Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
κέχρηται δὲ καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων ἐν τοῖς Ἀπομνημονεύμασιν, ὥστε ἄντικρυς δόξαι δικανικὸν εἶναι τὸν λόγον κατὰ τὴν ἀρχὴν τῆς πρώτης ὑποβολῆς τῶν πραγμάτων μὴ ἀπηρτισμένου τοῦ νοήματος, πολλάκις φησὶν ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν.
ἔστι δὲ τοῦτο τὸ θεώρημα ἐν ἁπάσαις ταῖς ἀρχαῖς τῶν λόγων αὐτοῦ, τὸ μὴ εἰπόντα ὥσπερ δεύτερον νόημα εἰσαγαγόντα χωρίσαι τὸ πρῶτον, ἀλλʼ ὑποβάλλειν τὰ ἐξηρτημένα τοῦ νοήματος εὐθέως καὶ ἐπεξιέναι ἐπὶ μακρόν· ἰδίωμα τὸ μὴ μεταβάλλοντα τὴν ποιότητα τοῦ νοήματος οὕτως εἰσαγαγεῖν ἐν γένει πρῶτον, ὅπερ ἄν τις πολιτικὸς ἐποίησεν ἐξαίρων τὸν λόγον τῷ ἀξιώματι, οἷον ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, ὁποῖον εἶναι συμβέβηκε τὸ κατὰ τὴν τῶν καλῶν φύσιν, εἶτα οὕτως τὸ κατʼ εἶδος, ὅσαι δημοκρατίαι καὶ ὅσαι τυραννίδες. καὶ ἕτερον δὲ τὸ μὴ ἐν ἀποφατικῷ σχήματι, οἷον οὐδέν ἐστι δυσπειθέστερον ἀνθρώπου φύσεως, ἀλλʼ ὡς ἀνθρωπίνως μάλιστα σὺν ἐρωτήσει ἐξήτασεν ἔννοιά ποθʼ ἡμῖν ἐγένετο καὶ τὸ μὴ ἀναβεβλημένῃ δέ, ἀλλὰ συνεστραμμένῃ τῇ λέξει χρῆσθαι ἔννοιά ποθʼ ἡμῖν ἐγένετο τῆς ἀφελείας.
τὸ δὲ ἐπὶ τέλει σοι καὶ τοῦ ὀνόματος καὶ παντὸς λόγου ἱστάσθω ἐν μακρῷ, κρίνεται δὲ τὰ κῶλα αὐτὰ καθʼ ἑαυτά, ὁ δὲ λόγος ἔστω ἀφελής, ὡς κατὰ κῶλα μὲν ἀπαρτιζόμενος, κατὰ δὲ λόγου ἰδέαν ἢ ποιότητα πυκνότητά τινα καὶ συμπλοκὴν καινοπρεπῆ καὶ ἀφελῆ ἐμφαίνων· ταῦτα δʼ ἐξ ἑνὸς ὀνόματος πεποίηται, οἷον ἔννοια ποτὲ ἡμῖν ἐγένετο ἀντὶ τοῦ ἐνεθυμήθημέν ποτε. ἀφέλειαν γὰρ ἡ ὀξεῖα βραχύτης ποιεῖ, ὥστε τοῦ θεωρήματος ἀλλαγέντος ἐξ ἀφελείας γενέσθαι τραχύτητα συμβαίνει ἢ ἀξίωμα, τὸ πόθεν γίνεται ἀξίωμα πρᾷόν τι εἶναι.