Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
ἔδειξα οὖν σοι ὅτι τῶν ἐννοημάτων τὰ μέν ἐστιν ἀπὸ κρίσεως λαμβανόμενα, τὰ δὲ παντοῖά ἐστιν ἐννοήματα, καὶ τὰ μὲν αὐτῶν ἐστιν ἐξ ἐνδόξων λαμβανόμενα, τὰ δὲ ἐκ μικρῶν καὶ ἀφανῶν. τοῦτο μὲν δὴ τοιοῦτό σοι, ὅτι παντοίοις ἐννοήμασι χρῶνται οἱ ἀφελεῖς, καὶ οὐκ ἐξαρκεῖ αὐτοῖς μόνον χρῆσθαι τοῖς ἐκ τῶν ὑποκειμένων λαμβανομένοις, ἀλλὰ καὶ τοιούτοις ἐνίοτε ἐννοήμασιν, ὧν ἄλλος μὲν ἄν τις καταφρονήσειεν, οὐδʼ ἂν προσέλθοι διὰ τὸ μήτε αὐτὰ ἐκ τῶν ὑποκειμένων λαμβάνεσθαι καὶ ἄδοξα τυγχάνειν, οἱ δὲ ἀφελεῖς οὐκ ἀπέχονται τούτων.
τὸ μὲν δὴ κατὰ τὴν μεταχείρισιν τῶν ἐννοημάτων τοιοῦτόν ἐστιν, καὶ ἔτι τὸ μὴ ὡς εἰς πρότασιν λέγεσθαι τὰ λεγόμενα κατασκευαστικὰ τοῦ προκειμένου, ἀλλʼ ἀδήλου ὄντος πρὸς ἃ λέγεται, οὕτω προχωρεῖν τὸν λόγον, οἷον μὴ προθεὶς ὅτι βούλεται ἀποδεῖξαι πολλοῦ ἄξιον Κῦρον ἐπάγει ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, καὶ προλαβὼν πάντα τὰ προκατασκευαστικά, ἐξ ὧν χαλεπόν ἐστιν ἀνθρώπων ἄρχειν, χαλεπώτερον τῶνδε καὶ τῶνδε, οὕτως ἐπήγαγεν, ἀλλὰ μὴν Κῦρος πλείστων ἀνθρώπων ἦρξε· Κῦρος ἄρα πολλοῦ ἄξιος ἐγένετο. καὶ αὕτη ἐστὶν ἀφελοῦς λόγου μεταχείρισις, ὅταν μὴ φανερὸν ᾖ ὡς πρότασις τὸ λεγόμενον.
δεῖ δὲ πολλάκις καὶ τὰ νοήματα μὴ πάντα ἰσχυρὰ εἶναι, ὥσπερ καὶ τὰ τῶν πολιτικῶν λόγων, ἀλλʼ ἔνια καὶ ὑφειμένως τιθέναι, καὶ τὰ ἥττω δοκοῦντα εἶναι, ἔνια δέ, εἰ οἷόν τε, ὡς καὶ γέλωτος ἄξια ἂν φανείη, ὡς
καὶ ἐν τῷ Συμποσίῳ εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου φησὶν ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν ἢ τῶν ἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιᾶς πραττόμενα τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι. καὶ τοῦτό ἐστι τὸ θεώρημα τοῦ ἀφελοῦς λόγου, ὅτι μὴ ἐκ παντὸς τρόπου διώκειν τὰ ἔνδοξα καὶ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα.