Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
καὶ ὅλως δὲ ὅπου σχεδόν τι ἐφʼ ὁμολογουμένοις ἀδικήμασιν αἱ κατηγορίαι γίνονται, διὰ τὸ πρόδηλα εἶναι τὰ ἀδικήματα, σφοδρότητος ὁ λόγος τυγχάνει, ὡς καὶ ἐν τῷ κατὰ Μειδίου καὶ ἐν τῷ κατὰ Ἀριστογείτονος. τὸ δὲ μέγιστον εἰδέναι χρή, ὅτι ὅταν ᾖ μὴ ἰσχυρὰ ζητήματα ἐξ ἑκατέρων τῶν μερῶν, ἀλλʼ ὑπάρχῃ θατέροις μὴ πρόδηλα αὐτὰ εἶναι, ὁ δὲ ὡς ἐπὶ ὁμολογουμένοις
σχεδὸν τοῖς ζητήμασι συνάγει τὸν λόγον, οἷός ἐστιν ὁ κατὰ Μειδίου.κατὰ σχῆμα δὲ οὕτω γίνεται σφοδρότης, ὅταν τις ἐπιφορικοῖς χρῆται τοῖς σχήμασιν, οἷον αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονεικίᾳ. καὶ πάλιν, εἴργετε οὖν, εἴργετε αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων. καὶ ἐν τῷ κατὰ Μειδίου, καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον ὃν διεξέρχομαι τρόπον νῦν πρὸς ὑμᾶς ἐλαυνόμενος. καὶ ἐν τῷ τῆς παραπρεσβείας, τούτων οὐ γέγονεν, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερα.