Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἂν ἔμελλον πείσεσθαι μηδὲν ὅλως προεισενεγκόντες; οὓς ἐχρῆν, εἰ μὴ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ἡμετέραν πρὸς ἅπαντας μεγαλοψυχίαν καὶ τὸ πεφυκὸς χαρίζεσθαι, μὴ ταῦτα μόνον εἰς τέλος, ἀλλὰ καὶ πλείω πρὸς τούτοις ἔχειν; τούτων δʼ ὁμοῦ συνιόντων, Ἡράκλεις, εἰς μηδὲν ἐξ αὐτῶν τούτοις ὄνησις ἔσται, ὧν θάτερον ἤρκεσεν ἄν; ἄνευ δὲ τούτων εἰ, ὅτε παρʼ ὑμῶν ἠξιοῦντο τῆς ἀτελείας, ἔφασαν δεδιέναι μὴ μετʼ ὀλίγον αὐτοὺς ταύτην ἀφέλησθε, οὐ μόνον μανίας ἂν εἵλετʼ αὐτοὺς, οὕτως ἔχοντας γνώμης, ἀλλὰ καὶ ὡς τῆς προαιρέσεως ὑμῶν καταψευδομένοις ἐπετιμᾶτε. εἶθʼ ἃ τουτοισὶ δεδιόσιν ἐνεκαλεῖτʼ ἂν, ταῦθʼ ὑμεῖς ἑκόντες ἕλοισθʼ ἂν πεπονθέναι; καίτοι οἱ μὲν τοιαυτὶ προϊσχόμενοι τότε οὐ παντελῶς ἀσύγγνωστʼ ἂν λέγειν ἐδόκουν, ἡμῖν δʼ οὕτω διατεθεῖσιν οὐδʼ ἡτισοῦν παρʼ οὐδενὸς παραίτησις ἔσται, ἀλλὰ καὶ ἀπιστήσουσιν ἅπαντες, εὖ οἶδα, ὁμοῦ μὲν τὴν ἡμετέραν μεγαλοψυχίαν, καὶ πρὸς τοὺς πονηροτάτους
εἰδότες, ὁμοῦ δὲ καὶ τῶν ἀμηχάνων νομίζοντες εἶναι τοὺς τῶν δεόντων πᾶσιν ἁπλῶς καθεστηκότας συμβούλους ἡμᾶς ἔπειτα καθʼ ἡμῶν αὐτῶν συμβούλῳ τῷ Λεπτίνῃ κεχρῆσθαι, ὡς ταῦτʼ ἔχειν ψηφίζεσθαι.
ἀλλʼ ἐκεῖσε πάλιν ἐπάνειμι. εἰ, ὅτʼ αὐτοὺς ἀντευποιεῖν ᾤεσθε δεῖν, οὗτοι τοῦ μὴ μεταβαλεῖν ὅρκους ἀπῄτουν, πάντως ἂν εἴξατε τῇ προκλήσει· ἀχθόμενοι μὲν σφίσι τοῦ μὴ πιστεύεσθαι, ἀπειπεῖν δὲ οὐκ ἔχοντες ὅλως τοῦ μὴ τὸ δέος βεβαιῶσαι καθάπαξ. οὐκοῦν ἄτοπον ἃ τότε τοῖς ὅρκοις ἐπιστώσασθε ἂν, ταῦτα νῦν ἄνευ ὅρκων μὴ ἐθελῆσαι φυλάξαι, καὶ ταῦτα τοῦθʼ ὡς ἀληθῶς κάλλιον ὂν καὶ πρὸς δόξαν μᾶλλον ὑμῖν, εἴπερ τότε μὲν ὑπὸ τῆς τῶν ὅρκων ἀνάγκης ἐδοκεῖτε φυλάττειν, νῦν δὲ καὶ χωρὶς τῆς ἐκεῖθεν ἀνάγκης τοῦτο ποιοῦντες
γνώμης ἀρίστης καὶ μάλισθʼ ὑμῖν προσηκούσης φέροισθʼ ἂν δόξαν. ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θαυμάζειν ἔπεισιν, εἰ διαβαλλόντων μέν τινων ἡμᾶς οὐκ ἂν