Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οὗτος περὶ ὧν λέγει δόξαν ᾖ κεκτημένος, σχολῇ γʼ ἂν ὁτῳοῦν τῶν ἁπάντων ἀξιόπιστος δόξαι.

ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Λεπτίνου θαυμάζειν ἔπεισιν, ὅπως πανοῦργος ὢν καὶ δεινὸς πράγμασι χρῆσθαι τοῦτʼ ἠγνόηκεν ὅτι περ οἷς τοὺς ἄλλους ἀφαιρεῖται τὰς δωρεὰς, κατʼ αὐτὸς αὑτοῦ κινεῖ τὸν ἀνάγυρον,

ἑαυτὸν ἀποστερῶν τῶν μεγίστων, παρρησίας καὶ δόξης καὶ λόγων καὶ τοῦ περὶ ὧν ἂν ἑκάστοθʼ αἱρῆται παρελθεῖν εἰς μέσους ἐξεῖναι. οὐ γὰρ ὁ τὴν ἐν πρυτανείῳ σίτησιν ἢ ἀτέλειαν ἢ πλέθρα γῆς ἤ τι τοιοῦτον λαμβάνων, μόνος οὗτος δῶρα λαμβάνει, ἀλλὰ καὶ ὃν ἂν ὁ δῆμος ἀξιώσῃ ταυτησὶ τῆς παρόδου, καὶ οὗτος αὐτὸ τοῦτο δῶρα λαμβάνει· καὶ τοσοῦτον μᾶλλον ταῦτα δεῖ δῶρα καλεῖν

ἢ ʼκεῖνα, ὅσον ἐκεῖνα μὲν ἀπόδοσις ἂν μᾶλλον δικαίως καλοῖτο ἢ δῶρα, ταῦτα δὲ καθαρῶς ἐστι δῶρα μηδὲν προεισενεγκοῦσι δοθέντα. ὥστε τοῦτον τὸν τρόπον ἀδικήσομεν μὲν τοὺς ἄλλους, ἀφῃρηκότες τὰς δωρεὰς, οὗτος δʼ οὐδέν τι τοιοῦτον ἕξει προΐστασθαι· ἀλλὰ χάριν μὲν ἂν εἰδείη μὴ τοῦτο παθὼν, παθὼν δὲ οὐ δυσχερανεῖ δή που δικαίως, οὐδʼ ὡς ἠδικημένος βοήσεται. μᾶλλον δὲ εἰ μὲν οὐδεὶς τῶν δωρεῶν ἐκπεσεῖται, οὐδὲ σὺ τῶν εἰς τὰς ἐκκλησίας προόδων, εἰ δʼ ἀφαιρεθήσονται ταύτας, καὶ αὐτὸς, εὖ ἴσθι, παραπολαύσεις τοῦ νόμου. ἀπολωλεκὼς δὲ τὸ παρρησίᾳ κεχρῆσθαι καὶ ὃν ἐντεῦθεν τέθεικας νόμον συναπολλύμενον ἕξεις. ταύτῃ δὲ τούτων κεχωρηκότων, σὺ μὲν τὸ λοιπὸν ἄτιμος ἔσει, πάντες δʼ ὡς πρόσθεν τὰς δωρεὰς ἕξουσι πεπαυμένου τοῦ νόμου, καὶ μηδενὸς ἔτʼ εἰσαῦθις ἐμποδὼν ἐσομένου. ἑλοῦ τοίνυν δυοῖν θάτερον, ἢ τὸν νόμον χαίρειν ἐάσας τῆς προσούσης ἔχεσθαι δόξης, ἢ τοῦτον στῆσαι ζητῶν πρὸς τῷ μηδὲν πλέον εἰργάσθαι καὶ ταύτην ἀπολέσαι καθάπαξ.