Orationes 53
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
μὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον πρὶν τὸν παλαιὸν τοῦτον ἔλυσε γραψάμενος· νῦν δὲ μαρτυρίαν καθʼ ἑαυτοῦ καταλείπων ὅτι παρανομεῖ τουτονὶ τὸν νόμον ὅμως ἐνομοθέτει, καὶ ταῦτα ἑτέρου κελεύοντος νόμου καὶ κατʼ αὐτὸ τοῦτο ἔνοχον εἶναι τῇ γραφῇ, ἐὰν ἐναντίος ᾖ τοῖς πρότερον κειμένοις νόμοις. χρὴ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλιστα χρὴ τὰ τοιαῦθʼ οὕτως περαίνειν καὶ τοῦτον τὸν τρόπον αἱρεῖσθαι νομοθετεῖν, καὶ τὸν μὴ ταύτῃ γε παρεσκευασμένον, ἀλλʼ ὁμόσε χωροῦντα πρῶτος ἔγωγʼ αὐτὸς ἕλοιμʼ ἂν παρανόμων, ὅτι μὴ συνίδοι τὸ δέον. ἀλλʼ οὐ Λεπτίνης τοιοῦτος. πόθεν; πολλοῦ γε καὶ δεῖ· εἰ μὲν γὰρ ἀτέλειαν ὁ νόμος ἐκέλευεν εἶναι, ὁ δʼ οὐ προσεῖχεν, ἀλλὰ καὶ πρὶν ἢ λελυκέναι τὸν νόμον καὶ δεῖξαι μὴ καλῶς εἰρηκότα τἀναντία νομοθετεῖν αὐτὸς ᾤετο χρῆναι,
μαρτυρίαν καθʼ ἑαυτοῦ καταλείπει ὅτι παρανομεῖ. νῦν δὲ οὔτε νόμος ἦν ὁ κελεύων οὔθʼ οὗτος δή που παρανομεῖ τοιαῦτα νομοθετῶν· οὐ μᾶλλόν γε ἢ Σόλων ὁ παλαιός· ἀλλʼ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ τἀναντία τοῖς φανεροῖς φρονῶν καὶ τὸ μὲν κοινῇ σῶζον τὴν πόλιν οὐ μὰ Δία σκοπῶν, ὃ δὲ πρὸς ὀλέθρου ταυτηὶ καθειστήκει, πᾶσαν εἰσφέρων ὑπὲρ τούτου σπουδὴν, καὶ τῷ τοῖς λόγοις ᾗ βούλεται δύνασθαι χρῆσθαι νῦν μὲν πρὸς τὸ δοκοῦν ἑαυτῷ μεμνημένος τῶν νόμων, νῦν δὲ τοὺς οὐκ ὄντας νόμους εἰς νόμους τιθείς· ὁποῖος αὐτὸς εἶ. ὥσθʼ ὅταν ταῦτʼ, ὦ Δημόσθενες, λέγῃς, σαυτοῦ κατηγορεῖς, οὐ Λεπτίνου, εἴ γε ὁ μὲν οὐ νόμου δή τινος περὶ ἀτελείας κειμένου, ἀλλʼ ἔθους χθὲς καὶ πρώην, ὦ Ζεῦ, εἰσκεκωμακότος τῇ πόλει τὸν ὑπὲρ τῆς πολιτείας τοῦτον εἰσήνεγκε νόμον, ὃν κάλλιστον καὶ δικαιότατον πάντες ἂν φαῖεν· σὺ δʼ αὐτὸν ἐλέγχειν ἐπιχειρῶν οὐ νόμῳ τοῦτο ποιεῖς, ἀλλὰ κενοῖς τισι λόγοις καὶ μύθοις παράγων, νόμων μὲν καὶ ἀληθείας καθάπαξ ἀποστατοῦσι, ψεύδους δὲ καὶ παρανομίας μεστοῖς, κἂν χρησμῶν οὐδὲν ἧττον τούτοις αὐτὸς ἰσχυρίζῃ.καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ταύτη μάλιστα καταψεύδει Λεπτίνου, ὡς ἐν τῷ δυσμεναίνειν ἰδία τισὶν οὐ τῷ τῆς πόλεως προνοεῖσθαι, τεθεικότος τὸν νόμον· ἐπεὶ ὅτι γε τοῦτʼ ἐστὶ καὶ οὐχ ὧν αὐτὸς ἕνεκα φάσκεις ἐπὶ ταῦτα προήχθη δῆλον ἐντεῦθεν· πρῶτον μὲν ὅτι πᾶς ὁτῳοῦν χαλεπαίνων κατʼ αὐτοῦ μόνου χρῆται τοῖς λόγοις, καὶ τοῦτʼ ἀντὶ πάντων ἐσπούδακεν, ὅπως βέλτιστον μὲν ἑαυτὸν διὰ πάντων, ἐκεῖνον δὲ παμμίαρον καὶ κάκιστον ἀνθρώπων ἀποφανεῖ, ἐλέγχων, ἐγκαλῶν, διαβάλλων, πᾶσιν οἷς ἔξεστι κατατρέχων, οὐ μέντοι μὰ Δία νομοθετῶν. οὐ γὰρ οἷόν τε ταῦθʼ ὁμοῦ συνελθεῖν, νόμον καὶ τὸ γεγράφθαι· τὸ μὲν γὰρ ἔλεγχός ἐστι καὶ διαβολὴ πονηρίας καὶ τοῦ κακόν τινα εἶναι, ὁ δὲ κοινή τις πρὸς μὲν
τὰ βέλτιστα προτροπὴ, τῶν δὲ χειρίστων ἀπαγωγὴ, ὡς τὰ μὲν φεύγειν, τὰ δʼ αἱρεῖσθαι. πῶς οὖν ἤμελλε δή που Λεπτίνης ἀφεὶς οἷς ἐγκαλεῖν εἶχεν ἐπεξιέναι, τούτοις ὅπως ἔσονται βέλτιστοι παραινεῖν, καὶ οὓς κακῶς πεπονθότας ἥδιστʼ ἂν εἶδε, τούτων ὡς ἑταιροτάτων τε καὶ φιλτάτων ἀντιποιεῖσθαι; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. εἰ δʼ ὁ μὲν ὅπως μηδεὶς ἀτελὴς εἴη τῶν πάντων θέμενος νόμον αἰτιώτατος ἄλγους τοῖς ἀτελείας κεκτημένοις κατέστη, σὺ δʼ ἐντεῦθεν ῥᾷστα συλλογίζει τὸ μῖσος, ὥρα σοι καὶ περὶ πάντων ὡς εἰπεῖν τῶν νομοθετῶν ταῦτʼ ἐψηφίσθαι, καὶ δίκην ἀπεχθείας καὶ τούτοις λαχεῖν, ὅτι σωφροσύνης πέρι καὶ δικαιοσύνης καὶ τῶν ἄλλων διεξιόντες οὐ πᾶσιν ἁπλῶς εἰσι δή που κεχαρισμένοι, ἀλλὰ τοῖς εὖ ἥκουσι τρόπων· ὡς τούς γε πονηροτάτους καὶ τἀναντία τοῖς νενομισμένοις φρονοῦντας οὐδʼ ἔστιν εἰπεῖν ὅπως ἀηδῶς ἔχουσι τούτοις.ἔπειτα εἴ σέ τις, ὦ Δημόσθενες, ἔροιτο, τίνες ποθʼ οὗτοι, οὓς δυσχεραίνων Λεπτίνης τὸν νόμον ἔγραψεν, οὐκ ἄν μοι δοκεῖς ἔχειν εἰπεῖν. ἀλλʼ ὅτι μὲν εἰσὶ τινὲς ἁπλῶς οὕτως εἰρήκεις, τίνες δὲ οὗτοι λέγειν
οὐκέτʼ ἀξιοῖς· οὐ τῷ μὴ βούλεσθαι Λεπτίνην ἐκ περιουσίας ἐλέγχειν, ἀλλὰ τῷ μηδέν τι περὶ αὐτῶν σαφὲς ἔχων εἰπεῖν, ἔπειτʼ ἐκ περιουσίας αὐτὸς ἐληλέγχθαι βούλεσθαι. οὐ γὰρ ἂν, εἰ εἶχες ὀνομαστὶ τούτων μεμνῆσθαι, σιγᾶν ἠνέσχου, οὐδʼ ἂν παρόντων ἐφείσω, ὁ καὶ μὴ παρόντων ὡς ἂν παρόντων εἰς τοὺς περὶ τούτων λόγους ἐμπίπτων· οὐ μόνον ὅτι πάντων μάλιστα τὰ τοιαῦτʼ αὐτὸς ἑτοιμότατος εἶ, ἀλλʼ ὅτι σοι καὶ τοῦτο πρὸς τὸν ἀγῶνα τὸν σὸν συνήρατʼ ἂν οὐ μικρῶς. νῦν δʼ οἷς ἀνωνύμως προήνεγκας οὐ μόνον ἀπειθοῦντας ἅπαντας ἔχεις, ἀλλὰ καὶ δόξαν παρέχεις μηδʼ ὅλως τούτους αὐτοὺς εἶναι, ἀλλʼ ὑπὸ σοῦ συντεθεῖσθαι. οὕτω διὰ μὲν τοῦ μεμνῆσθαι μόνον προστρίψασθαι δόξαν οὐ καλὴν ἐθέλων Λεπτίνῃ, διὰ δʼ αὖ τοῦ μὴ πρὸς ὄνομα φάσκειν αὐτὸς τὸν ἔλεγχον φεύγων, ἔλαθες, ὦ Δημόσθενες, καὶ σαυτὸν ὡς οὐκ ἀληθῆ λέγεις
ἐλέγξας καὶ Λεπτίνην ὡς ἀληθῶς, ἀλλʼ οὐχ ἡττώμενος πάθους εἰσῆχε τὸν νόμον. καὶ τὴν μὲν ἐκ Μιλήτου φασὶ Διοτίμαν, ἐπεὶ δέκα ἔτη ἀναβαλέσθαι τῇ πόλει δυνηθεῖσα τῆς νόσου οὐχ οἵα θʼ ὑπῆρξε καὶ τὸ πᾶν ἐξειργάσθαι, οὐδὲ τοῦτʼ εἰργάσθαι νομίσαι, οὐδὲ γενέσθαι τοῖς πράγμασιν ἐν καιρῷ, ὥστε διχόθεν αὐτὴν βεβοῆσθαι, ἔκ τε ὧν ἠδυνήθη τοσοῦτον ἔκ τε ὧν ὅπως οὐ τὸ πᾶν ἠδυνήθη, ἡ δʼ ὥσπερ μηδὲν ἐπιδεδειγμένη οὕτω δυσχεραίνουσα ἦν· σὺ δὲ τοσοῦτον χρόνον νοσοῦσαν ἐξ ἀτελείας τὴν ἐνεγκαμένην ὁρῶν οὔτʼ αὐτὸς ᾤου δεῖν ταύτης ἀπαλλάξαι τῆς νόσου καὶ ταῖς τῶν λόγων ἐπῳδαῖς ὡς εἰκὸς ὑπὲρ ταύτης κεχρῆσθαι, ῥᾴδιον ὂν παντὸς μᾶλλον, τόν τε καλὸν κἀγαθὸν τουτονὶ Λεπτίνην κάλλιστα πάντων καὶ τῇ τῶν θεῶν τοῦτʼ εἰργασμένον προνοίᾳ ἥδιστα ἂν, εἴπερ ἦν, εἰς τοὺς Σικελικοὺς ὤσας κρατῆρας, πανταχόθεν ἐπιχειρῶν τοῦτον ἐλαύνειν καὶ πᾶσιν οἷς ἔξεστι