶ εὐδαίμονα, τοῦτο διασώζει καὶ τὸ κάλλος καὶ τὴν ἁπλότητα.

καλὸν δὲ καὶ δριμὺν τὸν λόγον ἐργάζονται καὶ παραθέσεις τῶν ὁμοίων, ὡς ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου ἆθλα φησὶ προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα ἱππεύοι.