Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
καὶ αἱ διαστάσεις σεμνότητα ἔχουσιν, οἷον ὅταν εἴπῃ τί οὖν ἐπιχειρεῖ; πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν, τὸ μὲν γὰρ χωρὶς τῆς διαστάσεως τοιοῦτον οἷον ἡγεῖτο γὰρ ὁ Φίλιππος, εἰ μὲν τῆς ἰδίας ἕνεκα ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφʼ ὑμᾶς, οὐδένα προσέξειν αὐτῷ τὸν νοῦν, ἐὰν δὲ τὰς ἐκείνων κοινὰς αἰτίας λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσασθαι, τὰ δὲ οἷστισι δήποτε. τί οὖν; πόλεμον ποιεῖ τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν. τοῦτʼ ἂν ἦν τὸ χωρὶς τῆς διαστάσεως συγκεχυμένον καὶ ταπεινόν, τὸ δὲ ἐξᾶραι εἰς τὴν σεμνότητα ἡ διάστασις ἡ διὰ μέσου, τί οὖν ἐπιχειρεῖ; εἶτα τὸ πρᾶγμα τὸ μετὰ τὴν διάστασιν πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι. καὶ ἑτέρωθι τὸ χείριστον ἐν τοῖς παρεληλυθόσι τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. καὶ ἐνταῦθα τὸ μὲν χωρὶς τῆς
διαστάσεως ἦν ἂν εὐθὺς ἐπαγαγεῖν, οὐδὲν γὰρ τῶν δεόντων ποιούντων ἡμῶν. ποῦ οὖν ἡ διάστασις; ἐν τῷ διὰ μέσου, ἐν ᾧ διαστήσας λέγει τί οὖν τοῦτό ἐστιν· ὅτι οὐδὲν τῶν δεόντων ποιούντων ἡμῶν. ἀλλʼ αὗται μὲν κατὰ πρᾶγμα αἱ διαιρέσεις, τί οὖν ἐπιχειρεῖ, ἢ πάλιν τί οὖν τοῦτό ἐστιν; ἐκεῖναι δὲ ἐκ τῆς αὐτοῦ τινος ἐπικρίσεως, ὅταν λέγῃ, καὶ γὰρ οὕτως ἔχει, ὕβρισμαι μὲν ἐγὼ καὶ προπεπηλάκισται τὸ σῶμα τοὐμὸν τότε. ἀεὶ δὲ παρακολουθεῖ τῇ διαστάσει καὶ τὸ εὐκρινῆ τὸν λόγον ποιεῖν, ἐνιαχοῦ δὲ καὶ σαφῆ. εἰδέναι δὲ χρὴ ὅτι τὰ θεωρήματα τοῦ λόγου πολὺ κάλλος ἐφέλκεται, ἡμεῖς δὲ νῦν ἑνὸς ἐσμὲν τοῦ γενικωτάτου.σεμνότητος δὲ σχῆμα καὶ ὅταν πλαγιασμοῖς τις χρῆται· ὅπου μὲν γὰρ ὀρθοῦται τὰ νοήματα, κόπτεται καθʼ ἓν ἕκαστον ὁ λόγος, καὶ τοῦ καθαρωτέρου μᾶλλον τρόπου τὸ σχῆμα, οὐ τοῦ σεμνοτέρου· διὰ τοῦτο ἐν τῷ πρὸς Λεπτίνην ἕως μὲν ὀρθῶς ὁ Δημοσθένης τὰ νοήματα, καθαρὸς εἶναι δοκεῖ ὁ λόγος, οἷον λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ. ἄλλο νόημα τοῦ αὐτοῦ τρόπου, ἐπειδὴ δὲ τὰ πράγματα ἐκεῖνα κατέστη, πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι τὰ χρήματα ἀπῄτουν. καὶ τὸ ἑξῆς τῷ αὐτῷ τρόπῳ εἰ ὀρθῶς προήγαγεν, οὕτως ἂν εἶπε, λόγοι οὖν ἐγίνοντο, καὶ οἱ μὲν τοὺς ἐξ ἄστεος ἠξίουν ἀποδοῦναι τὰ χρήματα, οἱ δὲ τοὺς ἐκ Πειραιῶς, ἀλλὰ διεφθείρετο ὁ τόνος τοῦ σχήματος καὶ ἡ σεμνότης, διὰ τοῦτο πλαγιάσας λέγει, λόγων δὲ γιγνομένων καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος ἀποδοῦναι κελευόντων, τῶν δὲ τοὺς ἐν Πειραιεῖ τοῦτο πρῶτον τῆς ὁμονοίας σημεῖον ὑπάρξαι. καὶ ἐν ἀρχῇ δὲ τοῦ κατὰ
Φιλίππου πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων περὶ ὧν Φίλιππος ἀδικεῖ. καὶ ἄλλο τι πεπλαγιασμένον ἐπὶ τούτῳ καὶ πάντων εὖ οἶδʼ ὅτι φησάντων γʼ ἄν. καὶ πάλιν ὄντων δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν παρόντων πραγμάτων πᾶσιν ὡς ἐγὼ κρίνω φοβερῶν, οὐδένες μὲν ἐν μείζονι κινδύνῳ τῶν πάντων εἰσὶν ὑμῶν.τοῦτο δὲ πρῶτον τῶν σχημάτων εἰδέναι χρή, ὅτι κοινωνίαν τινὰ ἔχει ἐν τῷ λόγῳ τό τε ἀξίωμα καὶ ἡ σεμνότης· ὅπου γὰρ ἀξίωμα ὁ λόγος προσλαμβάνει, ἐκεῖ καὶ σεμνότητα. ἔστω δὲ ὁ λόγος εἰς τὰ τῆς γνώμης ἔτι τὸ εἰκόσι χρῆσθαι σεμνότητα καὶ ἀξίωμα ἔχοντα τὸν λόγον ἐργάζεται, ὥσπερ ἐν θαλάττῃ πνεῦμα ἀκατάστατον ὡς ἂν τύχῃ κινούμενον, καὶ πάλιν ὥσπερ σκηπτὸς ἢ χειμάρρους ἅπαν τοῦτο τὸ πρᾶγμα εἰς τὴν πόλιν εἰσέπεσεν, καὶ ἑτέρωθι πάλιν ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ ἢ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται οὐδεὶς ἀγνοεῖ.
καὶ τὸ γνωμολογεῖν δὲ τῆς σεμνότητός ἐστιν, οἷον τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται.