Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

καὶ τὸ τὰ ὀνόματα παράλληλα καὶ ἐπιπεπλεγμένα ἀλλήλοις τιθέναι μηδεμιᾶς ἐργασίας τυγχάνοντα τῆς ἀφελείας ἐστίν, οἷον καὶ Ἴωσι καὶ Αἰολεῦσι καὶ Ἑλλησποντίοις. καὶ τὸ μὴ ἀπέχεσθαι τῶν ἐλάττω δύναμιν ἐχόντων καὶ ἧττον προτιμωμένων, ἀλλὰ καὶ τὸ ἀγορὰν εἰπεῖν καὶ τὸ ἐν ἀγορᾷ, καὶ κατʼ εἶδος σιδηρεῖς, σκυτεῖς, καὶ τὰ τοιαῦτα τῆς ἀφελείας. πολλάκις δὲ ὅταν μείζων ᾖ διαφορά, καὶ οὕτως ἐπιπλέκεις, ἤδη μέντοι τινές εἰσιν, οἳ καὶ ἀφίσταντο, καὶ ποτὲ μὲν αὐτὸ μόνον ψιλὸν εἶπες, ποτὲ δὲ τὴν αἰτίαν παρέθηκας, οἷον ὀρεγόμενοι τῆς ἐλευθερίας. τὸ δὲ ἀντὶ τῶν δεικτικῶν τὰ ἐξεταστικὰ παραλαμβάνειν τῆς ἀφελείας, οἷον δεικτικὸν ἐνάργειαν ἔχον, ἐκεῖνος γὰρ

ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων. ἐπιγίγνεται δέ ποτε καὶ ἐνάργεια ἐν ἀφελείᾳ, οἷον ὁ Φιλάμμων, οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου.

ἀφελὲς δὲ καὶ τὸ μὴ ὡς ἐν προτάσει κατασκευάζειν, ὅτι καλὸν ἀλλʼ ὡς ἐν συγκρίσει κάλλιον ἄλλου καλοῦ. τὸ δὲ καὶ εἰπόντα τι κατὰ ἀπόφασιν τὴν ὑπερβολὴν εἰπεῖν ἀντὶ τῆς ἀρνήσεως, οἷον οὐδʼ εἰ μέλλοιμί γε. καὶ τὸ ἀντὶ τοῦ ἀκολούθου τὸ ἐναντίον κατὰ ἀναίρεσιν λέγειν ἀφελέστερον καὶ ἐπιμελέστερον, οἷον ἐνταῦθα, ἐπεμελεῖτο, οὗ τὸ ἀκόλουθον ἦν οὐκ ἠμέλει.

καὶ τὰ ἀσύνδετα τοῦ ἀφελοῦς ἐστι· λύει γὰρ τὸν ῥυθμόν. τοῦτο δὲ ἐναντίον μὲν τῷ πολιτικῷ, πρέπον δὲ τῷ ἀφελεῖ, οἷον Ἀθηναίους, Θηβαίους, Ἀργείους, Κορινθίους. ἀφελὲς δὲ καὶ τὸ μὴ ἀθρόως λέγειν· ἀθρόως μὲν γάρ ἐστιν εἰπεῖν οἱ Πέρσαι, μερικῶς δὲ τὰ [δὲ] τῶν Περσῶν.