Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
μηδενὶ τούτων τὰ τοιαῦτα ξυμβαίνων πῶς ἂν ἔχοι λόγον κἀν τῷ καταλόγῳ τούτων τετάχθαι; μᾶλλον δὲ τοῦτʼ ἂν εἴη γε σῶζον λόγον, εἰ ὃν τρόπον τοὺς μὲν ὡς ὑπὲρ ἡμῶν ὄντας τιμῶμεν καὶ σωτῆρας καὶ καθηγεμόνας τοῦ βίου μετὰ τοὺς θεοὺς ἄγομεν, τὸν αὐτὸν τρόπον καὶ τοῦτον ὡς καθʼ ἡμῶν ὄντα παντάπασι παύσομεν. εἰ γὰρ ἐπανόρθωμα κακῶν ἅπαντες εὖ ἔχοντες νόμοι, ὁ μηδέν τι τοιοῦτον ἰώμενος τὸ παράπαν, ἀλλὰ καὶ στασιάζειν πρὸς τοὺς εὐεργέτας παρασκευάζων τὴν πόλιν, ταυτὸν δὲ εἰπεῖν καὶ αὐτὴν πρὸς αὑτὴν, πῶς οὐκ ἐν Ἐρινύος ἡμῖν ἔσται μοίρᾳ, παραμένων τῷ βίῳ; ἔπειτα καὶ πάνδεινόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τυράννου καὶ νόμων παντάπασιν ἐναντίων ὄντων, καὶ τῶν μὲν τὰ δίκαια πρὸς τοὺς εὐεργέτας ἐκ παντὸς τρόπου ποιεῖν προτρεπόντων, τοῦ δὲ καὶ ἃς εἰλήφεσαν δωρεὰς μετὰ καὶ τῶν ὄντων αὐτῶν προσαποστεροῦντος·
ὃ νῦν Λεπτίνης μηδὲν αἰσχυνόμενος γράφει· ἔπειθʼ ἡμεῖς νομοθέτην τουτονὶ προσεροῦμεν, ἐφʼ ὃν τύμπανα καὶ κύφωνας, τὸ τῆς κωμῳδίας, διὰ ταῦτʼ ἔδει καλεῖν,
ὡς τοῦ τῆς πόλεως καταψευδόμενον ἤθους, καὶ ταύτην ἐκπολεμοῦντα πρὸς οὓς ἥκιστʼ ἐχρῆν;ἡδέως δʼ ἄν σου, Λεπτίνη, πυθοίμην, ἐὰν ἣν παρά του χάριν εἰλήφεις, ταύτην ἔπειτʼ ἀφαιρεθῇς, πότερον δυσχερανεῖς ἢ μή; μᾶλλον δὲ εἰ μὲν, ὅτε ταύτην εἰλήφεις, οὐ προσεῖχες ὅλως τὸν νοῦν, πρῶτον μὲν οὐκ οἶδʼ ὅτου χάριν εἰλήφεις· οὐ γὰρ οἷόν τε ταύτην λαβεῖν μὴ περὶ πλείστου ποιούμενον. πλὴν, εἰ βούλει, δεδόσθω μήτε τότε μηδένα ταυτησὶ πεποιῆσθαι λόγον μήτε νῦν