Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

κατὰ δὲ σχῆμα γίνεται ἀξιοπιστία οὕτως, ὅταν τις τοῖς ὁμολογουμένοις ἀντὶ τῶν ζητουμένων σχήμασι χρῆται, ὡς ἐκεῖ, ἆρʼ ὁρᾶτε καὶ λογίζεσθε τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι. καὶ πάλιν ἀξιοπιστίας ἕνεκα ὡς ὁμολογούμενον τῷ σχήματι εἰσάγει, ἴστε γὰρ δή που τοῦθʼ ὅτι τῶν ὑμᾶς ἀδικούντων ἓν ἑκάστῳ τίμημα ὑπάρχει. καὶ πάλιν, ἴστε μὲν οὖν ἴσως καὶ ἄνευ τοῦ παρʼ ἐμοῦ λόγου ὅτι σπουδαῖος Χαβρίας ἦν ἀνήρ.

ἀξιόπιστον δὲ κατὰ σχῆμα καὶ ὅταν τις ἐπαγγελίᾳ ἐν τῷ λόγῳ χρῆται· πάνυ γὰρ ἀξιόπιστον τὸ περὶ τῶν ζητουμένων κατεπαγγέλλεσθαι, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν ζητούμενον εἰ θήσουσι τὸν παρεισφερόμενον νόμον, ὁ δὲ κατεπαγγέλλεται λέγων, ἐγγυώμεθα ἡμεῖς, ἐγώ, Φορμίων, ἄλλον εἴ τινα βούληται θήσειν τὸν νόμον. καὶ πάλιν, ἐγγυώμεθα, ὑπισχνούμεθα, οἱ θεσμοθέται ταῦτα γραφόντων, ἐπὶ τούτοις τὸ πρᾶγμα γινέσθω.

ἀξιοπιστίας δὲ καὶ ὅταν τις συνδρομαῖς χρῆται, ὡς ἐν τοῖς Φιλιππικοῖς, οἷον εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης πολλῆς καὶ πραγματείας εἶναι, νῦν ἡ συνδρομὴ καὶ μάλα ὀρθῶς δοκεῖ. τὸ γὰρ καθʼ ἑαυτοῦ δοκοῦν τὴν πρώτην συγχωρεῖ, ἵνα τὰ ὑπὲρ αὐτοῦ εἰσάγῃ.

πάνυ ἀξιόπιστον δὲ καὶ τοῦτο, ὅταν τις παραλείψεσι χρῆται. ἔστι μὲν οὖν καὶ περιβολὴ τὸ σχῆμα, ὅμως δὲ πολλοῖς ἐφαρμόττον κατὰ χρείας διαφόρους πολλάκις ἰδιότητά τινα ἔχει ἐν τῇ ἀξιοπιστίᾳ. ὅταν γὰρ παραλείπειν τι δοκῶν μὴ παραλείπῃς, ἐνταῦθά ἐστιν ἡ ἀξιοπιστία, ὥσπερ ἐν τῷ πρὸς Λεπτίνην, τὰ μὲν οὖν ἄλλα, ὅσα χρήσιμον ἑαυτὸν παρέσχεν οὗτος ὁ ἀνὴρ καὶ αὐτὸς καὶ οἱ πρόγονοι, εἶτα παραλείψει ἐχρήσατο παραλείψω. καὶ πάλιν, αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος, ὅμοιος φθόνῳ τινὶ καὶ φιλονεικίᾳ, εἶτα μηδὲν ἔτι ἔχων εἰπεῖν ἀξιοπίστως τῇ παραλείψει ἐχρήσατο, καὶ τὸ λοιπὸν ἐῶ.

καὶ τὸ καθʼ ἑαυτοῦ δὲ λέγειν τινὰ ὃν τρόπον κατὰ τῶν ἀντιδίκων, ἀξιοπιστίαν ἐμποιεῖ τῷ λόγῳ.