Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

βραχύτης δὲ καὶ συντομία γίνεται κατὰ γνώμην, κατὰ λέξιν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τοῖς ἀναγκαίοις εὐθὺς συμπλέκηται τῶν πραγμάτων, καὶ ὅταν τις μὴ πᾶσιν ὡς προηγουμένοις χρῆται, ἀλλὰ τοῖς μὲν ὡς προηγουμένοις, τοῖς δὲ μὴ οὕτω.

κατὰ λέξιν δὲ γίνεται βραχύτης καὶ συντομία, ὅταν τις μὴ ταῖς παραφραστικαῖς τῶν λέξεων, ἀλλὰ ταῖς εὐθείαις χρῆται, ὅταν μὴ ἐπαγωνίζηται τῇ λέξει τὰ ἰσοδυναμοῦντα παρατιθείς, ἀλλὰ δηλώσας τὸ πρᾶγμα τῇ σημαινούσῃ λέξει εὐθὺς ἀπαλλαγῇ καὶ ἐν ὀλίγῳ, καὶ ὅταν τις μὴ φιλοτιμῆται πρὸς τὴν λέξιν, ἀλλὰ καὶ πρὸς τὰ πράγματα ἀποβλέπῃ.

κολάζεται δὲ ὁ λόγος καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ λέξιν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις μὴ ἐνδιδῷ ταῖς ἔξωθεν ἐπινοίαις, καὶ

ὅταν δὲ συναναγκασθεὶς χρῆσθαί τινι ἐπινοίᾳ, μὴ ἁπλῶς εἰσάγῃ αὐτήν, ἀλλʼ ἐπισημαίνηται ὅτι συνηναγκάσθη, καὶ θεραπεύῃ, καὶ ὅταν τις μὴ ἀπεσχισμένα νοήματα τῶν ὑποκειμένων τιθῇ ἁπλῶς, ἀλλʼ ὡς ἔνι μάλιστα σύνεγγυς.