Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἡ δὲ λέξεως γλυκύτης εἴπομεν ὅτι πορίζεται ἐκ κωμῳδίας καὶ Πλάτωνος καὶ Ξενοφῶντος, χρῶνται δὲ οἱ ἀφελεῖς καὶ ποιητικαῖς λέξεσιν, ὅταν ὄγκον βούλωνται περιθεῖναι τῷ λόγῳ τῶν θεωρημάτων καὶ ἐκ κωμῳδίας. ἐστὶν ἀπὸ μερισμῶν ἄρχεσθαι καὶ ὡς ἀπὸ προσθήκης, καίτοι, καὶ μήν, ἀλλὰ τοίνυν, ἀλλὰ μήν· ἀφέλειαν γὰρ τῷ λόγῳ παρέχεται τὰ τοιαῦτα.

ὅπου δʼ ἂν θέλῃς γλυκύτητα ἐργάσασθαι, τοιαύταις χρήσῃ μεταφοραῖς, ὀνόματα ἐπʼ ἄλλων πραγμάτων κείμενα μεταφέρων ἐφʼ ἕτερα· καὶ ὅταν μὴ μένῃς ἐπὶ τοῖς ἀκριβῶς σημαντικοῖς, οἷον τὸ σημαντικὸν τοῦ ὑποκειμένου ἔδοσαν, καὶ τὸ μετενηνεγμένον ἐκ τῆς τροπῆς καὶ ἐτίμησαν Χείρωνα διὰ δικαιότητα ἀντὶ τοῦ ἔδοσαν.

καὶ τὰ μεγάλα μικρῶς λέγων, τὰ δὲ μικρὰ μεγάλως γλυκύτητα ἐργάσῃ. τὸ οὖν τὰ μικρὰ μεγάλως ὀνομάζειν λέγομεν ὅτι γλυκύτητα παρέχει τῷ λόγῳ, καὶ ἔστι θαυμασιωτάτη ἡ τροπὴ ἡ τοιαύτη, πόλεμον εἰπεῖν κυνὸς καὶ θηρίου, πρῶτον μὲν χρὴ εἶναι τὰς κύνας ἑκάστου γένους, μὴ τὰς ἐπιτυχούσας, ἵνα ἕτοιμαι ὦσι πολεμεῖν τῷ θηρίῳ.

γλυκύτητα δὲ καὶ ἐν τῷ Ἀγησιλάῳ θαυμαστὴν ἐποίησεν εἰπών, ὁπότε γε μὴν πορεύοιτο, συντεταγμένον μὲν οὕτως ἦγε τὸ στράτευμα, ὡς ἂν

ἐπικουρεῖν μάλιστα ἑαυτοῖς δύναιντο, εἶτα παράδειγμα ἐπήνεγκεν, ὡς ἂν ἀφελὴς ἀνὴρ γλυκύτητα μετὰ σεμνότητος ἐμφαίνων, ἡσύχως δέ, ὥσπερ ἂν παρθένος ἡ σωφρονεστάτη προβαίνοι. τὴν δὲ ἄνεσιν ἔχει τό τε μειοῦν τοῦ παραδείγματος καὶ τὸ μὴ πάντη ἐοικός· τί γὰρ ἔοικε στρατοπέδῳ παρθένος; ὅμως δὲ τὸ μὲν εἰπεῖν παρθένος ἡ σώφρων εὐτέλειαν εἶχε, τὸ δὲ ἀναστρέψαι καὶ τὸ παρακολουθοῦν πρόθεσιν εἶναι τοῦ προσώπου σεμνότητα μετὰ γλυκύτητος εἰργάσατο, ὥσπερ ἂν ἡ σωφρονεστάτη παρθένος.

καὶ περὶ μὲν γλυκύτητος καὶ ἐν τοῖς προάγουσιν εἴπομεν, ὅσα τε ἀποτελεῖ ἐν τῷ πολιτικῷ λόγῳ καὶ πάλιν ὅσα ἐν τῷ ἀφελεῖ. σχεδὸν αὐτὴ ἡ ἀρετὴ τῆς γλυκύτητος τοῦ ἀφελοῦς ἐστι μᾶλλον.