Orationes 53
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἀλλʼ ὅταν, φησὶ, ταῦτα δῶμεν, οἱ τούτων παῖδες, ὅτι μὴ κἀνταῦθα κοινωνεῖν ἔθʼ ἕξουσι τοῖς πατράσιν, ὥσπερ ἐν ἀτελείᾳ, ἅτε τὰ μέγιστʼ ἠδικημένοι, βοήσονται. πρῶτον μὲν οὖν, ὦ οὗτος, οὐκ οἶμαί τινʼ αὐτῶν τὸ παράπαν δυσχερανεῖν διὰ τὸ καὶ τοῖς υἱέσιν εὖ μάλα προσεῖναι τῶν γεγεννηκότων τὴν δόξαν, ἀλλʼ ὡς εἰκὸς αὐτοὺς ἀγαπήσειν, εἰ μόνον τηλικούτων πατέρων προσαγορεύοιντο παῖδες· ὡς γὰρ τὸ πατρὸς ἢ μητρὸς κακὰ συνειδέναι, κατὰ τοὺς ποιητὰς, καὶ τούς γε θρασυσπλάγχνους δουλοῖ, οὕτως ἡ τούτων, εὔκλεια καὶ λαμπρότης ζηλωτοὺς, ἄγαν παρασκευάζει τοὺς ἐξ αὐτῶν, ἔπειτʼ εἰ μὲν ἁπάντων ὧν ἀξιοῖ τοὺς εὐεργέτας ἡ πόλις καὶ τοῖς ἐκ τούτων ἀνάγκη μετεῖναι καὶ ταῦθʼ ὥσπερ τις κλῆρος εἰς τοὺς ἐκγόνους κάτεισιν, εἰκότα ἂν καὶ οὗτοι λέγειν δοκοῖεν τούτων στερόμενοι· εἰ δʼ ἐπὶ μόνης μὲν ἀτελείας τοῦτʼ ἦν, ἑτέρου δὲ οὐδενὸς, αὕτη δὲ νῦν καθάπαξ ἀνῄρηται, οὔτʼ ἔχει λόγον τὰ τοιαῦτα ζητεῖν ἐθέλειν τῶν τε τῆς ἀτελείας κἀν τοῖς ἄλλοις μεμνῆσθαι. καὶ σύν γε ἔτι παραπλήσιον ἔσται
ὥσπερ ἂν εἴ τις ὀλυμπιονίκου πατρὸς ὢν, ἔπειτʼ ἀξιοῖ διὰ τὴν φύσιν καὶ τοῦ κοτίνου μετέχειν· ἀλλʼ ἀκούσεται πάντως ὅ γε τοιοῦτος ὡς οὐ γένους, ἀλλʼ ἄθλων ἐστὶ τὰ γέρα, καὶ ὁ τούτων ἐπιθυμῶν ἐκείνοις ἐπαποδύσεται πρῶτον, κᾆθʼ οὕτω καὶ πρὸς ταῦτα χωρήσει. εἰ τοίνυν τὰ μικρὰ καὶ οὐ τοσούτου δή τινος λόγου—τί γὰρ δὴ πρὸς ἀνδριάντα θαλλός; εἴπερ ὁ μὲν διαρκὲς, θαλλὸς δὲ κατʼ αὐτὸν δὴ μόνον τὸν τοῦ προσίεσθαι χρόνον ἔχει τὸ κέρδος· — εἰ τοίνυν ἐξ ἄρα τοῦ πεφυκέναι ταῦτʼ οὐχ οἷόν τε λαβεῖν μὴ καὶ πόνων ἡγησαμένων, πῶς οἷόν τε ἀκονιτὶ κεκαρπῶσθαι τὰ μείζω; καὶ μὴν εἰ ἃ τοῖς πατράσι δίδοται γέρα, τούτων ἔπειθʼ οἱ παῖδες ἀξιοῦσι μετέχειν διὰ τὴν φύσιν, τί μὴ καὶ τῶν ἀτυχημάτων αὐτοῖς ἀξιοῦσι μετέχειν ἀπὸτῆς αὐτῆς ταύτης αἰτίας; οὐ γὰρ ἐν μὲν τοῖς βελτίστοις εἰσὶ παῖδες, ἐν δὲ τοῖς πονηροτάτοις οὐκέτι, ἀλλὰ καὶ πολὺ μᾶλλον ἐνταῦθα δεῖ τούτους τὸ πεφυκὸς ἐνδεδεῖχθαι, εἰ μὴ μέλλοιεν ἔλαττον ἔχειν τῶν φίλων, οὓς αἱ συμφοραὶ παριστᾶσιν· εἰ δʼ οὐδʼ ἂν ἐν ὀνείροις συνατυχεῖν αὐτοῖς ἕλοιντο, οὔκουν γε ἑκόντες εἶναι, ὥς γε ἐγὼ νομίζω, πῶς ταῖς τούτων εὐπραγίαις δεῖν οἴονται χρῆσθαι; πῶς δʼ οὐ σφίσιν αὐτοῖς περιπίπτουσιν, ὅταν ταῦτʼ ἀξιῶσιν, εἴπερ ἐπὶ μὲν τῶν φαυλοτάτων ἀρνοῦνται τὴν φύσιν, ἐπὶ δὲ τῶν εὖ ἐχόντων ἄνω καὶ κάτω ταυτησὶ λόγον ποιοῦνται; ὅλως δὲ εἰ μὲν ὀρθῶς καὶ δικαίως ταύτην προΐσχονται, δεῖ δή που ταύτης διὰ πάντων ἔχεσθαι καὶ μὴ νῦν μὲν, νῦν δʼ οὔ· εἰ δὲ κέρδους ἕνεκα μόνου πρὸς αὐτὴν καταφεύγουσιν, ἄλλως δὲ οὐδαμῶς, λανθάνουσι σφᾶς αὐτοὺς ταύτης οὐδὲν ἧττον ἀλλοτριοῦντες ἢ συνιστάντες· οὔκουν οὐδὲ προσέχειν τὸν νοῦν αὐτοῖς δεῖ τὰ τοιαῦτα προκαλουμένοις.
ἔτι τοίνυν κἀκεῖθεν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστʼ
ἔχοιτʼ ἂν συνιδεῖν ὃ λέγω καὶ τὸ συμφέρον ἐξ ἀνάγκης νομοθετεῖν, ὅτι πλὴν ἀτελείας πάντα τἄλλα πρὸς τοὺς εὐεργέτας ἔσθʼ ἡμῖν ποιητέα, ἂν τοὺς ἡμετέρους προγόνους ὁποῖοί τινες περὶ ταῦτʼ ἦσαν ἐνθυμηθῶμεν, ὅτε καὶ τὰ τῆς πόλεως ὡς μάλιστα ἤνθει, καὶ τὸ πρὸς ταύτην ἐπιδείκνυσθαι καὶ φιλοτιμεῖσθαι φιλοτιμότερόν πως καὶ μετὰ μείζονος ἀπήντα παρασκευῆς. ἐκεῖνοι τοίνυν καὶ ἀγχινοίᾳ καὶ συνέσει καὶ τοῖς ἄλλοις ἀγαθοῖς τῶν ἁπανταχῆ πάντων κρατοῦντες καὶ πᾶσαν πολιτικῆς ἀρετῆς ἐπιστήμην ἐν τῇ ψυχῇ φέροντες, μᾶλλον δʼ αὐτὸ τοῦτο ψυχὴ τῶν πραγμάτων καὶ δοκοῦντες καὶ ὄντες, οὐ μόνον ὅπως ἑαυτῆς ἀξίως ἡ πόλις εὖ πράττοι καὶ διαγίγνοιτο, ἀλλʼ ὅπως καὶ τῶν παρὰ τῆς τύχης εὐποιιῶν μειζόνων ἀεὶ διὰ πάντων πειρῷτο, τοῦτʼ ἔχοντες προὔργου, αὐτοί τε πάνθʼ ὑπὲρ αὐτῆς καὶ ποιεῖν καὶ λέγειν ᾤοντο χρῆναι, μηδὲν τῶν ὅσα πρὸς εὐδαιμονίαν τοῦ κοινοῦ φέρει μηδʼ ὁπωστιοῦν παριέντες, τούς τε πρὸς αὐτὴν ὁτιοῦνἀγαθὸν διαπραξαμένους, καὶ πολίτας λέγω καὶ ξένους, καὶ γενομένους τοῖς πράγμασιν ἐν καιρῷ, ὁμοῦ μὲν ἀμειβόμενοι τῆς σπουδῆς, ὁμοῦ δὲ καὶ πρὸς τὸ μέλλον καὶ αὐτοὺς καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα καὶ μείζω παρακαλοῦντες, μεγίσταις ὅτι μάλιστα καὶ φιλοτιμοτάταις ἐδωροῦντο τουτουσὶ ταῖς τιμαῖς, τοῦτο μὲν χαλκοῦς ἐπʼ ἀγορᾶς ἱστάντες, τοῦτο δὲ παρέδρους τοῖς ἐν ἀκροπόλει θεοῖς καθιστάντες, τοὺς δὲ μεγάλων καὶ θαυμαστῶν καὶ τῶν αὐτῶν τοῖς θεοῖς ἀξιοῦντες τῶν προσρημάτων, ἔστι δʼ οἷς καὶ χρήματα ὅτι πλεῖστα διδόντες· καὶ γὰρ πλέθρα τῆς μὲν πεφυτευμένης, τῆς δὲ καὶ ψιλῆς· οἱ δὲ σίτησιν ἢ στεφάνους ᾑροῦντο καὶ ἄττα τοιάδε. ταῦτʼ ἦσαν αἱ τηνικαῦτα τῆς πόλεως ἀμοιβαὶ πρὸς τοὺς ἑκάστοτʼ εἰς αὐτὴν καλοὺς κἀγαθούς. οὕτως Ἐρεχθεὺς ὁ τῆς Ἀθηνᾶς, οὕτως Ἁρμόδιος καὶ Ἀριστογείτων· Περικλέα δὲ τὸν Ξανθίππου τίς
οὐκ οἶδε τῶν πάντων Ὀλύμπιον προσρηθέντα κατὰ ταὐτὰ τῷ Διί; ἀτελείας δὲ οὐδʼ εἱστισοῦν μὰ τοὺς θεοὺς λόγος τότʼ ἦν οὐδʼ ἐξέτασις, οὐδʼ ἠξίουν ἐντεῦθεν δή που ποιεῖσθαι τὰς δωρεὰς, οὐχ ὅτι ταύτην ἠγνόουν, ἀλλʼ ὅτι σαφῶς ᾔδεσαν ὡς ἐν μὲν τῷ ταῦθʼ ἅπερ ἔφην διδόναι οὐδʼ ὁτιοῦν ἔσται βλάβος τῇ πόλει, ἐν δὲ τῷ τοὺς δεῖνας ἢ τοὺς δεῖνας εἰς ἀτέλειαν ἄγειν οὐ μικρά τις ζημία. ἡ γὰρ τῶν λειτουργιῶν κατὰ βραχὺ δήπουθεν σπάνις καὶ τὸ ταῦθʼ ἅπερ ἔφην ἔχειν διδόναι προϊόντος ἀναιρήσει τοῦ χρόνου, πάντων ἀτελῶν καταστάντων. ἔπειτα κἀκεῖνο προσῄδεσαν καὶ σφόδρα γε πεφυκὸς ἐν ἀτόποις, εἰ ὧν ἐνεδείξαντό τινες ἀγαθῶν εἰς τὴν πόλιν, τούτων ἕνεκʼ αὐτῇ παραίτιοι κατασταῖεν ζημίας διὰ τὰς ἀτελείας, δέον, εἰ ταῦτʼ ἔπειτʼ ἔμελλον ἔσεσθαι, μηδὲ τὴν ἀρχὴν εἰς εὐεργέτας τελέσαι. πῶς οὖν οὐκ ἄτοπον τοὺς μὲν οὕτω διακειμένους τῶν πάλαι μηδεμιᾶς μὲν ἡστινοσοῦν ὑπερβολῆς ἐν ταῖς ἀμοιβαῖς ἀποσχέσθαι, ἀτελείαςδὲ μηδαμοῦ τὸ παράπαν μηδʼ ὁπωστιοῦν μνημονεῦσαι, ἡμᾶς δὲ τοὺς τἀκείνων μάλιστα πάντων καὶ στέργοντας καὶ θαυμάζοντας, καὶ νόμον τοῦ τί δεῖ ποιεῖν ταῦθʼ ἡγουμένους, ἔπειτα ταύτῃ κεχρῆσθαι καὶ τὰς τιμὰς ἐντεῦθεν ὁρίζειν, ὥσπερ ἐκείνων κατεγνωκότας, ὅτι μὴ τοῦτο συνεῖδον, ἢ συνιδόντες ὑπὸ βασκανίας ἀπεῖπον. καίτοι ὅταν μὲν τούτους ὡς διὰ πάντων κρατίστους θαυμάζωμεν, καὶ μιμεῖσθαι διὰ πάντων ὀφείλομεν τούτους, ἵνʼ ἃ τοῖς λόγοις κοσμοῦμεν βεβαιῶμεν τοῖς ἔργοις· ὅταν δὲ ἁκείνοις εἰκότως ὡς μὴ καλῶς ἔχοντʼ ἀπείρηται, ταῦθʼ ἡμεῖς ὡς ἔχοντα καλῶς ἀσπαζώμεθα, θατέρῳ δυοῖν ἐνεχόμεθα, ἢ τῷ περὶ τὰς κρίσεις ἐσφάλθαι ἢ περὶ τὰς μιμήσεις ἐψεῦσθαι.
ὅλως δὲ εἰ μὲν ἀτέλεια κάλλιστον καὶ λυσιτελέστατον καὶ πολιτικῇ μάλιστα πρέπον, οὐχ ἡμᾶς ἔδει μόνους, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους
ταυτησὶ λόγον ποιεῖσθαι, ὡς ἄν τινος κοινοφελοῦς καὶ διὰ πάντων χωροῦντος. εἰ δʼ οὐδένες ἄχρι τοῦ δεῦρο πλὴν ἡμῶν ἐπὶ ταῦτα προήχθησαν—μηδʼ ἔτʼ ἔπειτα προαχθεῖεν, ὦ δέσποινα Ἀθηνᾶ—τί μόνοι τῶν πάντων ἡμεῖς τὰ τοιαῦτα νοσοῦμεν, ἐκτὸς εἰ μόνοι τῶν πάντων ἡμεῖς μισεῖν ἡμᾶς αὐτοὺς ἀξιοῖμεν; οὐ δή που, φησὶν, οὐδὲ ταῦθʼ ἡμᾶς ἐγκαλεῖσθαι χρεών. εἰ μὲν γὰρ, τῶν αὐτῶν ἐθῶν τε καὶ νόμων ἅπασιν ὄντων, ἔπειθʼ ἡμεῖς μόνοι τῶν πάντων ἀτελείας εἰχόμεθα, πονηροί τινες ἂν ἦμεν εἰκότως, οἷς οὐκ ἐξῆν ἐγχειροῦντες καὶ παρὰ τὸν κοινὸν πολιτευόμενοι νόμον. εἰ δὲ πολλή τις ἐνταῦθα διαφορὰ, καὶ τοὺς μὲν τούτοις, τοὺς δʼ ἐκείνοις ἴσμεν χρωμένους, καὶ πάντας ἁπλῶς οἷς ἐκ πολλοῦ δοκιμάσειαν, τί δεινὸν εἰ παρʼ οὐδέσι τῶν ἄλλων ἀτελείας νομιζομένης, μόνοις ἡμῖν ταύτης ἔνεστι λόγος; οὐδὲ γοῦν Λακεδαιμονίοις οὐδὲ Θηβαίοις οὐδʼ οἷστισιν ἄλλοις ἐγκαλεῖνἔχομεν διὰ ταῦτα, ἀλλὰ τῷ τῶν πραγμάτων ἐξ ἀρχῆς ἐσχηκότι διδόναι. ὡς μὲν οὖν, ὦ Δημόσθενες, ἕκαστοι πρὸς ἀλλήλους ταύτῃ διίστανται ὁμολογῶ καὶ αὐτὸς, ἐπεὶ μηδὲ νομοθέτας κέκτηνται τοὺς αὐτοὺς, ἀλλʼ οἱ μὲν τοὺς, οἱ δὲ τοὺς, ὅπως ἡ τύχη καὶ ὁ συμπίπτων χρόνος ἑκάστοις παρεσκευάκει. σοῦ δʼ ἂν ἡδέως πυθοίμην, εἰ ἐν οἷς οὗτοι διίστανται, πότερα τῶν λυσιτελούντων ταῦτʼ ἐστὶν ἢ τῶν ἰδίᾳ καὶ κοινῇ λυμαινομένων τοῖς πράγμασιν. εἰ μὲν γὰρ τῶν λυμαινομένων ἐρεῖς, πρῶτον μὲν ἐπιεικῶς ἄτοπον καὶ δεινὸν διὰ τούτων ἡμᾶς ἐπὶ τὰ ἴσα πείθειν ἐπιχειρεῖν καὶ κακῷ τὸ κακὸν, ὡς λόγος, ἰᾶσθαι, ἀλλὰ μὴ διὰ τῶν βελτίστων ἐντεῦθεν ὡς μάλιστʼ ἀπάγειν καὶ τούτοις ὡς οἷόν τε προσάγειν. ἔπειτα μετὰ τῆς ἀτελείας καὶ ταῦτʼ ἐξαίρειν ὥσπερ τινὰς Κῆρας προσῆκε τοῦ βίου καὶ παραπέμπειν εἰκότως εἰς τὸ τῶν ποιητῶν ὄρος καὶ κῦμα· μὴ
γὰρ οὖν εἴη μηδὲν τὸ παράπαν, ὃ δημοσίαν ἴσχει τὴν βλάβην. εἰ δὲ ταῦτα μὲν κοινοῦ τινος κέρδους ἕνεχʼ εὑρέθη καὶ τοῦ τὰ γιγνόμενα δύνασθαι συντελεῖν, ἀτελείας δὲ οὐδὲν μᾶλλον ταῖς λειτουργίαις ἐχθρὸν—ὅταν δὲ ταύτας λέγω, τὴν πόλιν λέγω, διʼ ὧν ταύτῃ τὸ σώζεσθαι— τί περιττὰ συλλογίζει καὶ σοφιστὴς ὧν οὐκ ἔξεστι γίγνει, τὴν μὲν πρὸς ἃ μὴ χρὴ παραβάλλων, ἡμᾶς δʼ ἐντεῦθεν ὡς ἀγαθοῦ τινος ταύτης ἀντέχεσθαι πείθων; τὸ δʼ ἐστὶν ἀτεχνῶς ἐπίβουλον καὶ πειρωμένου τὴν πόλιν ἐσχάτοις περιβάλλειν κακοῖς. ὥσπερ γὰρ τὸ τοῖς ἀδικοῦσιν ἐπεξιέναι καὶ πολεμεῖν διὰ πάντων αἱρεῖσθαι οὐδʼ ἂν εἷς φαίη μὰ τοὺς θεοὺς μὴ οὐχὶ τιμῶντος τοῦτʼ εἶναι τοὺς νόμους, οὕτως ἐάν τις τοῖς λυμαινομένοις τῇ πόλει μετὰ πολλοῦ τοῦ περιόντος συνηγορῇ, τεκμήριον ἐναργὲς παρέχεται γνώμης οὐχ ὑγιοῦς καὶ τὰ δεινότατα καθʼ ἡμῶν τεχνωμένης. καίτοι ὅταν διὰ τὴν ἐξ αὐτῶν βλάβην ἐκτρεπώμεθα σφᾶς, τίνος ἂν εἰκότως ἄξιος εἴη ὁ διʼ ὧν τούτοις συνηγορεῖ αὐτός τε τοιοῦτος ὢν καὶ τούς γʼ ἄλλους ἐπὶ τὰ ἴσα παροτρύνων; ἐπεὶ καὶ τὸ συκοφαντεῖν καὶδωροδοκεῖν καὶ ἀσελγαίνειν καὶ λάθρα τοῖς πολεμίοις κεχρῆσθαι καὶ φάρμακα καθʼ ὁτουοῦν συντιθέναι καὶ νὴ Δία γε λῃσταὶ καὶ τοιχωρύχοι καὶ τοῦ πονηροῦ κόμματος ὁστισοῦν τότε μᾶλλον μισοῦνται καὶ δίκην ὑπέχουσι μείζω, ὅταν οἷς δρῶσιν, ἐγκαλύπτεσθαι δέον καὶ τρέμειν, οἱ δʼ ἐπὶ τούτοις τοσοῦτον φρονῶσιν ὡς καὶ σεμνύνειν ταῦτʼ ἐθέλειν πρὸς πάντας, διττὰ δή που νοσοῦντες, κακίαν καὶ θράσος, καὶ μηδʼ ἑκάτερον συνιέντες, ἀλλὰ καὶ δίκην τίνοντες ταύτην τὸ δημοσίᾳ σφᾶς αὐτοὺς ἐξελέγχειν.
καὶ μὴν οἷς ἡμᾶς κἀκείνως φενακίζειν ἐπιχειρῶν οἴει λανθάνειν, τούτοις οὐδὲν ἧττον ἁλίσκει πονηρευόμενος καὶ κατʼ αὐτὸς σαυτοῦ μᾶλλον ἢ ἡμῶν αὐτῶν. οὐ γὰρ ὡς ἔννομόν τι καὶ τῆς ἐκεῖθεν ἐξημμένον ἀνάγκης ἔχων
ἀτέλειαν δεῖξαι, οὐδὲ τοὺς ταύτης πέρι διαγορεύοντας νόμους εἰς μέσον θεῖναι κἀντεῦθεν, ὡς νομίζεις, ἐξελέγξαι Λεπτίνην, σὺ δὲ καὶ οὕτως σφόδρʼ ἑτέρως ποικίλλεις καὶ περιάγεις τὸν λόγον ὡς καὶ πείθειν ἔχειν ἐκ τοῦ παραχρῆμα δοκεῖν καὶ τοὺς μὴ πάνυ τοι προσεσχηκότας ἑτοίμως χειροῦσθαι. εἰ γὰρ οἱ μὲν νόμοι κελεύουσι, φῂς, διαρρήδην βεβαίας εἰς τέλος εἶναι τοῖς εἰληφόσι τὰς δωρεὰς καὶ μηδὲ καθʼ ὅντινα δήποτε τρόπον ταυτασὶ κεκινῆσθαι, ὁ δὲ ἃς δεδώρηταί τισιν ἀτελείας ἡ πόλις ἐν παντὶ τῷ παρασχόντι, ταύτας διʼ ὧν νομοθετεῖ νῦν ἀκύρους καθάπαξ ποιεῖ καὶ νῦν καὶ εἰσαῦθις, πῶς οὕτω παραβαίνων τοὺς νόμους καὶ κατὰ τοῦτο δίκαιος ὢν τὴν τῶν παρανομούντων καὶ αὐτὸς ὑποσχεῖν δίκην, ἔπειθʼ οἷος ἔσται περὶ ὧν συμβουλεύει παρʼ ἡμῶν πεπιστεῦσθαι; οὐ ταῦτα λέγεις ἄνω καὶ κάτω στρέφων καὶ συνεχῶς ἐρωτῶν εἰ μὴ δίκαιον τοὺς εὖ πεπονθότας διὰ τέλους εὖ πάσχοντας εἶναι καὶ μετέχειν εἰς ἅπαν τοῦ γέρως; ἔχε δὴ καὶ σκοπόν. ἐπέταξεν ὁ τοὺς νόμους τιθεὶς μὴ χρῆναι τὰς δωρεὰς ἀφαιρεῖσθαι· ἀτελείας δὲ οὐδʼ ὁντινοῦν τὸπαράπαν ποιεῖται λόγον, ἀλλʼ ἁπλῶς οὑτωσὶ δωρεῶν, πλὴν εἰ λάθρα αὐτὸς λέγοντος ἤκουσας. τί οὖν ἃ μὴ ʼκεῖνος ἐμνήσθη, ταῦτʼ αὐτὸς κακῶς ὑφαρπάζεις, καὶ τὰ μὴ δοκοῦντα τοῖς νόμοις ὡς νόμοις δοκοῦντα λέγεις, ὁμοῦ μὲν τούτους ἐντεῦθεν συκοφαντῶν, ὁμοῦ δὲ καὶ ἡμᾶς ἐλέγχων μηδὲν ἕνεκα νόμων ἐπισταμένους;
εἰ δὲ τοῦτο λέγεις, ὡς ἐν τῷ δωρεὰς εἰρηκέναι συμπεριειλήφει καὶ ταύτην· δῶρον γὰρ δή που καὶ τοῦτο· ἐκεῖνο πάντως ἐροῦμεν, ὡς οὐχ ὃ τοὺς μὲν εἰληφότας ἰδίᾳ σεμνύνει, τῷ δὲ παρασχόντι κοινῇ λυμαίνεται δήμῳ, τοῦθʼ ὡς ἀληθῶς δωρεὰ, ἀλλʼ ὃ καὶ τούτοις κἀκείνοις πρὸς κέρδους ἐστίν· ὡς ἐκεῖνό γε δωρεὰ μὲν τοῖς λαβοῦσι, πρὸς δὲ τὴν πόλιν ζημία. ταύτην δῆτα καὶ πάντες οἱ νόμοι φασὶ δωρεὰν, καὶ ὅπως μηδεὶς ἐκπεσεῖται ταύτης
ἐφρόντισαν, ἅτε κοινοὶ παιδευταὶ καὶ κηδεμόνες τῶν ἡμῖν προσηκόντων· ἀτέλεια δὲ εἰ μὲν τῇ πόλει ξυμφέρει, δωρεὰ προσειρήσθω καὶ τῶν ἐχόντων ἀναφαίρετος ἔστω· εἰ δὲ λυμαίνεται καὶ διαφθείρει καὶ πάντα ποιεῖ, τί παραλογισμοῖς τισι κεχρημένος ὥσπερ παρέγγραπτόν τινα καὶ ὑποβολιμαίαν φιλονεικεῖς ταύτην εἰσποιῆσαι τοῖς νόμοις; ὁρᾷς ὅπως διὰ σαυτοῦ τὸ ξίφος ἐπὶ τοὺς ἄλλους ὠθεῖς καὶ παίειν ἑτέρους δοκῶν αὐτὸς ὑφίστασαι τὰς πληγὰς, ὑπὸ τοῦ θρασυτάτου τῆς γνώμης καὶ τοῦ φιλονεικεῖν ἔχειν ἀσχέτως μὴ ὅ τι τοῖς σοῖς λόγοις παρὰ τῶν ἄλλων ἀπαντήσεται ξυνιείς; ὁποῖον δὴ κἀκεῖνο, καὶ ταῦτά φασι γυμνασίου. οὐ γὰρ ἀνέχεται Δημοσθένης, ὡς ἔοικεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἑνί γέ τῳ καὶ δυοῖν δόξαι κακὸς, ἀλλʼ ἐκ περιουσίας τοῦτο ὢν ἐληλέγχθαι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οἷς κατὰ Λεπτίνου χρησάμενος ἔγνω πᾶσαν μὲν αἰτίαν ἐπενεγκὼν, ἐκ δʼ ἄρα πασῶν ταῖς ἀληθείαις ἀποκρουσθεὶς, ὁ δὲ καὶ παρανόμων ἀξιοῖ τοῦτον γεγράφθαι, ἐφʼ ᾧ καὶ αὐτὸς νῦν μᾶλλον ἢ πρόσθεν τἀληθοῦς καταψευδόμενος ἔσται. τί γάρ φησι; χρὴ τοίνυν Λεπτίνηνμὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον πρὶν τὸν παλαιὸν τοῦτον ἔλυσε γραψάμενος· νῦν δὲ μαρτυρίαν καθʼ ἑαυτοῦ καταλείπων ὅτι παρανομεῖ τουτονὶ τὸν νόμον ὅμως ἐνομοθέτει, καὶ ταῦτα ἑτέρου κελεύοντος νόμου καὶ κατʼ αὐτὸ τοῦτο ἔνοχον εἶναι τῇ γραφῇ, ἐὰν ἐναντίος ᾖ τοῖς πρότερον κειμένοις νόμοις. χρὴ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλιστα χρὴ τὰ τοιαῦθʼ οὕτως περαίνειν καὶ τοῦτον τὸν τρόπον αἱρεῖσθαι νομοθετεῖν, καὶ τὸν μὴ ταύτῃ γε παρεσκευασμένον, ἀλλʼ ὁμόσε χωροῦντα πρῶτος ἔγωγʼ αὐτὸς ἕλοιμʼ ἂν παρανόμων, ὅτι μὴ συνίδοι τὸ δέον. ἀλλʼ οὐ Λεπτίνης τοιοῦτος. πόθεν; πολλοῦ γε καὶ δεῖ· εἰ μὲν γὰρ ἀτέλειαν ὁ νόμος ἐκέλευεν εἶναι, ὁ δʼ οὐ προσεῖχεν, ἀλλὰ καὶ πρὶν ἢ λελυκέναι τὸν νόμον καὶ δεῖξαι μὴ καλῶς εἰρηκότα τἀναντία νομοθετεῖν αὐτὸς ᾤετο χρῆναι,
μαρτυρίαν καθʼ ἑαυτοῦ καταλείπει ὅτι παρανομεῖ. νῦν δὲ οὔτε νόμος ἦν ὁ κελεύων οὔθʼ οὗτος δή που παρανομεῖ τοιαῦτα νομοθετῶν· οὐ μᾶλλόν γε ἢ Σόλων ὁ παλαιός· ἀλλʼ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ τἀναντία τοῖς φανεροῖς φρονῶν καὶ τὸ μὲν κοινῇ σῶζον τὴν πόλιν οὐ μὰ Δία σκοπῶν, ὃ δὲ πρὸς ὀλέθρου ταυτηὶ καθειστήκει, πᾶσαν εἰσφέρων ὑπὲρ τούτου σπουδὴν, καὶ τῷ τοῖς λόγοις ᾗ βούλεται δύνασθαι χρῆσθαι νῦν μὲν πρὸς τὸ δοκοῦν ἑαυτῷ μεμνημένος τῶν νόμων, νῦν δὲ τοὺς οὐκ ὄντας νόμους εἰς νόμους τιθείς· ὁποῖος αὐτὸς εἶ. ὥσθʼ ὅταν ταῦτʼ, ὦ Δημόσθενες, λέγῃς, σαυτοῦ κατηγορεῖς, οὐ Λεπτίνου, εἴ γε ὁ μὲν οὐ νόμου δή τινος περὶ ἀτελείας κειμένου, ἀλλʼ ἔθους χθὲς καὶ πρώην, ὦ Ζεῦ, εἰσκεκωμακότος τῇ πόλει τὸν ὑπὲρ τῆς πολιτείας τοῦτον εἰσήνεγκε νόμον, ὃν κάλλιστον καὶ δικαιότατον πάντες ἂν φαῖεν· σὺ δʼ αὐτὸν ἐλέγχειν ἐπιχειρῶν οὐ νόμῳ τοῦτο ποιεῖς, ἀλλὰ κενοῖς τισι λόγοις καὶ μύθοις παράγων, νόμων μὲν καὶ ἀληθείας καθάπαξ ἀποστατοῦσι, ψεύδους δὲ καὶ παρανομίας μεστοῖς, κἂν χρησμῶν οὐδὲν ἧττον τούτοις αὐτὸς ἰσχυρίζῃ.καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ταύτη μάλιστα καταψεύδει Λεπτίνου, ὡς ἐν τῷ δυσμεναίνειν ἰδία τισὶν οὐ τῷ τῆς πόλεως προνοεῖσθαι, τεθεικότος τὸν νόμον· ἐπεὶ ὅτι γε τοῦτʼ ἐστὶ καὶ οὐχ ὧν αὐτὸς ἕνεκα φάσκεις ἐπὶ ταῦτα προήχθη δῆλον ἐντεῦθεν· πρῶτον μὲν ὅτι πᾶς ὁτῳοῦν χαλεπαίνων κατʼ αὐτοῦ μόνου χρῆται τοῖς λόγοις, καὶ τοῦτʼ ἀντὶ πάντων ἐσπούδακεν, ὅπως βέλτιστον μὲν ἑαυτὸν διὰ πάντων, ἐκεῖνον δὲ παμμίαρον καὶ κάκιστον ἀνθρώπων ἀποφανεῖ, ἐλέγχων, ἐγκαλῶν, διαβάλλων, πᾶσιν οἷς ἔξεστι κατατρέχων, οὐ μέντοι μὰ Δία νομοθετῶν. οὐ γὰρ οἷόν τε ταῦθʼ ὁμοῦ συνελθεῖν, νόμον καὶ τὸ γεγράφθαι· τὸ μὲν γὰρ ἔλεγχός ἐστι καὶ διαβολὴ πονηρίας καὶ τοῦ κακόν τινα εἶναι, ὁ δὲ κοινή τις πρὸς μὲν
τὰ βέλτιστα προτροπὴ, τῶν δὲ χειρίστων ἀπαγωγὴ, ὡς τὰ μὲν φεύγειν, τὰ δʼ αἱρεῖσθαι. πῶς οὖν ἤμελλε δή που Λεπτίνης ἀφεὶς οἷς ἐγκαλεῖν εἶχεν ἐπεξιέναι, τούτοις ὅπως ἔσονται βέλτιστοι παραινεῖν, καὶ οὓς κακῶς πεπονθότας ἥδιστʼ ἂν εἶδε, τούτων ὡς ἑταιροτάτων τε καὶ φιλτάτων ἀντιποιεῖσθαι; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. εἰ δʼ ὁ μὲν ὅπως μηδεὶς ἀτελὴς εἴη τῶν πάντων θέμενος νόμον αἰτιώτατος ἄλγους τοῖς ἀτελείας κεκτημένοις κατέστη, σὺ δʼ ἐντεῦθεν ῥᾷστα συλλογίζει τὸ μῖσος, ὥρα σοι καὶ περὶ πάντων ὡς εἰπεῖν τῶν νομοθετῶν ταῦτʼ ἐψηφίσθαι, καὶ δίκην ἀπεχθείας καὶ τούτοις λαχεῖν, ὅτι σωφροσύνης πέρι καὶ δικαιοσύνης καὶ τῶν ἄλλων διεξιόντες οὐ πᾶσιν ἁπλῶς εἰσι δή που κεχαρισμένοι, ἀλλὰ τοῖς εὖ ἥκουσι τρόπων· ὡς τούς γε πονηροτάτους καὶ τἀναντία τοῖς νενομισμένοις φρονοῦντας οὐδʼ ἔστιν εἰπεῖν ὅπως ἀηδῶς ἔχουσι τούτοις.ἔπειτα εἴ σέ τις, ὦ Δημόσθενες, ἔροιτο, τίνες ποθʼ οὗτοι, οὓς δυσχεραίνων Λεπτίνης τὸν νόμον ἔγραψεν, οὐκ ἄν μοι δοκεῖς ἔχειν εἰπεῖν. ἀλλʼ ὅτι μὲν εἰσὶ τινὲς ἁπλῶς οὕτως εἰρήκεις, τίνες δὲ οὗτοι λέγειν
οὐκέτʼ ἀξιοῖς· οὐ τῷ μὴ βούλεσθαι Λεπτίνην ἐκ περιουσίας ἐλέγχειν, ἀλλὰ τῷ μηδέν τι περὶ αὐτῶν σαφὲς ἔχων εἰπεῖν, ἔπειτʼ ἐκ περιουσίας αὐτὸς ἐληλέγχθαι βούλεσθαι. οὐ γὰρ ἂν, εἰ εἶχες ὀνομαστὶ τούτων μεμνῆσθαι, σιγᾶν ἠνέσχου, οὐδʼ ἂν παρόντων ἐφείσω, ὁ καὶ μὴ παρόντων ὡς ἂν παρόντων εἰς τοὺς περὶ τούτων λόγους ἐμπίπτων· οὐ μόνον ὅτι πάντων μάλιστα τὰ τοιαῦτʼ αὐτὸς ἑτοιμότατος εἶ, ἀλλʼ ὅτι σοι καὶ τοῦτο πρὸς τὸν ἀγῶνα τὸν σὸν συνήρατʼ ἂν οὐ μικρῶς. νῦν δʼ οἷς ἀνωνύμως προήνεγκας οὐ μόνον ἀπειθοῦντας ἅπαντας ἔχεις, ἀλλὰ καὶ δόξαν παρέχεις μηδʼ ὅλως τούτους αὐτοὺς εἶναι, ἀλλʼ ὑπὸ σοῦ συντεθεῖσθαι. οὕτω διὰ μὲν τοῦ μεμνῆσθαι μόνον προστρίψασθαι δόξαν οὐ καλὴν ἐθέλων Λεπτίνῃ, διὰ δʼ αὖ τοῦ μὴ πρὸς ὄνομα φάσκειν αὐτὸς τὸν ἔλεγχον φεύγων, ἔλαθες, ὦ Δημόσθενες, καὶ σαυτὸν ὡς οὐκ ἀληθῆ λέγεις
ἐλέγξας καὶ Λεπτίνην ὡς ἀληθῶς, ἀλλʼ οὐχ ἡττώμενος πάθους εἰσῆχε τὸν νόμον. καὶ τὴν μὲν ἐκ Μιλήτου φασὶ Διοτίμαν, ἐπεὶ δέκα ἔτη ἀναβαλέσθαι τῇ πόλει δυνηθεῖσα τῆς νόσου οὐχ οἵα θʼ ὑπῆρξε καὶ τὸ πᾶν ἐξειργάσθαι, οὐδὲ τοῦτʼ εἰργάσθαι νομίσαι, οὐδὲ γενέσθαι τοῖς πράγμασιν ἐν καιρῷ, ὥστε διχόθεν αὐτὴν βεβοῆσθαι, ἔκ τε ὧν ἠδυνήθη τοσοῦτον ἔκ τε ὧν ὅπως οὐ τὸ πᾶν ἠδυνήθη, ἡ δʼ ὥσπερ μηδὲν ἐπιδεδειγμένη οὕτω δυσχεραίνουσα ἦν· σὺ δὲ τοσοῦτον χρόνον νοσοῦσαν ἐξ ἀτελείας τὴν ἐνεγκαμένην ὁρῶν οὔτʼ αὐτὸς ᾤου δεῖν ταύτης ἀπαλλάξαι τῆς νόσου καὶ ταῖς τῶν λόγων ἐπῳδαῖς ὡς εἰκὸς ὑπὲρ ταύτης κεχρῆσθαι, ῥᾴδιον ὂν παντὸς μᾶλλον, τόν τε καλὸν κἀγαθὸν τουτονὶ Λεπτίνην κάλλιστα πάντων καὶ τῇ τῶν θεῶν τοῦτʼ εἰργασμένον προνοίᾳ ἥδιστα ἂν, εἴπερ ἦν, εἰς τοὺς Σικελικοὺς ὤσας κρατῆρας, πανταχόθεν ἐπιχειρῶν τοῦτον ἐλαύνειν καὶ πᾶσιν οἷς ἔξεστιδιαβάλλων, ὅπως τὸν μὲν, ὦ θεοὶ καὶ νόμοι, δοῦναι δίκην παρασκευάσῃς, ὡς διʼ ὧν εἰσηγεῖται τοῖς πράγμασι δυσμενῆ· ἀτέλειαν δʼ ὥσπερ τινὰ φυγάδα καὶ ὑπερόριον καταγαγεῖν αὖθις τῇ πόλει, προπίνων ἐντεῦθεν Κτησίππῳ τὸ ταύτης συμφέρον.
ἀλλὰ γὰρ τὸ προσγράψαι, φησὶ, μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι, ἢ θανάτου τὸν τἀναντία γεγραφότα τιμᾶσθαι, οὐ μόνον τυράννου δίκην τὸ ταῦτʼ ἔχειν συνήθως ἐν τῷ τοῦ καιροῦ φιλοτιμεῖσθαι καλοῦντι, ἀλλὰ καὶ τὸ κατʼ ἐξουσίαν ἀνῃρήκει τῇ πόλει. εἰ μὲν οὖν καθάπαξ ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, Λεπτίνης μεγαλοψυχίας ἀπείργει, ὡς μήτε τοὺς εὐεργέτας ἀντευποιεῖν οἵους τʼ εἶναι μήθʼ ὅλως τοὺς εὖ πάσχειν ἀξίους τοῖς γιγνομένοις δωρεῖσθαι, ἀγνωμοσύνης ἂν εἰκότως φέροιτο μέμψιν καὶ τοῦ μηδέν τι τῶν δεόντων συμβεβουλευκέναι δύνασθαι, καὶ δεῖ τοῦδε τῷ νόμῳ νόμων ἐξούλης λαχεῖν. εἰ δὲ πλὴν ἀτελείας πάντων εἶναι λέγει κυρίους, καὶ σίτησιν ἐν πρυτανείῳ καὶ συνοικίας καὶ ἀρχὰς καὶ γῆς πλέθρα καὶ πάντα
τὰ τοιαῦθʼ οἷς ἔξεστι νέμειν, ποῦ ταῦτʼ ἐστὶν ἐγκαλεῖσθαι δίκαιος; ὥσπερ ἂν εἰ καὶ ἰατρὸν ἠξίους κακίζειν, ὡς ἀσιτίαν παντελῆ τοῖς κάμνουσιν ἐπιτάττει, παρὰ τὸ μὴ συγχωρεῖν τοῖς βλάπτουσι χρῆσθαι· ἢ καὶ γεωργὸς ἐδόκει σοι φαῦλος καὶ ταῖς ἀρούραις παντάπασι πολεμῶν ὁ τῶν λυμαινομένων ἐκκαθαίρων τὴν βλάστην. ἐγὼ δὲ καὶ τοῦτο λέγω, ὡς εἰ μὲν παρανόμων, ὦ Δημόσθενες, γράφει τὸν νόμον, τί περὶ τοῦ μέλλοντος δυσχεραίνεις; αὐτὸ γὰρ τοῦτο τὸ παρανομοῦντʼ αὐτὸν εἶναι τὸ μηδὲ τὸ παράπαν εἶναι τοῦτόν ἐστι· μάταιον οὖν περὶ τοῦ μὴ νῦν ὄντος ὡς ἔτʼ ἐσομένου φροντίζειν· εἰ δʼ εὖ ἔχειν τοῦτον ὁμολογεῖς, καὶ τὸ μηκέτʼ ἂν ἐξεῖναι λελύσθαι τοῦτον οὐδὲν ἧττον προσωμολόγηκας· οὐ γὰρ δὴ νῦν μὲν φήσεις τοῦτονλυσιτελεῖν, ὕστερον δὲ οὐκέτι, ἀλλὰ τὸν αὐτὸν διὰ τέλους εἶναι προσῆκεν, εἴ γε μέλλει ταῖς ἀληθείαις τὸ πρόσρημα σώζειν.
ἐκεῖνο δʼ ἴσως ἐρεῖς, ὡς εἰ τῷ νόμῳ τὸ δίκαιον πρόσεστι, καὶ σύνοιδε Λεπτίνης βεβαίως καὶ ἀσφαλῶς ἔχοντι, τοῦ χάριν καὶ τῆς εἰσέπειτʼ ἀσφαλείας προσδεῖν τούτῳ νομίζει; οὐδεὶς γὰρ τῶν νομοθετῶν περὶ ὧν ἔθεσαν νόμων ταύτην ἔσχον τὴν γνώμην, οὐδʼ ἐγγὺς, ἀλλʼ ἀποχρῆν ᾤονθʼ αὑτοῖς, εἰ μετὰ τοῦ δικαίου πᾶσι προσφέροιντο. νῦν δʼ οἷς αὐτὸς μόνος τὰ τοιαῦτα διανοεῖ ἔοικας οὐκ ἀγαθὴν περὶ τοῦ νόμου δόξαν κεκτῆσθαι. ὡς μὲν οὖν ὁ νόμος κάλλιστα καὶ δικαιότατα καὶ ἀσφαλέστατα πάντων ἔχων κοινοφελές ἐστιν ἀγαθὸν, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἐξ ὧν ἔφην γέγονε δῆλον, ἀλλὰ καὶ οἷς ἐδείξαθʼ ὑμεῖς, τῷ τοιοῦτον εὐθὺς ὁρμῇ τινι θεοφορήτῳ καὶ ὅλῳ καὶ παντὶ δεδέχθαι θυμῷ, ὡς καὶ τῆς συνήθους χειροτονίας καὶ ψήφου κοινῆς αὐτὸν ἀξιῶσαι. ὅτι δὲ οὐκ ἄπο λόγου καὶ τὸ τοῖς μὲν ἄλλοις ἅπασι νόμοις μηδὲν μηδʼ ὁτιοῦν προσγεγράφθαι, αὐτῷ δὲ μόνῳ τοῦτʼ ἐκ περιουσίας ὑπάρξαι, οὐχ ὅπως εἴσεσθε σαφῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ φήσετʼ, εὖ οἶδα, μὴ χρῆναι ταῦτʼ ἄλλως ἢ τοῦτον ἐσχηκέναι τὸν τρόπον, εἰ τὰς αἰτίας ἀμφοῖν λογιεῖσθε.
εἰ γὰρ δὴ Σόλων μὲν καὶ Λυκοῦργος καὶ ὅστις ἕτερος τῶν νομοθετῶν, οὐδεμιᾶς τινος ἐπικειμένης ἀνάγκης, ἀλλʼ ἀπὸ δημοτικωτάτου τῆς γνώμης ἐπὶ τοὺς νόμους ἧκον καὶ τὰς κοινὰς εἰσηγήσεις, Λεπτίνης δʼ ὑπʼ ἀνάγκης καὶ τοῦ μηκέθʼ οἷός τε εἶναι κινδυνεύουσαν ὁρᾶν ἐξ ἀτελείας τὴν πόλιν. καὶ οἱ μὲν οὐδένα τῶν πάντων διʼ ὧν ἐνομοθέτουν ἐλύπουν· οὐδὲ γὰρ οὐδὲ γερῶν ἀπεστέρουν· ὁ δὲ πᾶν τοὐναντίον πολλοὺς καὶ παντοδαποὺς τοὺς ταύτης διὰ τὸν νόμον ἐκπεπτωκότας ἐκπεπολεμωκὼς ἑαυτῷ· οὔτʼ ἐκείνους ἐχρῆν, διὰ τὸ μηδὲ τηνικαῦτα τοὺς ἀντιλέγοντας ἴσχειν, πρόνοιαν τοῦ μέλλοντος ἡντινοῦν πεποιῆσθαι·οὔκουν οὐδὲ πεποίηνται· οὔτε τούτῳ, διὰ τὸ πολλούς τινας τούτους κεκτῆσθαι, σεσιγῆσθαι τὸ μέλλον· οὔκουν οὐδὲ σεσίγηται· ἀλλʼ ὥσπερ τις ἄριστος ἰατρὸς, οὐ νόσους ἀκούμενος μόνον, ἀλλὰ καὶ φάρμακα ἄττα πρὸς τὸ μέλλον ἐπιδιδοὺς, καὶ προσέτι κελεύων μὴ διʼ ὧν ἡ νόσος ἐπῄει σιτίων, τούτων μηδʼ ὁπωστιοῦν διὰ βίου μετέχειν ἐξεῖναι, ἐφʼ ᾧ μὴ τῶν αὐτῶν καὶ αὖ πεπειρᾶσθαι· ὣς δὲ καὶ Λεπτίνης γράψας μηδένα εἶναι ἀτελῆ, ὁ δὲ μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι προσγράφει, τό τε νῦν εἶναι τό τʼ εἰσαῦθις εἶναι καθάπαξ ἀσφαλιζόμενος, καὶ τὰ μὲν τῆς πόλεως ἀεὶ προμηθούμενος, τὰ δὲ καὶ τοὺς εἰς νέωτα παραπλησίους Δημοσθένει τὰ τοιαῦτʼ ἐσομένους ἀνείργων. εἰκὸς γὰρ, εἰκὸς, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὸν ἀεὶ χρόνον καὶ χρηστοὺς καὶ φαύλους ἐνεῖναι τῇ πόλει. εἰ δὲ καὶ τυραννίδος εἰς θέσιν νόμων ἐδέησεν εἱστισοῦν, τί καινὸν εἰ καὶ τῆς εἰσέπειτʼ ἀσφαλείας ὑπὲρ τοῦ κοινῇ λυσιτελοῦντος ἐδεήθη Λεπτίνης; ἀλλʼ οὐ περὶ τῷ νόμῳ μὰ τοὺς θεοὺς, ὡς ἄν τις φαίη, δεδιώς· ὁ γὰρ παρʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς ὑμετέρας ψήφου παντὸς μᾶλλον ἐπὶ τῷ βέλτιστος εἶναι τὸ συγκεχωρηκὸς ἐσχηκὼς, τί παρὰ τοῦτο ὄφελος, ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα ληρῇ;
οὕτως, ὦ Δημόσθενες, ἃ μὲν ὑπὲρ αὐτὸς σαυτοῦ λέγειν ἐδόκεις, ταῦθʼ ὑπὲρ Λεπτίνου λέγων ὡς κάλλισθʼ εὑρέθης· καὶ οἷς τοῦτον αἱρήσειν ἤλπισας, τούτοις αὐτὸς καθάπαξ ἑάλως. καὶ ἀτελείας μὲν, ὑπὲρ ἧς πάντʼ αὐτὸς καὶ ποιεῖν καὶ λέγειν ᾥου δεῖν, ταύτης οὐδὲν ἐξωλέστερον ὦπται· ὃν δʼ εἰσενήνοχε νόμον Λεπτίνης, τούτου μηδὲν ἀναγκαιότερον χρῆσθαι. ὥστε σοι καὶ χάριν ἂν εἰκότως ἔχοι Λεπτίνης οἷς ὅτι πλέον ἐντεῦθεν τοῦτον σεμνύνεις ἢ εἰ συνειρήκεις τὸ ἐξ ἀρχῆς. τότε μὲν γὰρ καὶ χαρίζεσθαι ἂν ἴσως ἐδόκεις καί τις ἀφῆκε βέλος ἐξ ἀφανοῦς, νυνὶ δὲ ἀνύποπτος ἡ μαρτυρία, ὡς ἄρα τῶν βελτίστων καὶ λυσιτελεστάτων ἁνὴρ, τῷ καὶ παρὰ τῶν ἐχθρῶν αὐτῷ ταῦτʼ ἐψηφίσθαι.