Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

καὶ τὸ τὴν γνώμην προλαβεῖν τῆς ἀφελείας ἐστίν, οἷον εὖ εἰδώς, καὶ ἡγούμενος, καὶ νομίζων.

καλὸν δὲ καὶ τὸ ὑποβάλλειν τὰ νοήματα καὶ ὡς ἀπὸ τῆς ἑτέρων γνώμης εἰσάγειν. καὶ μάλιστα αὐτῷ χρῆται ἐν τῇ Παιδείᾳ ὁ Ξενοφῶν ἑκάστοτε λέγων, εἰ μέν τις ὑμῶν τόδε οἴεται.

καὶ τὸ μὴ ἐκπεπλῆχθαι ἐφʼ οἷς ἄν τις ἐκπλαγείη, καὶ τὸ μὴ θαυμάζειν τὰ θαύματος ἄξια, ἀλλʼ ἁπλῶς λέγειν τὰ γεγονότα μὴ ἐνσημαίνοντα παρʼ ἑαυτοῦ καὶ τοῦτο τῆς ἀφελείας.

τὸ δὲ καὶ ἀπὸ ὀρθῆς πτώσεως ἄρχεσθαι ἀφελῆ ποιεῖ τὸν λόγον καὶ τὸ κατὰ κόμματα λύειν τὰ νοήματα. πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται τοῖς ἐπινοήμασιν, οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα. χρῶνται δὲ καὶ οἱ πολιτικοὶ τοῖς ἔξωθεν ἐπινοήμασιν, οἷον ἱστορίαις ἢ παραδείγμασιν ἀλλὰ θεραπεύουσιν αὐτὰ ἐπαγγελίαις ἢ αἰτιολογίαις.