Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Ἰφικράτης. μόνος γὰρ οὗτος τῶν εἰς κοινὸν πολιτευσαμένων πλείστας τε καὶ καλλίστας ὑπὲρ ἡμῶν ἑκάστοτε κτησάμενος νίκας, οὐδαμοῦ δὲ ἡττηθεὶς, οὐδὲ τῆς προσούσης εὐψυχίας οὐδὲ καθʼ ὁντιναδήποτε τρόπον ἔλαττον σχὼν, οὐ μόνον παρʼ οὐδενὸς ἐπεσπάσατο φθόνον, ἀλλὰ καὶ ὡς τὰ μέγιστα τὴν πόλιν εὖ πεποιηκὼς παρὰ πάντων βοᾶται, τοῦτο μὲν πρὸς πολλοῖς ἄλλοις καὶ Λακεδαιμονίους οὕτω καταναυμαχήσας ἐν Νάξῳ, ὡς ἑβδομήκοντα δή που τριήρεις καὶ τρισχιλίους αἰχμαλωτοὺς λαβεῖν, τοῦτο δʼ ἑπτακαίδεκα παραστησάμενος πόλεις, δέκα δὲ καὶ ἑκατὸν ἀπὸ τῶν πολεμίων τάλαντʼ ἀποφήνας ἡμῖν, καὶ τὸ ξύμπαν εἰπεῖν θαυμαστὸς διὰ πάντων
φανείς. εἶτα τὸν βέλτιστον μὲν οὕτω τοῖς ὅλοις, ἐπαινούμενον δὲ ὑφʼ ἁπάντων, τοσούτοις δὲ καὶ τηλικούτοις κοσμηθέντα τροπαίοις, ἀήττητον δὲ διαγεγονότα καθάπαξ, μεγίστας δὲ εἰς εὐπορίαν ἀφορμὰς παρασχόντα τῇ πόλει, τοῦτον τοίνυν τῶν μεγίστων ἀξιόχρεων ὄντα καὶ ὑπὲρ πάντας τοὺς ἄλλους τιμᾶσθαι δίκαιον, ἡμεῖς δὲ καὶ ἧς παρὰ πολὺ τῆς αὐτοῦ δόξης ἠξιώκαμεν ἀτελείας ἀποστερήσομεν; καὶ πῶς οὐ δόξει καὶ νῦν καὶ τόθʼ ὑφʼ ἡμῶν τὰ μέγιστα ἀδικεῖσθαι, τότε μὲν τῶν οὐ προσηκόντων τυχὼν, νῦν δʼ, ὦ θεοὶ, καὶ τούτων ἐκπεπτωκώς; ὃς εἰ
μὴ τοιοῦτός τις ἐτύγχανεν ὢν μηδʼ ὧν ἔφην αὐτῷ περιῆν, οἷς οὕτως ὑπὲρ ἡμῶν ἐτελεύτησε δίκαιός ἐστι καὶ διὰ πάντων ὡς εἰπεῖν τῶν ἐκγόνων τιμῆς ἀξιοῦσθαι.