Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

καὶ τὰ μέν τινα τοιαῦτά ἐστιν ἐννοήματα, ὥστε μηδὲν αὐτοῖς προσυπακούεσθαι, τὰ δέ τινα τοιαῦτα, ὥστε ἦθος ἔχειν καὶ τὸ ἦθος οὐχ ἓν οὐδὲ ἁπλοῦν, ἀλλὰ διάφορον, τὸ μὲν χάριεν ἦθος, τὸ δέ τι ἀγαθὸν ἦθος,

τὸ δὲ γλυκύτητα ἐμφαῖνον, τὸ δὲ χρηστότητα, τὸ δέ τι τοιοῦτόν ἐστιν ἦθος, ὥστε αὐτόθεν πολλὴν σεμνότητα ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο· σεμνῶς μὲν οὖν πάνυ καὶ τῇ ἐννοίᾳ ποιῆσαι τὸ μειράκιον παρὰ τὸν πατέρα καθίσαι. σεμνὰ γὰρ τὰ τοιαῦτα ἐννοήματά ἐστι, μάλιστα δὲ τὸ ἦθος διεφύλαξεν αὐτῷ τὸ μὴ ἐπεξεργασίᾳ χρήσασθαι τῇ παρʼ αὐτοῦ, οἷον εἰ ἔλεγεν, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο, ὥσπερ ἐχρῆν υἱὸν ὄντα μετὰ πατρός, τὸ δὲ τοιοῦτον πολιτικόν. ἀφῆκεν οὖν ἐμφαίνεσθαι τὸ ἦθος καὶ τὴν σεμνότητα.

τὰ μὲν γάρ τινα, ὡς ἔφην, ὑποκαθήμενον καὶ ὑπονοούμενον ἔχει τὸ ἦθος, ὁποῖόν ἐστι τὸ προειρημένον ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, τὰ δέ τινα ἁπλᾶ ἐστι καὶ οὐδεμίαν κακοήθειαν ἐμφαίνει, ὡς ἔχει καὶ τοῦτο, οἱ μέν τινες χρισάμενοι, οἱ δὲ καὶ λουσάμενοι· τοῦτο γὰρ οὐδὲν πλέον ἐμφαίνει ἢ τὸ γενόμενον. ὅπου δʼ ἂν αἱ ὑπόνοιαι πονηραὶ ὦσι καὶ λυπῶσι τὸν λόγον, δεῖ τὸ παρὰ σοῦ εἰσαγόμενον ἐπανορθοῦσθαι τὸ ἄτοπον οὐχ ἁπλῶς, ἀλλὰ ταῖς παρὰ σοῦ προσθήκαις, οἷον εὐθὺς μὲν οὖν ἐννοήσας τις τὰ γινόμενα ἡγήσατʼ ἂν φύσει βασιλικόν τι τὸ κάλλος εἶναι, καὶ ἡ παρʼ αὐτοῦ προσθήκη, ἄλλως τε ἢν καὶ μετʼ αἰδοῦς καὶ σωφροσύνης, καθάπερ Αὐτόλυκος, κέκτηταί τις αὐτό· περὶ κάλλους γὰρ ὄντος τοῦ λόγου οὐκ ἄν τις ἀπόσχοιτο τὸ μὴ οὐ πρὸς κακοήθειαν τὰ τοιαῦτα προσδέχεσθαι.

πρῶτον οὖν τὸ ἦθος εἶναι δεῖ τοῦ ἀφελοῦς λόγου χρηστότητα ἐμφαῖνον· ἡ γὰρ χρηστότης γνώμης ἐστὶν ἀρετὴ καὶ ἀπὸ τῆς διανοίας καὶ γνώμης προαίρεσις καὶ τρόπων ἐπιείκεια. οὐ δεῖ δὲ οὐδὲν σημαίνεσθαι τὸ ἦθος αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἐν τοῖς ἀκούουσι

καταλείπεσθαι, ἵνα ἀνεπιβούλευτον εἶναι δοκῇ· διὰ τοῦτο οὐδʼ ἐπισημαίνεσθαι χρὴ οὔτε τὰ δεινὰ ὡς δεινὰ οὔτε τὰ φοβερὰ ὡς φοβερά, ἀλλὰ ἐξαρκεῖ μοι μόνον εἰπεῖν, Τισσαφέρνης δὲ διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφόν· ἐξήρκεσε γὰρ αὐτῷ ἐκ τοῦ γένους ἐνδείξασθαι ὁποῖόν ἐστι διαβάλλειν ἀδελφὸν πρὸς ἀδελφόν· τὴν μέντοι ποιότητα καὶ τὴν διάθεσιν ἥτις αὐτοῦ καταλείπει σκοπεῖν· εἰ δὲ ἀγωνιστικῶς προῆγες αὐτό, τοῦτο ἂν εἶπες, οἷον πρᾶγμα δεινότατον πάντων καὶ ὠμότατον ἐνεβάλετο εἰς τὴν ψυχὴν Τισσαφέρνης· ἐὰν δὲ ἐξᾶραι θέλῃς καὶ θεῖναι καὶ αὐτὰ τὰ νοήματα, διʼ ἃ οὐκ ἔδει γενέσθαι τὴν διαβολήν, ἐποίσεις· οὔτε τοὺς θεοὺς αἰδεσθεὶς οὔτε τὴν δίκην οὔτε τὸ πρᾶγμα ὡς δεινότατον. ἃ γὰρ ἄν τις ἤθους ἔχεσθαι νομίσῃ παρὰ τοῖς τοὺς πολιτικοὺς λόγους μεταχειριζομένοις, ταῦτα καὶ ἐπὶ τούτοις ἦθος ἐμφαίνειν δύναιτʼ ἄν, ἔλαττον μέντοι· ἄλλον μὲν γὰρ παρʼ ἐκείνοις τρόπον ἐστὶ καὶ ἄλλο τι δηλοῖ, ἄλλον δὲ παρὰ τούτοις· ἐκεῖ μὲν γὰρ ὑπαινιττόμενόν τι ἢ ἕτερόν τι ὑποδεικνύντα, ἢ καὶ αὐτὸ τὸ ἐναντίον οὗ λέγεις ἔστιν ἐνδείξασθαι, ἐνταῦθα δὲ οὔ, ὡς ἂν ἀφελείας δεῖγμα καὶ ἁπλότης διανοίας. παραδείγματος δὲ ἕνεκα κείσθω παρʼ ἀμφοῖν· ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι; πάνυ τοίνυν προσῆκον ἂν εἴη τοιοῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς, καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν. Ξενοφῶντος δὲ ἦθος καὶ ἡ χεὶρ αὐτῷ ἐπηκολούθησεν, ὥστε σαφῶς τὴν τάξιν ἐξετάζοντες ἐφʼ ἑκατέρᾳ αὐτῶν εὕροιμεν ἂν τὸ ἦθος.