Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

πολλῷ δὲ συγγραφικώτερον τὸ ὀρθοῦν ἐν τοῖς σχήμασι καὶ μὴ πλαγιάζειν, τὸ δὲ πλαγιάζειν τῶν πολιτικῶν ἐστι· σεμνότητα γὰρ καὶ περιβολὴν ἔχει. εἰ μὲν οὖν ἐπλαγίαζες, οὕτως ἂν ἔλεγες· ληξάσης δὲ τῆς ἱπποδρομίας, τὸ δὲ ὀρθοῦν τοιοῦτόν ἐστιν, ὡς δὲ ἡ ἱπποδρομία ἔληξεν· ἀνειμένον δὲ τοῦτο καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ. ὁ δὲ πολιτικὸς οὐχ οὕτως ἂν ἐποίησεν, ἀλλὰ συντονώτερον, ἐπειδὴ δὲ ἡ ἱπποδρομία ἔληξεν. ὥσπερ δὲ ὁ πολιτικὸς συνειλκυσμένος ἐστὶ καὶ συνειληφὼς τὰ νοήματα, οὕτως ὁ ἀφελὴς ὕπτιος καὶ ἀποτεταμένος.

περιβολὴ δὲ καὶ τοῦτο, ὡς ἐν τῷ Συμποσίῳ καὶ ὁ Σωκράτης εἶπεν, ἐν πολλοῖς μὲν καὶ ἄλλοις δῆλον, καὶ ἐν οἷς δὲ ἡ παῖς. ἐμπερίβολον εἶπεν· τί

δέ ἐστι τὸ ποιῆσαν τὴν περιβολήν; τοῦ ἀορίστου ἡ πρόσληψις καὶ ἐπί τι ὡρισμένον μετάστασις, ἐν πολλοῖς μὲν καὶ ἄλλοις, δῆλον δὲ καὶ ἐν οἷς ἡ παῖς. Σωκρατικὸς δὲ ὁ τρόπος καὶ ἀρχαῖος τὸ ἐκ παντὸς χρήσιμόν τι εἰσάγειν, ὅπου γε καὶ ἐξ ἀρχῆς ἕως εὑρέθησαν περὶ ἀρετῆς λόγοι, καὶ τὸ μέγιστον δόγμα ὅτι ἡ αὐτὴ ἀρετὴ ἀνδρῶν καὶ γυναικῶν.

ἡ δὲ λέξεως γλυκύτης εἴπομεν ὅτι πορίζεται ἐκ κωμῳδίας καὶ Πλάτωνος καὶ Ξενοφῶντος, χρῶνται δὲ οἱ ἀφελεῖς καὶ ποιητικαῖς λέξεσιν, ὅταν ὄγκον βούλωνται περιθεῖναι τῷ λόγῳ τῶν θεωρημάτων καὶ ἐκ κωμῳδίας. ἐστὶν ἀπὸ μερισμῶν ἄρχεσθαι καὶ ὡς ἀπὸ προσθήκης, καίτοι, καὶ μήν, ἀλλὰ τοίνυν, ἀλλὰ μήν· ἀφέλειαν γὰρ τῷ λόγῳ παρέχεται τὰ τοιαῦτα.