Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

δεδώκαμεν ἀφελώμεθα δή που, τὸ δʼ ἐὰν πρὸς τοὺς εὐεργέτας οὑτωσὶ μάλιστα σχῶμεν. καὶ σιωπῶ τὴν εἰς ἀεὶ παραμενοῦσαν αἰσχύνην τῇ πόλει καὶ τὸ κοινὸν ὄνειδος· ὡς οἱ μὲν πρεσβύτατοι τῶν Ἀθηναίων εὖ ποιοῦντες, οὐκ εὖ πάσχοντες, τοὺς φίλους ἐκτῶντο, ἡμεῖς

δὲ πᾶν τοὐναντίον καὶ οὓς ἔσχομεν φίλους ἐχθροὺς καθίσταμεν, τῷ τὰς μὲν παρʼ αὐτῶν εἰς ἡμᾶς ὠφελείας ἀκινήτους εἶναι καθάπαξ βούλεσθαι, οἷς δὲ ἡμεῖς αὐτοὺς ἀμειβόμεθα, ταῦτʼ εὐθὺς ἀνατρέπειν· ἀμφοτέρους καὶ ἡμᾶς αὐτοὺς ὧν εὖ πεπόνθαμεν ἀναξίους ἐντεῦθεν δεικνύντες, κἀκείνους ἀσφαλεστέρους ποιοῦντες πρὸς τὸ μηκέτι τηλικούτοις ἐθέλειν χαρίζεσθαι. καὶ πόσων κρημνῶν καὶ βαράθρων ταῦτʼ ἄξια; ὅταν οἱ τοῦ καλοῦ καὶ

δικαίου παράδειγμα τοῖς ἄλλοις ἅπασιν ὄντες, ἔπειτʼ ἀγνωμοσύνης καὶ ἀπιστίας καὶ τοῦ μεταβάλλειν εἰκῆ καὶ ῥᾳδίως σχῶμεν αἰτίαν, καὶ δόξωμεν μετʼ Εὐρίπου χωρεῖν, καὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν διαφθείρειν καὶ ὅλως τῶν ἐπὶ σκηνῆς ἢ ψάμμου παιζόντων οὐδὲν ἄμεινον ἴσχειν. μᾶλλον δὲ καὶ πολλῷ χεῖρον· εἴπερ οἱ μὲν ὃ προὔθεντο δρῶσι· προὔθεντο δὲ μήποτʼ ἐν ταὐτῷ μένειν, ἀλλὰ

μεταβάλλειν ἑκάστοτε πρὸς τὴν χρείαν ἡμεῖς δʼ ἴσοι καὶ παραπλήσιοι διὰ πάντων ὀφείλοντες εἶναι καὶ ταὐτὰ διὰ τέλους φρονεῖν, ἔπειτʼ ἀμέλει κατὰ τὸν Φάριον ἐθελήσομεν ἐξαλλάττειν Πρωτέα, καὶ τῇ πρὸς τοὺς ἄλλους