Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
ἀξιόπιστον δὲ καὶ τοῦτο, ὅταν ὧν πλεῖστον δοκεῖν ἀφεστηκέναι βούλεται, καὶ σφόδρα διαβάλλῃ ταῦτα ὡς δεινὰ καὶ χαλεπά, οἷον αἰτιασάμενος γάρ με ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν πατέρα ὡς ἀπέκτονα ἐγὼ τὸν ἐμαυτοῦ. καὶ ἐν τῷ κατὰ Μειδίου, τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ καὶ δεινῆς καὶ χαλεπῆς συμβάσης αἰτίας. καὶ πάλιν, οὔτε θεοὺς οὔτε ὁσίαν ἐποιήσατο ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδʼ ὤκνησεν, οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη.
ἀξιόπιστον δὲ καὶ τὸ τιμᾶσθαι προλαμβάνοντα καὶ ζημίας ὁρίζειν καθʼ ἑαυτοῦ ἐφʼ οἷς ἂν διεξίῃ, οἷον ἐγὼ πλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος. καὶ πάλιν ἑτέρωθι ἐν Φιλιππικοῖς, μήτε νῦν μήτε αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.
Ἀξιοπιστία καὶ τὸ πλείω καθʼ ἑαυτοῦ νέμειν τῶν ἀληθῶν, οἷον εἰσὶ τῶν ξένων ἀτελεῖς, δέκα θήσω, καὶ μὰ τοὺς θεοὺς ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντε εἶναι. ἀλλὰ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πέντε ἢ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα.