Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
τὸ δὲ καὶ ἀπὸ ὀρθῆς πτώσεως ἄρχεσθαι ἀφελῆ ποιεῖ τὸν λόγον καὶ τὸ κατὰ κόμματα λύειν τὰ νοήματα. πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται τοῖς ἐπινοήμασιν, οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα. χρῶνται δὲ καὶ οἱ πολιτικοὶ τοῖς ἔξωθεν ἐπινοήμασιν, οἷον ἱστορίαις ἢ παραδείγμασιν ἀλλὰ θεραπεύουσιν αὐτὰ ἐπαγγελίαις ἢ αἰτιολογίαις.
πρέπουσι δὲ τῷ ἀφελεῖ λόγῳ καὶ ἐπαλλαγαί, οἷον νομίζει οὐ νομίζων, καὶ τὸ ἀπὸ τῶν αὐτῶν ἄρχεσθαι τῆς ἀφελείας ἐστί. τῆς ἀφελείας δὲ καὶ τὸ μὴ τραχέσι χρῆσθαι, ἀλλὰ τοῖς ὑφειμένοις. τραχύτητος μὲν γάρ ἐστιν εἰπεῖν τοῦτο μὲν ἰδίᾳ, τοῦτο δὲ δημοσίᾳ, ὁ δὲ ἀφελὴς οἴκοι φησὶ καὶ ἐπὶ τῶν βωμῶν. καὶ τὸ ταῖς τοιαύταις προθέσεσι χρῆσθαι, οἷον διεθρύλητο γὰρ ἀφελές ἐστι.
καὶ τὰ εὐκτικὰ τῆς ἀφελείας μᾶλλον εἶναι δοκεῖ, ὡς ἄξιος εἴη, καὶ εἰ εὐσεβοῖεν, καὶ ὡς φαίη Σωκράτης, καὶ τὰ τοιαῦτα· καὶ ἐν τῇ Ἀναβάσει ὡς πολεμεῖν τε ἱκανοὶ εἶεν, καὶ τὸ ἑξῆς ἐν τῷ ὁμοίῳ σχήματι καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ. τὰ δὲ εὐκτικὰ καθαρὸν ποιεῖ τὸν λόγον.
καὶ τὸ μὴ ἐπιταχύνειν τὸν τόνον τῆς ἀπαγγελίας, ἀλλʼ ἐπιβραδύνειν καὶ σχολῇ προχωρεῖν τῆς
ἀφελείας, οἷον ἀλλὰ μὴν [οἷον] οὐδὲ ταῦτα ἄν τις ἔχοι μέμψασθαι αὐτούς. καὶ τὰς ἐκβάσεις οἱ μὲν πολιτικοὶ εἰώθασι μᾶλλον κατὰ τὰς τῶν ἀτόπων ἐκβάσεις ἐξετάζειν, καὶ τοῦτο τραχύτητα αὐτοῖς ἐργάζεται, οἱ δὲ ἀφελεῖς κατὰ τὰς τῶν ἀγαθῶν ἀποβάσεις μᾶλλον, οἷον τοῦτο γὰρ οὖν ἄλλης μὲν οὐδεμιᾶς ἀρχῆς.καὶ τὸ μὴ ὑπερδιατείνεσθαι μήτε τοῖς πράγμασι μήτε τοῖς νοήμασι τῆς ἀφελείας ἐστί, καὶ αἱ μεταβάσεις αἱ τοιαῦται, ἀλλὰ μήν· ὥς γε μήν. καὶ τὸ μὴ οἰκείᾳ ἐπικρίσει χρῆσθαι, ὅταν ἄξιόν τι ἐπαίνου, ἀλλὰ τῇ κοινῇ ἀφελὲς πάνυ, οἷον εὐθὺς μὲν οἱ πολλοὶ ἠγάσθησαν. ἐνταῦθα δὲ καὶ ἑτέρα τίς ἐστιν ἀρχή, τὸ μὴ καθʼ ὑπερβολὴν εἰπεῖν, πάντες ἠγάσθησαν ἀλλʼ ὑφειμένως οἱ πολλοὶ ἠγάσθησαν. ἴδιον δὲ τῶν ἀφελῶν καὶ τὸ τὰ κατασκευαστικὰ παραλείποντας τὰ ἧττον κατασκευαστικὰ λέγειν, οἷον τὰς ἐλπίδας ἔχειν δεῖ τῆς σωτηρίας ἐν τῷ μηδὲν ἑαυτοῖς συνειδέναι μήτε ἀσέβημα περὶ θεοὺς μήτε ἀδίκημα περὶ ἀνθρώπους.