Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
οὗτος περὶ ὧν λέγει δόξαν ᾖ κεκτημένος, σχολῇ γʼ ἂν ὁτῳοῦν τῶν ἁπάντων ἀξιόπιστος δόξαι.
ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Λεπτίνου θαυμάζειν ἔπεισιν, ὅπως πανοῦργος ὢν καὶ δεινὸς πράγμασι χρῆσθαι τοῦτʼ ἠγνόηκεν ὅτι περ οἷς τοὺς ἄλλους ἀφαιρεῖται τὰς δωρεὰς, κατʼ αὐτὸς αὑτοῦ κινεῖ τὸν ἀνάγυρον,
ἑαυτὸν ἀποστερῶν τῶν μεγίστων, παρρησίας καὶ δόξης καὶ λόγων καὶ τοῦ περὶ ὧν ἂν ἑκάστοθʼ αἱρῆται παρελθεῖν εἰς μέσους ἐξεῖναι. οὐ γὰρ ὁ τὴν ἐν πρυτανείῳ σίτησιν ἢ ἀτέλειαν ἢ πλέθρα γῆς ἤ τι τοιοῦτον λαμβάνων, μόνος οὗτος δῶρα λαμβάνει, ἀλλὰ καὶ ὃν ἂν ὁ δῆμος ἀξιώσῃ ταυτησὶ τῆς παρόδου, καὶ οὗτος αὐτὸ τοῦτο δῶρα λαμβάνει· καὶ τοσοῦτον μᾶλλον ταῦτα δεῖ δῶρα καλεῖνἢ ʼκεῖνα, ὅσον ἐκεῖνα μὲν ἀπόδοσις ἂν μᾶλλον δικαίως καλοῖτο ἢ δῶρα, ταῦτα δὲ καθαρῶς ἐστι δῶρα μηδὲν προεισενεγκοῦσι δοθέντα. ὥστε τοῦτον τὸν τρόπον ἀδικήσομεν μὲν τοὺς ἄλλους, ἀφῃρηκότες τὰς δωρεὰς, οὗτος δʼ οὐδέν τι τοιοῦτον ἕξει προΐστασθαι· ἀλλὰ χάριν μὲν ἂν εἰδείη μὴ τοῦτο παθὼν, παθὼν δὲ οὐ δυσχερανεῖ δή που δικαίως, οὐδʼ ὡς ἠδικημένος βοήσεται. μᾶλλον δὲ εἰ μὲν οὐδεὶς τῶν δωρεῶν ἐκπεσεῖται, οὐδὲ σὺ τῶν εἰς τὰς ἐκκλησίας προόδων, εἰ δʼ ἀφαιρεθήσονται ταύτας, καὶ αὐτὸς, εὖ ἴσθι, παραπολαύσεις τοῦ νόμου. ἀπολωλεκὼς δὲ τὸ παρρησίᾳ κεχρῆσθαι καὶ ὃν ἐντεῦθεν τέθεικας νόμον συναπολλύμενον ἕξεις. ταύτῃ δὲ τούτων κεχωρηκότων, σὺ μὲν τὸ λοιπὸν ἄτιμος ἔσει, πάντες δʼ ὡς πρόσθεν τὰς δωρεὰς ἕξουσι πεπαυμένου τοῦ νόμου, καὶ μηδενὸς ἔτʼ εἰσαῦθις ἐμποδὼν ἐσομένου. ἑλοῦ τοίνυν δυοῖν θάτερον, ἢ τὸν νόμον χαίρειν ἐάσας τῆς προσούσης ἔχεσθαι δόξης, ἢ τοῦτον στῆσαι ζητῶν πρὸς τῷ μηδὲν πλέον εἰργάσθαι καὶ ταύτην ἀπολέσαι καθάπαξ.
καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἂν ἔχοις εἰπεῖν, ὡς ἄρα τῶν εὑρομένων τὰς δωρεὰς οἱ μὲν φαῦλοί τινες ὄντες,
οἱ δὲ μικρὰ ἄττα εὖ πεποιηκότες τὴν πόλιν, μειζόνων ἢ προσῆκεν ἠξίωνται. μάλιστα μὲν γὰρ εἰ καὶ διὰ πάντων τοῦτʼ ἦν, πρὸς ἡμῶν μᾶλλον ἂν ἦν. διὰ τί; ὅτι πεφύκαμεν ἐξ ἀρχῆς ὥσπερ τοῖς ἄλλοις πᾶσιν, οὕτω κἀν ταῖς εὐεργεσίαις πάντας ἀνθρώπους νικᾶν. κοινοὺς γοῦν εὐεργέτας πάντες ἡμᾶς ᾁδουσι. νῦν δὲ τοσαῦτα μέν ἐστι τούτων τὰ πλεῖστα καὶ οὕτω πολλοῦ τινος ἄξια ὡς εἰ καὶ μηδαμόθεν ἦσαν περιφανεῖς οἱ ταῦτʼ εἰργασμένοι, ἐξαρκεῖν ἂν αὐτοῖς ἐντεῦθεν διαφερόντως τιμᾶσθαι. τοιοῦτοι δέ τινες οὗτοι καὶ πρὸς τοσοῦτον ἥκοντες τοῦ θαυμάζεσθαι, ὡς μὴ μόνον τὰς δωρεὰς, ἃς παρʼ ἡμῶν ἔσχον, μᾶλλον σεμνύνειν ἢ ὑπʼ ἐκείνων οὗτοι σεμνύνεσθαι, ἀλλὰ καὶ εἰ μή πω κατʼ ἀνθρώπους νενόμισται τὸ τῶν δωρεῶν, διʼ αὐτοὺς ἂν νενομίσθαι· οὓς καθʼ ἕκαστον μὲν διιέναι,οὐ τοὺς ἐπὶ τῶν ἄνω χρόνων λέγω, ἀλλὰ καὶ πάντας τοὺς ἐφʼ ἡμῶν τουτουσὶ, μακρὸν ἂν εἴη καὶ πόρρω τοῦ καθʼ ἡμᾶς δυναμένου. ἑνὸς δὲ μόνου τοῦ χθὲς καὶ πρώην πολλῶν καὶ μεγάλων ἀγαθῶν αἰτίου καταστάντος τῇ πόλει μνησθεὶς, ὑμῖν αὐτοῖς καταλείπω τὴν ψῆφον, εἰ ἄρʼ ἄξιός ἐστιν ἁνὴρ οὐκ ἀτελείας μόνον, ἣν ἔδοτʼ αὐτῷ καὶ παισὶν, οὐδὲ πλείστων ὅσων ἄλλων δωρεῶν καὶ στεφάνων, ἀλλὰ καὶ τοῦ πολλοὺς ἂν ἑτέρους διʼ αὐτὸν εὖ πεπονθέναι.
ἄξιος δὲ καὶ τούτου Χαβρίας, καθάπερ πρόσθεν Τιμόθεος Κέρκυραν ᾑρηκὼς καὶ τὴν μόραν κεκοφὼς
Ἰφικράτης. μόνος γὰρ οὗτος τῶν εἰς κοινὸν πολιτευσαμένων πλείστας τε καὶ καλλίστας ὑπὲρ ἡμῶν ἑκάστοτε κτησάμενος νίκας, οὐδαμοῦ δὲ ἡττηθεὶς, οὐδὲ τῆς προσούσης εὐψυχίας οὐδὲ καθʼ ὁντιναδήποτε τρόπον ἔλαττον σχὼν, οὐ μόνον παρʼ οὐδενὸς ἐπεσπάσατο φθόνον, ἀλλὰ καὶ ὡς τὰ μέγιστα τὴν πόλιν εὖ πεποιηκὼς παρὰ πάντων βοᾶται, τοῦτο μὲν πρὸς πολλοῖς ἄλλοις καὶ Λακεδαιμονίους οὕτω καταναυμαχήσας ἐν Νάξῳ, ὡς ἑβδομήκοντα δή που τριήρεις καὶ τρισχιλίους αἰχμαλωτοὺς λαβεῖν, τοῦτο δʼ ἑπτακαίδεκα παραστησάμενος πόλεις, δέκα δὲ καὶ ἑκατὸν ἀπὸ τῶν πολεμίων τάλαντʼ ἀποφήνας ἡμῖν, καὶ τὸ ξύμπαν εἰπεῖν θαυμαστὸς διὰ πάντων
φανείς. εἶτα τὸν βέλτιστον μὲν οὕτω τοῖς ὅλοις, ἐπαινούμενον δὲ ὑφʼ ἁπάντων, τοσούτοις δὲ καὶ τηλικούτοις κοσμηθέντα τροπαίοις, ἀήττητον δὲ διαγεγονότα καθάπαξ, μεγίστας δὲ εἰς εὐπορίαν ἀφορμὰς παρασχόντα τῇ πόλει, τοῦτον τοίνυν τῶν μεγίστων ἀξιόχρεων ὄντα καὶ ὑπὲρ πάντας τοὺς ἄλλους τιμᾶσθαι δίκαιον, ἡμεῖς δὲ καὶ ἧς παρὰ πολὺ τῆς αὐτοῦ δόξης ἠξιώκαμεν ἀτελείας ἀποστερήσομεν; καὶ πῶς οὐ δόξει καὶ νῦν καὶ τόθʼ ὑφʼ ἡμῶν τὰ μέγιστα ἀδικεῖσθαι, τότε μὲν τῶν οὐ προσηκόντων τυχὼν, νῦν δʼ, ὦ θεοὶ, καὶ τούτων ἐκπεπτωκώς; ὃς εἰ
μὴ τοιοῦτός τις ἐτύγχανεν ὢν μηδʼ ὧν ἔφην αὐτῷ περιῆν, οἷς οὕτως ὑπὲρ ἡμῶν ἐτελεύτησε δίκαιός ἐστι καὶ διὰ πάντων ὡς εἰπεῖν τῶν ἐκγόνων τιμῆς ἀξιοῦσθαι.καὶ γὰρ ἂν εἴη τῶν ἀτόπων τοὺς μὲν ἐν τῷ πολέμῳ τετελευτηκότας αὐτούς τε καθʼ ἕκαστον ἐνιαυτὸν λόγοις ἐπιταφίοις τιμᾶν τούς τε παῖδας αὐτῶν δημοσίᾳ μάλιστα τρέφειν, ἕως ἂν ηὐξηκότες εἰς ἥβην ἀναχωρήσωσιν οἴκαδε μετὰ τῶν πανοπλιῶν· τὸν δʼ ὑπὲρ ἡμῶν καὶ ζῶντα καὶ μέχρι θανάτου κεκινδυνευκότα πολλάκις καὶ τὴν τελευτὴν τῆς προαιρέσεως ἀξίαν ἐπιθέντα τῷ βίῳ, αὐτόν τε δή που καὶ τοὺς υἱεῖς οὐχ ὅσον τῶν ἴσων ἀξιοῦν ἐκείνοις ἐθέλειν, ἀλλὰ καὶ τῶν δοθέντων ἀποστερεῖν, καὶ τοὺς μὲν οὐκ ὀλιγάκις ἐν ταῖς μάχαις ὑπʼ αὐτοῦ πεπονθότας κακῶς οὕτω καὶ πάλαι καὶ νῦν ἄνδρα ἀγαθὸν τοῦτον ἡγεῖσθαι καὶ διαφερόντως τιμᾶν, ὡς καὶ συνήδεσθαι μὲν τούτῳ τῶν ἔργων καὶ τῆς ὑπερφυοῦς εὐψυχίας, σφίσι δʼ αὐτοῖς τὸ τοιούτου δή τινος εὐτυχηκέναι πολίτου συνεύχεσθαι, ἡμᾶς δʼ ὑπὲρ ὧν οὕτω λαμπρῶς παρετάξατο, καὶ οὓς μεγάλοις καὶ θαυμαστοῖς ἤγαλε τοῖς τροπαίοις,
καὶ τὴν ὑπάρχουσαν δόξαν αὐτῷ διαφθείρειν τῷ τοῖς υἱέσιν ἐπηρεάζειν, ὥσπερ ἤτοι μηδʼ ὁτιοῦν ἐκείνου τὴν πόλιν χρηστὸν ἢ τὰ πάντων αἴσχιστα εἰργασμένου.
καὶ μὴν εἰ μὲν, ὅθʼ οὑτοσὶ περιῆν, πᾶσαν ἡντιναοῦν ὑπὸ μεγαλοψυχίας ἀπηξίωσε χάριν καὶ μηδὲν ὧν εἰς ἡμᾶς ἔδρασεν ἐζήτησε πλέον, ἀλλʼ ἀποχρῆν ᾠήθη μόνον τὸ πολλοῦ τινος ἄξιος γεγονέναι τῇ πόλει, ἔδει δή
που τὴν ἀρετὴν ἐκείνου δυσωπηθέντας ἡμᾶς καὶ τὰς ὑπερφυεῖς αὐτοῦ πράξεις ὥσπερ ἔμψυχόν τινα νομίσαντας στήλην φιλοτιμότατα νῦν τῷ ʼκείνου χρῆσθαι παιδὶ, καὶ πρὸς αὐτὸν τοῦτον ἀπομνημονεῦσαι τὴν χάριν, καὶ οὐχ ὅσον ἀτελείας, ἀλλὰ καὶ πολλῶν ἑτέρων αὐτὸν ἀξιῶσαι. νῦν δὲ καὶ αὐτῷ καὶ παιδὶ τῷ αὐτοῦ πάλαι ταυτησὶ μεταδόντες, νῦν ἕτερόν τι βουλεύσεσθε; καὶ πῶς οὐκ ἄτοπον τὴν μὲν ὠφέλειαν τὴν παρʼ ἐκείνου βεβαίανκαθάπαξ καθεστάναι τῇ πόλει, ἃ δὲ τούτου χάριν ἐκείνῳ διανενόησθε, ταῦτʼ εἰς παλινῳδίαν τετράφθαι; Κτησίππῳ μὲν οὖν τῷ Χαβρίου· ὅταν δὲ τοῦτον λέγω, πάντας λέγω καθʼ ὧν ὁ νόμος ἔσθʼ οὑτοσί· οὐδὲν ἔσται πλέον ἀτελείας ἐκπεπτωκότι· ὑμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτῃ περὶ τοὺς εὐεργέτας ὑμῶν διακείμενοι, πλείστων δή τινων ἀνδρῶν καλῶν κἀγαθῶν καὶ δυναμένων εὖ ποιῆσαι τὴν πόλιν ἐν παντὶ τῷ παρασχόντι στερήσεσθε; οὐδεὶς γὰρ οἶμαι τῶν πάντων ἔθʼ ὑπὲρ ὑμῶν διαγωνιεῖται οὐδὲ παρακινδυνεῦσαι βουλήσεται, ὁρῶν τὴν ἀρετὴν παρʼ ὑμῖν ἄμισθον οὖσαν. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, κατὰ τὴν τραγῳδίαν, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον.
οὐ μὴν ἀλλʼ εἰ μὲν εὖ πάσχειν μόνον ἐνῆν, εὖ ποιεῖν δὲ οὐ προσῆν, οὐδὲν ἂν ἦν πρᾶγμα. εἰ δʼ οὐκ
ἔσθʼ ὅπως ἄν τις εὖ πάθοι παρά του μὴ πρότερον αὐτὸς ἢ τοῦτον εὖ ποιήσας ἢ προσδοκώμενός γε ποιήσειν· οὐδὲ πόλις ἂν εὖ πράξαι ποτὲ μὴ τοὺς εὖ πεποιηκότας τιμῶσα. οὐκοῦν καὶ ὑμεῖς, εἰ μὲν εὖ πάσχειν αἱρεῖσθε, εὖ ποιεῖν
καὶ αὐτοὶ τοὺς ἄλλους αἱρεῖσθε, εἰ δὲ διʼ ὧν τὰς δωρεὰς ἀφαιρεῖσθε τοῦτʼ ἀνέλοιτε, μηδʼ ὑμεῖς εὖ πάσχειν αἱρεῖσθε, μηδʼ ὅπερ ἐν τοῖς πρὸς τοὺς ἄλλους τοῦ μηδενὸς ἀξιοῦτε, τοῦτʼ ἐν τοῖς πρὸς ὑμᾶς αὐτοὺς τοῦ παντὸς ἀξιοῦτε. εἰ γὰρ καὶ μάλιστα πάντων εὖ πάσχειν ἡμεῖς δίκαιοι, οὐ μόνον ὅτι μάλιστα πάντων ἐθάδες ἐσμὲν τούτου τοῦ μέρους τὸν ἅπαντα χρόνον, ἀλλʼ ὅτι καὶ πρῶτοι πάντων φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα παρὰ τῶν θεῶν ἀπολελαυκότες ἡμεῖς, τῇ τε τῶν καρπῶνδόσει τῷ τʼ ἔρις καὶ κλῆρος τοῖς πρώτοις τῶν θεῶν γεγενῆσθαι· ἀλλʼ ἐπειδὴ τούτου τυχεῖν οὐχ οἷόν τε μὴ παρόντος ἐκείνου, δεῖ δή που καὶ ἀμφοτέρων ἡμῖν, ἵνα μὴ θάτερον ζητοῦντες οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ πᾶν ἀπολέσωμεν· ἐπειδὴ τὸ εὖ ποιεῖν τε καὶ πάσχειν, εἰ καὶ ἀλλήλων καθάπαξ διῄρηται, ἀλλὰ καὶ ἀλλήλων ἐξ ἀνάγκης ὃν ἔφην τρόπον ἐξῆπται.
ἐγὼ δὲ καὶ τοῦτο λέγω· ὡς εἰ μὲν εὖ ποιοῦντες οὐκ εὖ πάσχειν ἐμέλλομεν, οὐδʼ οὕτως ἂν τὸ εὖ ποιεῖν ὑπὸ μεγαλοψυχίας ἔδει παρεῖναι, ἱκανὸν νομίζοντας κέρδος τὴν παρὰ τῶν εὖ πασχόντων αἰδῶ τε καὶ χάριν. ὅτε δὲ πρὸς τούτῳ καὶ τὸ ἀντʼ εὖ πείσεσθαι προσδοκᾶν ἔστιν,
ἦ που μανία σαφὴς ἡμᾶς αὐτοὺς τῶν τοιούτων ἀποστερεῖν. ἐν μὲν γὰρ τῷ τοὺς ἄλλους ὅτʼ ἔξεστιν εὖ ποιεῖν προθυμεῖσθαι καὶ ἡμᾶς αὐτούς ἐστιν εὖ ποιεῖν, ἐν δὲ τῷ μηδένα τούτων ποιεῖσθαι λόγον ἐν τοῖς μεγίστοις ἡμᾶς αὐτοὺς ζημιοῦν. εἰ δὲ τὸ μὴ βούλεσθαι μὲν εὖ ποιεῖν μέμψεως οὐκ ἀπήλλακται, οὐδέ γε πολὺ μᾶλλον τὸ μὴ τοὺς εὖ πεποιηκότας ἀντευποιεῖν, τῷ καὶ τὰ δεδομένα σφίσιν ἐπιχειρεῖν ἀφελέσθαι, Ἡράκλεις, πᾶς τις ἂν καθʼ ὑπερβολὴν νεμεσήσαι, ὡς μήτε πώποτε παρʼ οἱστισινοῦν τῶν ἁπάντων γεγενημένῳ νῦν τε οὐκ ἂν παρʼ ἡμῖν ἀρχὴν εἰληφότος, νόμων ὄντων καὶ δίκης, καὶ τοῦ κοινῇ διὰ πάντων λυσιτελοῦντος θεῶν βουλομένων ἀεὶ δήποτε νικῶντος τῇ πόλει, καὶ προσέθʼ ἡμῶν τοσοῦτον ἀπεχόντων τοῦ ταῦτα ποιεῖν αἱρεῖσθαι ὡς καὶ τοὺς παρʼ ἡμῶν δωρεὰς εἰληφότας, ἐάν ποθʼ ἡμῖν ἐθελήσωσι ταύτας πάλιν προέσθαι, ἐχθροὺς ἂν τῷ ὄντι νομίσαι, ὡς ἀναξίως ἐν
τούτοις καὶ τοῦ τῆς πόλεως ἤθους καὶ τῶν προγόνων βεβουλευμένους· εἰ δʼ οὐκ ἀνεκτὸν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἤδη, πόσον τι χρὴ νομίζειν ἐκεῖνο;