Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

καὶ τὸ μὴ ἐκπεπλῆχθαι ἐφʼ οἷς ἄν τις ἐκπλαγείη, καὶ τὸ μὴ θαυμάζειν τὰ θαύματος ἄξια, ἀλλʼ ἁπλῶς λέγειν τὰ γεγονότα μὴ ἐνσημαίνοντα παρʼ ἑαυτοῦ καὶ τοῦτο τῆς ἀφελείας.

τὸ δὲ καὶ ἀπὸ ὀρθῆς πτώσεως ἄρχεσθαι ἀφελῆ ποιεῖ τὸν λόγον καὶ τὸ κατὰ κόμματα λύειν τὰ νοήματα. πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται τοῖς ἐπινοήμασιν, οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα. χρῶνται δὲ καὶ οἱ πολιτικοὶ τοῖς ἔξωθεν ἐπινοήμασιν, οἷον ἱστορίαις ἢ παραδείγμασιν ἀλλὰ θεραπεύουσιν αὐτὰ ἐπαγγελίαις ἢ αἰτιολογίαις.

πρέπουσι δὲ τῷ ἀφελεῖ λόγῳ καὶ ἐπαλλαγαί, οἷον νομίζει οὐ νομίζων, καὶ τὸ ἀπὸ τῶν αὐτῶν ἄρχεσθαι τῆς ἀφελείας ἐστί. τῆς ἀφελείας δὲ καὶ τὸ μὴ τραχέσι χρῆσθαι, ἀλλὰ τοῖς ὑφειμένοις. τραχύτητος μὲν γάρ ἐστιν εἰπεῖν τοῦτο μὲν ἰδίᾳ, τοῦτο δὲ δημοσίᾳ, ὁ δὲ ἀφελὴς οἴκοι φησὶ καὶ ἐπὶ τῶν βωμῶν. καὶ τὸ ταῖς τοιαύταις προθέσεσι χρῆσθαι, οἷον διεθρύλητο γὰρ ἀφελές ἐστι.