Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
καὶ τῶν ἀνθρωπίνων δέ, ὅταν εἰς τὰ προτετιμημένα ἄγῃς, τὸ τιμᾶν γονέας, προγόνους, τοὺς πρώτους καταστήσαντας τὰ νόμιμα, καὶ ἑτέροις τὰ αὐτὰ παραινῇς, καὶ ὅλως τὰ ἐν τῷ βίῳ προτετιμημένα καὶ ταῦτα σεμνότητος μετέχει, οἷον ἐλευθερία, σωφροσύνη, δικαιοσύνη, ὅταν λέγῃς ὅρον καὶ κανόνα τῆς εὐδαιμονίας τὴν ἐλευθερίαν καὶ τὰ ἐξ αὐτῆς πεποιημένα, καὶ ὅλως μυρία ἄν τις ἔχοι τοιαῦτα λέγειν, ἃ καὶ δῆλά ἐστι πᾶσι τοῖς ἐντὸς ἅπαξ τῆς θεωρίας ταύτης.
καὶ τὰ τοιαῦτα σεμνότητος μετέχει, ὅταν περὶ βίου καὶ θανάτου διεξέρχῃ, οἷον πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, ἢ ὅταν λέγῃς καὶ φύσεις διαιρῇς καὶ διορίζῃς, οἷον οὐ γὰρ γένος ἐστὶ φιλίων καὶ πολεμίων.
ἐν οἷς ὁ μέγιστος κίνδυνος ἐν τῷ πολιτικῷ λόγῳ ἢ ἐπακολουθήσαντα καὶ ἐπισπασθέντα τῇ φύσει τῶν ἐννοημάτων, καὶ καθάπαξ ἀποστάντα τῶν ὑποκειμένων διαφθεῖραι [δὲ] τὸ δόκιμον τοῦ λόγου καὶ ὑπόκενον ἐργάσασθαι καὶ γενέσθαι παρόμοιον τοῖς μετεωρολόγοις τῶν σοφιστῶν, ἢ τὸ μέτρον τὸ ἐν τούτοις ἐπισκεψάμενον, εἰς ὅσον ἐξαίρεται ὁ ἀγωνιστικὸς λόγος καὶ οἷστισιν ἀναμιγνύμενος οὐκ ἀμοιρεῖ ἐν τοῖς ὅροις τοῦ
ἀγωνιστικὴν μένειν τὴν σεμνότητα καὶ μὴ διαμαρτεῖν. ταῦτα μὲν οὖν ἐν τοῖς διακούουσι.