Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἡ μὲν οὖν σεμνότης καθολικῶς συνίσταται τριχῇ, κατὰ γνώμην κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. γνώμην δὲ λέγω τὸν νοῦν καὶ τὰ ἐπινοήματα, ἐν οἷς εὑρίσκεται τὰ πράγματα, σχήματα δὲ τὸν τύπον τοῦ λόγου, ἐν ᾧ ἐκφερόμενα τὰ νοήματα ἤτοι τοιόνδε ἢ τοιόνδε τὸν λόγον φαίνεσθαι ποιεῖ. καὶ ταῦτα τὰ πλείστην δύναμιν ἔχοντα ἐν τῷ λόγῳ καὶ ὅσην τὰ ἔμψυχα καὶ κινούμενα παρὰ τὰ ἐναντίως ἔχοντα. ἀπαγγελίαν δὲ λέγω αὐτὴν τὴν λέξιν διʼ ἧς ἀπαγγέλλεται τὰ ἐπινοήματα.

κατὰ δʼ οὖν γνώμην σεμνὸς ἔσται σοι λόγος ἐκ τῶν προτετιμημένων ἐννοημάτων, προτετιμημένα δέ ἐστιν ἑνὶ λόγῳ, ὅταν τις ἐνδόξοις πράγμασι χρῆται, καὶ περὶ ἐνδόξων τι λέγηται, καὶ ὅσα σπάνιά ἐστι καὶ παλαιά. ἔνδοξα δέ ἐστι πρῶτα μὲν τὰ τῶν θεῶν, οἷον ὅταν εἰς τὰ θεῖα ἐπανάγῃς τὰς ἐννοίας, θεῶν εὔνοιαν, τύχης χρηστότητα, οἷον ἐπὶ πολλῶν ἄν τις ἰδεῖν δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν, καὶ ὅσα τοιαῦτα.

καὶ τῶν ἀνθρωπίνων δέ, ὅταν εἰς τὰ προτετιμημένα ἄγῃς, τὸ τιμᾶν γονέας, προγόνους, τοὺς πρώτους καταστήσαντας τὰ νόμιμα, καὶ ἑτέροις τὰ αὐτὰ παραινῇς, καὶ ὅλως τὰ ἐν τῷ βίῳ προτετιμημένα καὶ ταῦτα σεμνότητος μετέχει, οἷον ἐλευθερία, σωφροσύνη, δικαιοσύνη, ὅταν λέγῃς ὅρον καὶ κανόνα τῆς εὐδαιμονίας τὴν ἐλευθερίαν καὶ τὰ ἐξ αὐτῆς πεποιημένα, καὶ ὅλως μυρία ἄν τις ἔχοι τοιαῦτα λέγειν, ἃ καὶ δῆλά ἐστι πᾶσι τοῖς ἐντὸς ἅπαξ τῆς θεωρίας ταύτης.

καὶ τὰ τοιαῦτα σεμνότητος μετέχει, ὅταν περὶ βίου καὶ θανάτου διεξέρχῃ, οἷον πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, ἢ ὅταν λέγῃς καὶ φύσεις διαιρῇς καὶ διορίζῃς, οἷον οὐ γὰρ γένος ἐστὶ φιλίων καὶ πολεμίων.

ἐν οἷς ὁ μέγιστος κίνδυνος ἐν τῷ πολιτικῷ λόγῳ ἢ ἐπακολουθήσαντα καὶ ἐπισπασθέντα τῇ φύσει τῶν ἐννοημάτων, καὶ καθάπαξ ἀποστάντα τῶν ὑποκειμένων διαφθεῖραι [δὲ] τὸ δόκιμον τοῦ λόγου καὶ ὑπόκενον ἐργάσασθαι καὶ γενέσθαι παρόμοιον τοῖς μετεωρολόγοις τῶν σοφιστῶν, ἢ τὸ μέτρον τὸ ἐν τούτοις ἐπισκεψάμενον, εἰς ὅσον ἐξαίρεται ὁ ἀγωνιστικὸς λόγος καὶ οἷστισιν ἀναμιγνύμενος οὐκ ἀμοιρεῖ ἐν τοῖς ὅροις τοῦ

ἀγωνιστικὴν μένειν τὴν σεμνότητα καὶ μὴ διαμαρτεῖν. ταῦτα μὲν οὖν ἐν τοῖς διακούουσι.

νῦν δὲ ἐπανέλθωμεν ἐξ ὧν συνίσταται ἡ σεμνότης ἡ ἀκινδυνοτέρα. ταῦτα δέ ἐστιν αἵ τε ἔνδοξοι πράξεις καὶ τὰ διανοήματα καὶ τῶν ἔργων τὰ σπανιώτατα καὶ παραδοξότατα, οἷον τὸ τὸν Ξέρξην ἐπινοῆσαι τὸν Ἑλλήσποντον ζεῦξαι καὶ διορύξαι τὸν Ἄθων καὶ πλεῦσαι, καὶ Ἀθηναίους ὑπομεῖναι ἐκλιπεῖν τὴν πόλιν καὶ εἰς τὰς ναῦς ἐμβῆναι, καὶ Λακεδαιμονίους βασιλεῖ πύλας ἀποκλεῖσαι. μεγάλα γὰρ ταῦτα καὶ σεμνότητος ἔργα καὶ [τὰ] διανοήματα, καὶ ταῦτα εἰκότως καὶ τὸν λόγον εἰς σεμνότητα ἐξαίρει.

παραδείγματος δὲ ἕνεκα ἔστω νόημα αὐτὸ καθʼ αὑτὸ ἐκ τῆς ἐννοίας σεμνότητος μετεσχηκὸς οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐμ Πλαταιαῖς παραταξαμένους. ἐνταῦθα γὰρ τὸ μὲν ζητούμενον ἦν εἰ δέον ἢ οὐ δέον ἡ πόλις ἐκινδύνευσεν ἐν Χαιρωνείᾳ, εἰ ἡμάρτηται τὸ προελέσθαι τὸν πόλεμον τοῦτον ἢ οὔ. τοῦτό ἐστι τὸ ζητούμενον, καὶ τὸ κατασκευαστικὸν γέγονεν, οὐχ ἡμάρτηται, ὅτι οὐδʼ οἱ πρόγονοι ἥμαρτον οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες. τὸ δὲ καὶ ὀμόσαι ὡς κατὰ θεῶν τῶν προγόνων, τοῦτο ἔχει τὴν ὑπερβολὴν τῆς σεμνότητος, οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων. δῆλον δὲ ὅτι ἐν τοῖς ἐνδόξοις καὶ καθʼ ὑπερβολὴν τῶν ἀγώνων ὁ καιρὸς τῶν τοιούτων ἐννοημάτων, οὐχ ὅταν βλάβης ἢ ἄλλου τινὸς τῶν φαυλοτάτων κρίνωμέν τινα ἢ κρινώμεθα. φαίη δʼ ἄν τις καὶ τὸ τοῦ ὅρκου σχῆμα εἶναι πᾶν· αὐτὸ γὰρ τὸ οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας οὐκ ἔστιν ὅρκος, ἀλλὰ παράδειγμα, οἷον οὐχ ἡμαρτήκατε τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας

ἀράμενοι κίνδυνον, ὥσπερ οὐδʼ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα εἰς παράδειγμα ἀντὶ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισε, πρός τε τὸ λαμπρὸν ἅμα καὶ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβαλών.

καὶ τὸ ἀρχαιολογεῖν δὲ σεμνότητος, οἷον λογιζόμενοι δὲ ὅτι μητέρα Ὀρέστης ἀπεκτονὼς εὐμενῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει. κατὰ γνώμην μὲν οὖν οὕτω γίνοιτʼ ἂν σεμνότης.