Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
ἔστι δὲ οὐ μόνον τὸ εἶδος τοῦ ἦθος δοκεῖν παρέχεσθαι ἐν τῷ λόγῳ τῷ κατὰ τὴν ἁπλότητα τῆς διανοίας,
ἀλλὰ καὶ κατὰ τὸ ἐναντίον τούτου, οἷον σκληρότερον καὶ ἀπηνῆ περιθεῖναι λόγον, ὅταν τοιοῦτόν τι ὑποτεθῇ, καὶ πάλιν αὖ εἰ ἐρῶντί τινι οἰκείους λόγους περιθείη, καὶ πᾶσιν ὁμοίως πρὸς τὰ πάθη ἀφορῶντα, ὃν τρόπον καὶ ἐν τῇ Παιδείᾳ ἐκ τῶν περιστάντων πάθη εἰργάσατο, ὁπόσα περί τε Ἀβραδάτου καὶ τῆς ἐκείνου γυναικὸς εἴρηται· ἡ δὲ πᾶσα ἀρετὴ τὸ διαφυλάξαι καὶ τηρῆσαι τὰ ἰδιώματα ἑκάστου, ὥσπερ ἦν. οὕτω πεποίηκε τὸν Κυαξάρην διὰ παντὸς ὀργίλον καὶ ἵνα ἄλλον ἔχοντά τι ἐν τῇ ψυχῇ ἰδίωμα· ταῦτα γὰρ ἤθη μεγάλα ἐργάζεται ἐν τῷ λόγῳ· φυλάξαις δʼ ἄν, ἐὰν ἐπακολουθήσῃς τῇ προτέρᾳ διανοίᾳ καὶ τῇ προαιρέσει τοῦ λόγου, τί σοι βούλεται σκοπῶν καὶ πρὸς τὸ ἰδίωμα ἀφορῶν περὶ οὗ ἂν λέγῃς.τὰ δὲ ἤθη ἐν ταῖς ἀφελείαις τόνον λαμβάνει καὶ σεμνότητα, ὅταν τις ἐμφανίζων τὴν ἑαυτοῦ γνώμην ἐπὶ μόνης τῆς ἐννοίας τὸ ἦθος καταλείπῃ, οἷον εἰ ἔλεγες σὺ ἐνσημαινόμενος, ἔδοσαν δὲ οἱ θεοὶ καὶ ἐτίμησαν Χείρωνα, ὥσπερ χρή, δίκαιόν τε τὰ τοῦ καλοῦ πεποιημένον ἀγασθέντες αὐτοῦ, ὅτι δίκαιός τε ἦν καὶ τὴν ἄλλην ἀρετὴν ἐπετήδευεν· ἐν γὰρ τούτοις ἐμφανίζεις τὴν σεαυτοῦ γνώμην πῶς ἔχεις περὶ τοὺς τοιούτους ἄνδρας· τῷ δὲ Ξενοφῶντι ἐξήρκεσε μόνον ἐπὶ τῆς ἐννοίας ἀποσιωπῆσαι, Χείρωνα δὲ διὰ δικαιότητα καὶ τὰ ἑξῆς.
ἔστι δὲ τῆς ἰδιότητος τοῦ ἀνδρὸς καὶ πάντων τῶν ἀφελῶν παρέχεσθαι, ὡς ἔνι μάλιστα, καὶ χρηστὸν τὸ ἦθος, μὴ μέντοι ἐνσημαίνεσθαι τοῦτο αὐτὸ καθʼ αὑτό. σκόπει δὲ ἐντεῦθεν τὸ ἦθος τῆς ἀφελείας, εἰ οὐ δοκεῖ σοι χρηστοῦ ἀνδρὸς εἶναι τὸ μέλλοντα τελευτᾶν βούλεσθαι τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι· οὕτω δέ τι χρηστὸς ἦν ὁ Δαρεῖος καὶ φιλόστοργος, ὥστʼ ἐβούλετο τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι.
ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἀμφοτέρω παρεῖναι· τοῦτο χρηστοῦ ἤθους ἐστί· πατρικὴν γάρ σοι διάθεσιν ἐνεδείξατο, καὶ ἔστι τῆς γνώμης ἡ ἀρετή, καὶ τὸ ἦθος ἀφελοῦς ἀνδρός, οἷον ἂν χρηστὸν γένοιτο. ἦθος δὲ χρηστὸν ἐποίησε καὶ ἐν τῷ Συμποσίῳ ἐπὶ τῆς τὰ θαυμαστὰ ἐπιδεικνυμένης εἰπών, ὥστε οἱ μὲν θεώμενοι ἐφοβοῦντο. χρηστὸν οὖν κἀνταῦθα τὸ ἦθος ἐφάνη τὸ τοὺς θεωμένους φοβεῖσθαι ἐπὶ τῷ παραδόξῳ τοῦ θεάματος.