Orationes 53
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ταύτη μάλιστα καταψεύδει Λεπτίνου, ὡς ἐν τῷ δυσμεναίνειν ἰδία τισὶν οὐ τῷ τῆς πόλεως προνοεῖσθαι, τεθεικότος τὸν νόμον· ἐπεὶ ὅτι γε τοῦτʼ ἐστὶ καὶ οὐχ ὧν αὐτὸς ἕνεκα φάσκεις ἐπὶ ταῦτα προήχθη δῆλον ἐντεῦθεν· πρῶτον μὲν ὅτι πᾶς ὁτῳοῦν χαλεπαίνων κατʼ αὐτοῦ μόνου χρῆται τοῖς λόγοις, καὶ τοῦτʼ ἀντὶ πάντων ἐσπούδακεν, ὅπως βέλτιστον μὲν ἑαυτὸν διὰ πάντων, ἐκεῖνον δὲ παμμίαρον καὶ κάκιστον ἀνθρώπων ἀποφανεῖ, ἐλέγχων, ἐγκαλῶν, διαβάλλων, πᾶσιν οἷς ἔξεστι κατατρέχων, οὐ μέντοι μὰ Δία νομοθετῶν. οὐ γὰρ οἷόν τε ταῦθʼ ὁμοῦ συνελθεῖν, νόμον καὶ τὸ γεγράφθαι· τὸ μὲν γὰρ ἔλεγχός ἐστι καὶ διαβολὴ πονηρίας καὶ τοῦ κακόν τινα εἶναι, ὁ δὲ κοινή τις πρὸς μὲν
τὰ βέλτιστα προτροπὴ, τῶν δὲ χειρίστων ἀπαγωγὴ, ὡς τὰ μὲν φεύγειν, τὰ δʼ αἱρεῖσθαι. πῶς οὖν ἤμελλε δή που Λεπτίνης ἀφεὶς οἷς ἐγκαλεῖν εἶχεν ἐπεξιέναι, τούτοις ὅπως ἔσονται βέλτιστοι παραινεῖν, καὶ οὓς κακῶς πεπονθότας ἥδιστʼ ἂν εἶδε, τούτων ὡς ἑταιροτάτων τε καὶ φιλτάτων ἀντιποιεῖσθαι; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. εἰ δʼ ὁ μὲν ὅπως μηδεὶς ἀτελὴς εἴη τῶν πάντων θέμενος νόμον αἰτιώτατος ἄλγους τοῖς ἀτελείας κεκτημένοις κατέστη, σὺ δʼ ἐντεῦθεν ῥᾷστα συλλογίζει τὸ μῖσος, ὥρα σοι καὶ περὶ πάντων ὡς εἰπεῖν τῶν νομοθετῶν ταῦτʼ ἐψηφίσθαι, καὶ δίκην ἀπεχθείας καὶ τούτοις λαχεῖν, ὅτι σωφροσύνης πέρι καὶ δικαιοσύνης καὶ τῶν ἄλλων διεξιόντες οὐ πᾶσιν ἁπλῶς εἰσι δή που κεχαρισμένοι, ἀλλὰ τοῖς εὖ ἥκουσι τρόπων· ὡς τούς γε πονηροτάτους καὶ τἀναντία τοῖς νενομισμένοις φρονοῦντας οὐδʼ ἔστιν εἰπεῖν ὅπως ἀηδῶς ἔχουσι τούτοις.ἔπειτα εἴ σέ τις, ὦ Δημόσθενες, ἔροιτο, τίνες ποθʼ οὗτοι, οὓς δυσχεραίνων Λεπτίνης τὸν νόμον ἔγραψεν, οὐκ ἄν μοι δοκεῖς ἔχειν εἰπεῖν. ἀλλʼ ὅτι μὲν εἰσὶ τινὲς ἁπλῶς οὕτως εἰρήκεις, τίνες δὲ οὗτοι λέγειν
οὐκέτʼ ἀξιοῖς· οὐ τῷ μὴ βούλεσθαι Λεπτίνην ἐκ περιουσίας ἐλέγχειν, ἀλλὰ τῷ μηδέν τι περὶ αὐτῶν σαφὲς ἔχων εἰπεῖν, ἔπειτʼ ἐκ περιουσίας αὐτὸς ἐληλέγχθαι βούλεσθαι. οὐ γὰρ ἂν, εἰ εἶχες ὀνομαστὶ τούτων μεμνῆσθαι, σιγᾶν ἠνέσχου, οὐδʼ ἂν παρόντων ἐφείσω, ὁ καὶ μὴ παρόντων ὡς ἂν παρόντων εἰς τοὺς περὶ τούτων λόγους ἐμπίπτων· οὐ μόνον ὅτι πάντων μάλιστα τὰ τοιαῦτʼ αὐτὸς ἑτοιμότατος εἶ, ἀλλʼ ὅτι σοι καὶ τοῦτο πρὸς τὸν ἀγῶνα τὸν σὸν συνήρατʼ ἂν οὐ μικρῶς. νῦν δʼ οἷς ἀνωνύμως προήνεγκας οὐ μόνον ἀπειθοῦντας ἅπαντας ἔχεις, ἀλλὰ καὶ δόξαν παρέχεις μηδʼ ὅλως τούτους αὐτοὺς εἶναι, ἀλλʼ ὑπὸ σοῦ συντεθεῖσθαι. οὕτω διὰ μὲν τοῦ μεμνῆσθαι μόνον προστρίψασθαι δόξαν οὐ καλὴν ἐθέλων Λεπτίνῃ, διὰ δʼ αὖ τοῦ μὴ πρὸς ὄνομα φάσκειν αὐτὸς τὸν ἔλεγχον φεύγων, ἔλαθες, ὦ Δημόσθενες, καὶ σαυτὸν ὡς οὐκ ἀληθῆ λέγεις
ἐλέγξας καὶ Λεπτίνην ὡς ἀληθῶς, ἀλλʼ οὐχ ἡττώμενος πάθους εἰσῆχε τὸν νόμον. καὶ τὴν μὲν ἐκ Μιλήτου φασὶ Διοτίμαν, ἐπεὶ δέκα ἔτη ἀναβαλέσθαι τῇ πόλει δυνηθεῖσα τῆς νόσου οὐχ οἵα θʼ ὑπῆρξε καὶ τὸ πᾶν ἐξειργάσθαι, οὐδὲ τοῦτʼ εἰργάσθαι νομίσαι, οὐδὲ γενέσθαι τοῖς πράγμασιν ἐν καιρῷ, ὥστε διχόθεν αὐτὴν βεβοῆσθαι, ἔκ τε ὧν ἠδυνήθη τοσοῦτον ἔκ τε ὧν ὅπως οὐ τὸ πᾶν ἠδυνήθη, ἡ δʼ ὥσπερ μηδὲν ἐπιδεδειγμένη οὕτω δυσχεραίνουσα ἦν· σὺ δὲ τοσοῦτον χρόνον νοσοῦσαν ἐξ ἀτελείας τὴν ἐνεγκαμένην ὁρῶν οὔτʼ αὐτὸς ᾤου δεῖν ταύτης ἀπαλλάξαι τῆς νόσου καὶ ταῖς τῶν λόγων ἐπῳδαῖς ὡς εἰκὸς ὑπὲρ ταύτης κεχρῆσθαι, ῥᾴδιον ὂν παντὸς μᾶλλον, τόν τε καλὸν κἀγαθὸν τουτονὶ Λεπτίνην κάλλιστα πάντων καὶ τῇ τῶν θεῶν τοῦτʼ εἰργασμένον προνοίᾳ ἥδιστα ἂν, εἴπερ ἦν, εἰς τοὺς Σικελικοὺς ὤσας κρατῆρας, πανταχόθεν ἐπιχειρῶν τοῦτον ἐλαύνειν καὶ πᾶσιν οἷς ἔξεστιδιαβάλλων, ὅπως τὸν μὲν, ὦ θεοὶ καὶ νόμοι, δοῦναι δίκην παρασκευάσῃς, ὡς διʼ ὧν εἰσηγεῖται τοῖς πράγμασι δυσμενῆ· ἀτέλειαν δʼ ὥσπερ τινὰ φυγάδα καὶ ὑπερόριον καταγαγεῖν αὖθις τῇ πόλει, προπίνων ἐντεῦθεν Κτησίππῳ τὸ ταύτης συμφέρον.
ἀλλὰ γὰρ τὸ προσγράψαι, φησὶ, μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι, ἢ θανάτου τὸν τἀναντία γεγραφότα τιμᾶσθαι, οὐ μόνον τυράννου δίκην τὸ ταῦτʼ ἔχειν συνήθως ἐν τῷ τοῦ καιροῦ φιλοτιμεῖσθαι καλοῦντι, ἀλλὰ καὶ τὸ κατʼ ἐξουσίαν ἀνῃρήκει τῇ πόλει. εἰ μὲν οὖν καθάπαξ ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, Λεπτίνης μεγαλοψυχίας ἀπείργει, ὡς μήτε τοὺς εὐεργέτας ἀντευποιεῖν οἵους τʼ εἶναι μήθʼ ὅλως τοὺς εὖ πάσχειν ἀξίους τοῖς γιγνομένοις δωρεῖσθαι, ἀγνωμοσύνης ἂν εἰκότως φέροιτο μέμψιν καὶ τοῦ μηδέν τι τῶν δεόντων συμβεβουλευκέναι δύνασθαι, καὶ δεῖ τοῦδε τῷ νόμῳ νόμων ἐξούλης λαχεῖν. εἰ δὲ πλὴν ἀτελείας πάντων εἶναι λέγει κυρίους, καὶ σίτησιν ἐν πρυτανείῳ καὶ συνοικίας καὶ ἀρχὰς καὶ γῆς πλέθρα καὶ πάντα
τὰ τοιαῦθʼ οἷς ἔξεστι νέμειν, ποῦ ταῦτʼ ἐστὶν ἐγκαλεῖσθαι δίκαιος; ὥσπερ ἂν εἰ καὶ ἰατρὸν ἠξίους κακίζειν, ὡς ἀσιτίαν παντελῆ τοῖς κάμνουσιν ἐπιτάττει, παρὰ τὸ μὴ συγχωρεῖν τοῖς βλάπτουσι χρῆσθαι· ἢ καὶ γεωργὸς ἐδόκει σοι φαῦλος καὶ ταῖς ἀρούραις παντάπασι πολεμῶν ὁ τῶν λυμαινομένων ἐκκαθαίρων τὴν βλάστην. ἐγὼ δὲ καὶ τοῦτο λέγω, ὡς εἰ μὲν παρανόμων, ὦ Δημόσθενες, γράφει τὸν νόμον, τί περὶ τοῦ μέλλοντος δυσχεραίνεις; αὐτὸ γὰρ τοῦτο τὸ παρανομοῦντʼ αὐτὸν εἶναι τὸ μηδὲ τὸ παράπαν εἶναι τοῦτόν ἐστι· μάταιον οὖν περὶ τοῦ μὴ νῦν ὄντος ὡς ἔτʼ ἐσομένου φροντίζειν· εἰ δʼ εὖ ἔχειν τοῦτον ὁμολογεῖς, καὶ τὸ μηκέτʼ ἂν ἐξεῖναι λελύσθαι τοῦτον οὐδὲν ἧττον προσωμολόγηκας· οὐ γὰρ δὴ νῦν μὲν φήσεις τοῦτονλυσιτελεῖν, ὕστερον δὲ οὐκέτι, ἀλλὰ τὸν αὐτὸν διὰ τέλους εἶναι προσῆκεν, εἴ γε μέλλει ταῖς ἀληθείαις τὸ πρόσρημα σώζειν.
ἐκεῖνο δʼ ἴσως ἐρεῖς, ὡς εἰ τῷ νόμῳ τὸ δίκαιον πρόσεστι, καὶ σύνοιδε Λεπτίνης βεβαίως καὶ ἀσφαλῶς ἔχοντι, τοῦ χάριν καὶ τῆς εἰσέπειτʼ ἀσφαλείας προσδεῖν τούτῳ νομίζει; οὐδεὶς γὰρ τῶν νομοθετῶν περὶ ὧν ἔθεσαν νόμων ταύτην ἔσχον τὴν γνώμην, οὐδʼ ἐγγὺς, ἀλλʼ ἀποχρῆν ᾤονθʼ αὑτοῖς, εἰ μετὰ τοῦ δικαίου πᾶσι προσφέροιντο. νῦν δʼ οἷς αὐτὸς μόνος τὰ τοιαῦτα διανοεῖ ἔοικας οὐκ ἀγαθὴν περὶ τοῦ νόμου δόξαν κεκτῆσθαι. ὡς μὲν οὖν ὁ νόμος κάλλιστα καὶ δικαιότατα καὶ ἀσφαλέστατα πάντων ἔχων κοινοφελές ἐστιν ἀγαθὸν, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἐξ ὧν ἔφην γέγονε δῆλον, ἀλλὰ καὶ οἷς ἐδείξαθʼ ὑμεῖς, τῷ τοιοῦτον εὐθὺς ὁρμῇ τινι θεοφορήτῳ καὶ ὅλῳ καὶ παντὶ δεδέχθαι θυμῷ, ὡς καὶ τῆς συνήθους χειροτονίας καὶ ψήφου κοινῆς αὐτὸν ἀξιῶσαι. ὅτι δὲ οὐκ ἄπο λόγου καὶ τὸ τοῖς μὲν ἄλλοις ἅπασι νόμοις μηδὲν μηδʼ ὁτιοῦν προσγεγράφθαι, αὐτῷ δὲ μόνῳ τοῦτʼ ἐκ περιουσίας ὑπάρξαι, οὐχ ὅπως εἴσεσθε σαφῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ φήσετʼ, εὖ οἶδα, μὴ χρῆναι ταῦτʼ ἄλλως ἢ τοῦτον ἐσχηκέναι τὸν τρόπον, εἰ τὰς αἰτίας ἀμφοῖν λογιεῖσθε.
εἰ γὰρ δὴ Σόλων μὲν καὶ Λυκοῦργος καὶ ὅστις ἕτερος τῶν νομοθετῶν, οὐδεμιᾶς τινος ἐπικειμένης ἀνάγκης, ἀλλʼ ἀπὸ δημοτικωτάτου τῆς γνώμης ἐπὶ τοὺς νόμους ἧκον καὶ τὰς κοινὰς εἰσηγήσεις, Λεπτίνης δʼ ὑπʼ ἀνάγκης καὶ τοῦ μηκέθʼ οἷός τε εἶναι κινδυνεύουσαν ὁρᾶν ἐξ ἀτελείας τὴν πόλιν. καὶ οἱ μὲν οὐδένα τῶν πάντων διʼ ὧν ἐνομοθέτουν ἐλύπουν· οὐδὲ γὰρ οὐδὲ γερῶν ἀπεστέρουν· ὁ δὲ πᾶν τοὐναντίον πολλοὺς καὶ παντοδαποὺς τοὺς ταύτης διὰ τὸν νόμον ἐκπεπτωκότας ἐκπεπολεμωκὼς ἑαυτῷ· οὔτʼ ἐκείνους ἐχρῆν, διὰ τὸ μηδὲ τηνικαῦτα τοὺς ἀντιλέγοντας ἴσχειν, πρόνοιαν τοῦ μέλλοντος ἡντινοῦν πεποιῆσθαι·οὔκουν οὐδὲ πεποίηνται· οὔτε τούτῳ, διὰ τὸ πολλούς τινας τούτους κεκτῆσθαι, σεσιγῆσθαι τὸ μέλλον· οὔκουν οὐδὲ σεσίγηται· ἀλλʼ ὥσπερ τις ἄριστος ἰατρὸς, οὐ νόσους ἀκούμενος μόνον, ἀλλὰ καὶ φάρμακα ἄττα πρὸς τὸ μέλλον ἐπιδιδοὺς, καὶ προσέτι κελεύων μὴ διʼ ὧν ἡ νόσος ἐπῄει σιτίων, τούτων μηδʼ ὁπωστιοῦν διὰ βίου μετέχειν ἐξεῖναι, ἐφʼ ᾧ μὴ τῶν αὐτῶν καὶ αὖ πεπειρᾶσθαι· ὣς δὲ καὶ Λεπτίνης γράψας μηδένα εἶναι ἀτελῆ, ὁ δὲ μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι προσγράφει, τό τε νῦν εἶναι τό τʼ εἰσαῦθις εἶναι καθάπαξ ἀσφαλιζόμενος, καὶ τὰ μὲν τῆς πόλεως ἀεὶ προμηθούμενος, τὰ δὲ καὶ τοὺς εἰς νέωτα παραπλησίους Δημοσθένει τὰ τοιαῦτʼ ἐσομένους ἀνείργων. εἰκὸς γὰρ, εἰκὸς, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὸν ἀεὶ χρόνον καὶ χρηστοὺς καὶ φαύλους ἐνεῖναι τῇ πόλει. εἰ δὲ καὶ τυραννίδος εἰς θέσιν νόμων ἐδέησεν εἱστισοῦν, τί καινὸν εἰ καὶ τῆς εἰσέπειτʼ ἀσφαλείας ὑπὲρ τοῦ κοινῇ λυσιτελοῦντος ἐδεήθη Λεπτίνης; ἀλλʼ οὐ περὶ τῷ νόμῳ μὰ τοὺς θεοὺς, ὡς ἄν τις φαίη, δεδιώς· ὁ γὰρ παρʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς ὑμετέρας ψήφου παντὸς μᾶλλον ἐπὶ τῷ βέλτιστος εἶναι τὸ συγκεχωρηκὸς ἐσχηκὼς, τί παρὰ τοῦτο ὄφελος, ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα ληρῇ;
οὕτως, ὦ Δημόσθενες, ἃ μὲν ὑπὲρ αὐτὸς σαυτοῦ λέγειν ἐδόκεις, ταῦθʼ ὑπὲρ Λεπτίνου λέγων ὡς κάλλισθʼ εὑρέθης· καὶ οἷς τοῦτον αἱρήσειν ἤλπισας, τούτοις αὐτὸς καθάπαξ ἑάλως. καὶ ἀτελείας μὲν, ὑπὲρ ἧς πάντʼ αὐτὸς καὶ ποιεῖν καὶ λέγειν ᾥου δεῖν, ταύτης οὐδὲν ἐξωλέστερον ὦπται· ὃν δʼ εἰσενήνοχε νόμον Λεπτίνης, τούτου μηδὲν ἀναγκαιότερον χρῆσθαι. ὥστε σοι καὶ χάριν ἂν εἰκότως ἔχοι Λεπτίνης οἷς ὅτι πλέον ἐντεῦθεν τοῦτον σεμνύνεις ἢ εἰ συνειρήκεις τὸ ἐξ ἀρχῆς. τότε μὲν γὰρ καὶ χαρίζεσθαι ἂν ἴσως ἐδόκεις καί τις ἀφῆκε βέλος ἐξ ἀφανοῦς, νυνὶ δὲ ἀνύποπτος ἡ μαρτυρία, ὡς ἄρα τῶν βελτίστων καὶ λυσιτελεστάτων ἁνὴρ, τῷ καὶ παρὰ τῶν ἐχθρῶν αὐτῷ ταῦτʼ ἐψηφίσθαι.