Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
κατὰ δὲ σχῆμα περιβολὴ γίνεται οὕτω. τὸ καθʼ ὑπόθεσιν σχῆμα μάλιστα περιβολὴν ἐργάζεται, καὶ ὅταν τις ὑποστάσεσι χρῆται. ὅ τι δέ εἰσιν ἐν τῷ λόγῳ αἱ ὑποστάσεις καὶ ὅσον δύνανται, ἐπὶ παραδειγμάτων γνώσῃ, ὥσπερ ἐν τῷ κατὰ Κόνωνος εὐθὺς ἐν ἀρχῇ ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τούτου γε, καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, πολλὰ καὶ δεινὰ ἢ καὶ διάφορα πράγματα, ὧν οὐδὲν γέγονε δεινότερον, ὁ δὲ διὰ τῆς ὑποστάσεως περιβολὴν εἰργάσατο τοιαῦτα ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφευξεῖσθαί με. διαφέρει δέ τι καὶ τὸ ἴδιον τῆς ὑποστάσεως· τούτῳ γὰρ πάνυ πρόσεχε, ὅτι εἰ μὲν ἁπλῶς εἶπεν, ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος πολλὰ καὶ
δεινά, ἀπήρτιστο ἂν τὸ νόημα καὶ οὐδενὸς προσέδει καὶ ἔδει μεταβῆναι, τὸ δὲ τῇ ὑποστάσει ἀναρτῆσαι ἐν τῷ εἰπεῖν καὶ παθὼν τοιαῦτα ἀκόλουθον ἔσχε τὸ ἐπαγαγεῖν ποδαπά, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με. ἡ ὑπόστασις οὖν τοῦτο δύναται, πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα καὶ περιβολὴν ἐργάσασθαι. καὶ πάλιν ἐν τῷ κατὰ Κόνωνος προϊὼν λέγει καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτεινάν μοι. καὶ τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, καὶ κραυγὴν πολλὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ἀλλʼ ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ, νῦν δὲ ἡ ὑπόστασις τὴν περιβολὴν εἰργάσατο, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν· ἀκολουθεῖ γὰρ τῇ κατὰ τὴν ὑπόστασιν ἀναρτήσει πάντως ἄλλο ἐπαχθῆναι νόημα, [τοσαύτην κραυγὴν ἐποίησαν] ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν. καὶ ἄλλη ὑπόστασις ἐν τῷ λόγῳ, τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, κακῶς με διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ἡ δὲ περιβολὴ ἐκ τῆς ὑποστάσεως οὕτω διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι.περιβολῆς δὲ σχῆμα καὶ τὸ κατὰ τὴν ἀπαρίθμησιν. παράδειγμα δὲ τούτου ἐν τῷ τῆς παραπρεσβείας, ὅπου λέγει τίνων οὖν χρὴ παρὰ πρεσβευτοῦ λόγον λαβεῖν; καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, ὧν ἀπήγγειλεν, ὧν ἔπεισε, τὸ δὲ τῆς περιβολῆς ἐν τῇ ἀπαριθμήσει πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατʼ αὐτῷ. καὶ πάλιν ἑτέρωθι τοῦ χάριν δὴ
ταῦτα διεξῆλθον; πρώτου μέν, ἵνα γνῶτε καὶ μάθητε, δευτέρου δὲ οὐδὲν ἐλάττονος τούτου.καὶ παραλείψεις περιβολὴν ποιοῦσιν, ὡς ἐν τῷ κατὰ Μειδίου, ὅσα μὲν οὖν ἢ τοὺς χορευτάς, ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας, ἠνώχλησεν, ἢ προβαλλόμενος ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, καὶ τὰ ἄλλα πάντα ὅσα τοιαῦτα ἐάσω, καὶ πάλιν ὅτι μὲν γραφὴν λειποταξίου κατεσκεύασε κατʼ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσαντα ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. χρὴ δὲ εἰδέναι ὅτι αἱ μὲν ἀόριστοί εἰσιν παραλείψεις, αἱ δὲ κατʼ εἶδος. ἀόριστοι μὲν αἱ τοιαῦται, πάντα μὲν οὔτʼ ἂν ἔγωγε δυναίμην πρὸς ὑμᾶς εἰπεῖν οὔτʼ ἂν ὑμεῖς βούλοισθε ἀκούειν, ὅσα ἔλαβε παρʼ ἀμφοτέρων δῶρα, μάλιστα δὲ τὸ γένος ποιεῖ. περιβολὴν μὲν οὖν ποιοῦσιν αἱ τοιαῦται ἐν τῷ ἀορίστῳ, αἱ δὲ κατʼ εἶδος παραλείψεις, οἷον Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ. καὶ αἱ μὲν κατʼ ἀρχὰς γίνονται παραλείψεις, ὥσπερ αὕτη Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν, αἱ δὲ ἐπὶ τέλει, ὡς ἐν οἷς λέγει τὰς δὲ ἐπʼ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας. τῶν δὲ ἐπὶ τέλει καὶ αὕτη ἡ παράλειψις περιβολὴν ἔχουσα, πολλὰ δὲ ἔχων καὶ ἄλλα ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶ πεπραγμένα, καὶ εἰσὶν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι ἐπειδὴ δὲ ἔξω τοῦ πράγματος ὑπολαμβάνετʼ εἶναι, ἐάσω. αὐξήσεις δὲ περιβολήν, ἐὰν μὴ ψιλὰς τὰς παραλείψεις λέγῃς, ἀλλὰ καὶ τὰς αἰτιολογίας αὐτῶν προστιθῇς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς
Πελοποννησίους ἅπαντας παρετάξατο ἐν Θήβαις, καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσα ἐν Κύπρῳ ἐποίησε, καὶ μετὰ ταῦτα ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου χώραν, οὐδαμοῦ τὸ τῆς πόλεως ὄνομα οὐδʼ αὑτὸν κατῄσχυνε, καὶ ἡ αἰτιολογία, διʼ ἣν παραλείπει, ὅτι ἀδύνατον κατὰ τὴν ἀξίαν εἰπεῖν, πολλή τε αἰσχύνη λέγοντος ἐμοῦ ταῦτα ἐλάττω φανῆναι τῆς παρʼ ἑκάστῳ περὶ αὐτοῦ δόξης ὑπαρχούσης.