Orationes 53
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τρέφεσθαι καὶ καθεύδειν καὶ ὅσα κοινότατα καὶ τῷ τῆς φύσεως ἐνέχεται νόμῳ; οὐ μὴν ἀλλʼ εἴ τις, ὦ ἄνδρες Ἀθηναῖοι, ἀκριβῶς ἐξετάσει καὶ πάντας ὡς ἀληθῶς εὑρήσει τοὺς νόμους οὕτω περὶ τὸ λειτουργεῖν ἔχοντας, ὡς μὴ ὅτι τοὺς ἄλλους ἐξ ὧν ἑκάστοτε παραινοῦσι καὶ τῆς πολιτείας ὅπως ἄριστα ἔχει ποιοῦνται λόγον μετὰ πολλοῦ τοῦ περιόντος ἐνταῦθα παρακαλεῖν, ἀλλὰ καὶ τούτους αὐτοὺς τῷ ταῦτα ποιεῖν εἰς λειτουργοῦντας, ὡς ἄν τις φήσαι, τελεῖν.
καὶ τί δεῖ νόμους λέγειν, ὅταν καὶ Δημοσθένης αὐτὸς, ὁ διʼ ὧν ἀτελείας φροντίζει τὸ λειτουργεῖν πολεμῶν, φαίνηται μάλιστα πάντων τουτὶ βεβαιῶν, νῦν μὲν δημηγορῶν καὶ γράφων καὶ συμβουλεύων, νῦν δὲ προσβεύων καὶ χορηγῶν καὶ διὰ πάντων τουτωνὶ λειτουργῶν,
καὶ οὔτε πώποτʼ αὐτὸς ἀτέλειαν αἰτησάμενος οὔτε ταύτης πέρι λόγον ποιησάμενος ὁντινοῦν, πλὴν ἐν τῷ παρόντι διὰ τὸν ἑαυτοῦ καὶ Χαβρίου παῖδα Κτήσιππον τουτονί. ἄνευ δὲ τούτων εἰ κατʼ αὐτοῦ τοῦτʼ ἰσχυρὸν ἔχειν νομίζεις, ὅτι μὴ τοῖς νόμοις ἐγγέγραπται, λανθάνεις οὐδὲν ἧττον καὶ τά γε σὰ παιδικὰ ταύταις ὑποβάλλων ταῖς ψήφοις. καὶ τί τούτου μᾶλλον ἐντεῦθεν ἢ τῆς σῆς ἀτελείας κατηγορεῖς; οὐ γὰρ ἡ μὲν κατὰ νόμους, τὸ δʼ οὒ, ἀλλʼ ἐξ ἴσης καὶ ἄμφω τῶν νόμων ἀποστατεῖ· καὶ οὐδὲν παρὰ τοῦτʼ οἶμαι βελτίω ταῦτʼ εἶναι καὶ χείρω καὶ αὐτὰ καθʼ αὑτὰ καὶ πρὸς ἄλληλα· ἐπεὶ ἄλλως γε τοσοῦτον ἀτελείας μεῖζον τὸ λειτουργεῖν ὡς μηδὲ παραβάλλειν ἐξεῖναι. τὸ μὲν γὰρ καὶ δίκαιον καὶ συμφέρον ὅτι μάλιστα πόλει καὶ τῆς καλλίστης καὶ γιγνομένης αἰτιώτατον τύχης, καὶ προσέτʼ ἐξ ἀρχῆς καὶ παρὰ πάντα δή που τὸν χρόνον κεκρατηκός· ἀτέλεια δὲ μὴ μόνον χθὲς καὶ πρώην εὑρέθη, ἀλλὰ καὶ τοιοῦτόν ἐστʼ οὐδὲν τὸ παράπαν τά γε πρὸς πόλιν πλὴν αὐτὸ τοῦτο μόνον, ὡς ἔφην, εἰς ὄνησιν μὲν τοῖς χρωμένοις, τῇ πόλει δὲ πᾶν τοὐναντίον, ὥστʼ εἶναι πᾶσιν ἐντεῦθεν εἰκότως περὶ αὐτῶν ἀποφαίνεσθαι, τὴν μὲν οὕτωςἔχουσαν, εἰ δὴ τοῖς νόμοις ἐνῆν, διαγεγράφθαι χρῆναι καθάπαξ τῶν νόμων· τὸ δʼ ὅτι τοιοῦτον, ἐξ ἀντιστρόφου πᾶσιν ἐγγεγράφθαι τοῖς νόμοις καὶ πλείστων ὅσων ἠξιῶσθαι τῶν ψηφισμάτων, μᾶλλον δὲ νόμον αὐτὸ γεγενῆσθαι. ὃ πάλαι προσῆκον νῦν ὁ βέλτιστος οὑτοσὶ Λεπτίνης, τοῦτο μὲν ὑπὸ θεῶν κινηθεὶς, τοῦτο δὲ καὶ τούτοις εἴξας τοῖς λογισμοῖς, ἅθʼ ὑπὲρ πάντας φιλόπολις ὢν, ὥσπερ ὄφλημά τι κοινὸν ἀποδεδώκει τῇ πόλει, γράψας μηδένα τῶν πάντων ἀτελείας μετέχειν, κἂν εἰ πολλάκις εὐεργετῶν εἴη τὴν πόλιν· οὐ μόνον ἵνα καὶ τῆς ἐκ τούτων προσαπολαύοι συντελείας ἡ πόλις καὶ τὸ λειτουργεῖν ἐξ ὁλοκλήρου γίγνοιτʼ αὐτῇ, ἀλλʼ ὅτι καὶ δέος οὐ μικρὸν ἐντεῦθεν ὑφώρμει μὴ προϊόντος ἄρα τοῦ χρόνου καὶ τῆς ἀτελείας οὕτω διὰ πάντων χωρούσης ἐκλίπῃ καθάπαξ τὸ λειτουργεῖν. καὶ τί πλέον τηνικαῦτʼ ἔσται τῇ πόλει, περὶ τὰ μείζω βλαφθείσῃ καὶ ὧν ἄνευ οὐχ οἷόν τε σεσῶσθαι; ψυχὴ γὰρ πόλει τὸ
λειτουργεῖν· καὶ ὡς οὐ περιεῖναι καὶ ζῆν πέφυκε· σῶμα ψυχῆς μὴ παρούσης, ὣς δὲ καὶ πόλις μοι δοκεῖ λειτουργιῶν ἀποροῦσα· εἰκότως· εἰ γὰρ χρειῶν οὐδένες ἀνθρώπων ἐλεύθεροι, πλὴν θεῶν, αὗται δὲ τὰς λειτουργίας ἀναγκαίας ὡς οὐκ οἶδʼ εἴ τι ποιοῦσι, τηνικαῦθʼ ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, λειτουργιῶν οὐ δεήσει, ἡνίκα μηδὲ χρειῶν· εἰ δὲ χρειῶν ποτʼ οὐχ οἷόν τε, πῶς οἷόν τε λειτουργιῶν συνιδεῖν οὐκ ἔχω· ὧν διὰ τὰς Δημοσθένους ἀτελείας ἡ πόλις ἐκπεσεῖν κινδυνεύει.ἀλλʼ ἔδει, φησὶν, ἀναμεμενηκότα τὸ μέλλον καὶ τὴν τοῦ λειτουργεῖν ἀπορίαν τηνικαῦτα εἰσάγειν τὸν νόμον. νῦν δʼ οἷς πρὶν ἢ τοῦτο γενέσθαι νομοθετεῖ, ἔοικεν οὐκ ἐν καιρῷ προὔχεσθαι ταῦτα. τί οὖν κωλύει καὶ ἡμᾶς, ὦ Δημόσθενες, τοῖς αὐτοῖς πρὸς σὲ τούτοις ἐξ ἀντιστρόφου χρήσασθαι λόγοις, καὶ δικαιότερόν γε ἢ σύ; ὡς ἔδει καὶ σέ γʼ αὐτὸν ἀναμεμενηκότα τὸ μέλλον, εἴ γε καὶ τοῦθʼ ὅλως ἐπὶ τῶν αὐτόθεν μάλιστα δήλων λέγειν ἐχρῆν,
τηνικαῦτʼ ἐπιχειρεῖν ἀντιλέγειν τῷ νόμῳ· νῦν δʼ οἷς αὐτὸν πρὶν ἢ τοῦτο γενέσθαι διώκεις ἔοικας οὐκ ἐν καιρῷ τὴν γραφὴν πεποιῆσθαι. εἶτα θαυμάζειν ἔπεισί μοι, πῶς οἴει, ὅτι σοι ταῦτʼ ἔπεισι λέγειν, οὐ μόνον ὅτι τοῖς οἰκείοις πτεροῖς καὶ λόγοις ἁλίσκει, ὃ δεινότατόν ἐστι πάντων καὶ συμφορὰ τοῖς χρωμένοις, καὶ προσέτʼ αὐτὸς διαφερόντως κακίζεις, τὸ μετὰ τὰ πράγματα λέγω τῷ βουλεύεσθαι χρῆσθαι, τούτου νῦν ἡμᾶς ὡς δὴ χρηστοῦ τινος ἔχεσθαι πείθων, ἀλλʼ ὅτι καὶ, δεινὸν εἶναι φάσκων, λανθάνεις σαυτὸν ἃ μὴ ἔξεστι φάσκων. οὔτε γὰρ οὐδεὶς, οἶμαι, τῶν πάντων φρενῶν κύριος ὢν, ἐξὸν, ὅπως μὴ πείσεται κακῶς, εὖ βεβουλεῦσθαι, ὁ δʼ ὅπως πείσεται κακῶς πρόσθεν ἐάσας, ἔπειθʼ ὑπὲρ ἀπαλλαγῆς ἕλοιτʼ ἂν βεβουλεῦσθαι, ὅτʼ οὐδὲ τοῦτʼ ἴσως ἐξέσται· οὔθʼ ἡμεῖς, τὴν κάκιστʼ ἀπολουμένην ἀτέλειαν νῦν ἔχοντες ἐκποδὼν πεποιῆσθαι, εἶτα διὰ τοὺς σοὺς λόγους ἀναμενοῦμεν τὸ μέλλον, ὥσπερ ὅ τί ποτʼ ἐστὶν ἀγνοοῦντες καὶ διὰ τοῦτο τῆς ἐκεῖθεν δεόμενοι πείρας. ἄνευ γὰρ τοῦ τῆς ἐσχάτης παραπληξίας
τοῦτʼ ἄντικρυς εἶναι, περὶ ὧν μάλιστα ἴσμεν, ταῦτʼ ἀφέντας ἃ οὐκ ἴσμεν διώκειν, οὐδὲ τοὺς λόγους καθʼ οὓς ἔδει ταῦθʼ αἱρεῖσθαι γιγνώσκειν ἔχω. εἰ μὲν οὖν ὡς μηδὲν μηδέπω περὶ ἀτελείας σαφὲς εἰδότας παραπέμπεις τῷ χρόνῳ καὶ ταῖς ἔπειτα ψήφοις, ἔοικας ἀγνοεῖν ὅτου χάριν τοὺς κατʼ αὐτῆς ἤδη κεκινήκαμεν λόγους· εἰ δʼ ἐπισταμένους, ὡς ἀληθῶς οὐδὲν ἄλλο μοι δοκεῖς συμβουλεύειν ἢ ἡμῶν αὐτῶν μετὰ τὸ καθάπαξ ἐφθάρθαι πεποιῆσθαι φροντίδα. ἀλλʼ οὔτε σύ γʼ αὐτὸς, εὖ ἴσθι, ἄν σέ τις ἀνέλῃ, ἔπειτʼ εἰς Ἄρειον πάγον οἷός τʼ ἂν εἴης τουτονὶ προκαλεῖσθαι· οὐ μᾶλλόν γε ἢ οἱ μηκέτʼ ὄντες τοὺς ἔτʼ ὄντας ἀδικίας εἰσάγειν· τῆς τʼ ἀτελείας, ὡς ἔφην, ἀνατετραφυίας τὴν πόλιν οὐδὲν πλέον ἔσται πρὸς τὸ τὴν μὲν ἐξελεῖν βεβουλῆσθαι, ἡμᾶς δʼ αὐτοὺς ἀνασώσασθαι, ἀλλὰ μεθʼ ἡμῶν ἀνάγκη, καὶ ταύτην ἐφθάρθαι, καθάπερ τινὰνόσον συνοιχομένην σώματι· ὥστʼ οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ὁ περὶ τοῦ μέλλοντος λόγος. διὸ καὶ τὸ νῦν ἀπολέσομεν κἀκεῖνο οὐχ ἕξομεν. οὐδὲ γὰρ οἷόν τε, ὡς αὐτὸς λέγεις, ἂν τὰ παρόντα τις ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς ἃ δεῖ· ἀλλʼ ἕως ἂν σώζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τε ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρα ἐφεξῆς πρόθυμον εἶναι, καὶ ὅπως μηδεὶς μήθʼ ἑκὼν μήτʼ ἄκων ἀνατρέψει τοῦτο σκοπεῖσθαι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή· εἰκότως. φαρμάκων γοῦν καὶ ποτῶν καὶ σιτίων, πρὶν μὲν ἡμῖν πεπονηρεῦσθαι τὸ σῶμα, μετέχειν οἰόμεθα δεῖν εἰς τὸ μηκέτʼ ἂν ἐνταῦθʼ ἐμπεσεῖν, ἂν δʼ ἄρα πρότερον ἡ νόσος ἐπίῃ, οἱ δὲ πῶς οἴει καὶ τύχην καὶ ἡμᾶς αὐτοὺς δυσχεραίνομεν; καίτοι ὅταν, ὦ Δημόσθενες, σωμάτων καὶ νεῶν καὶ τοιούτων δή τινων ὅπως ἀεὶ κάλλιστα ἔχῃ τοσοῦτον ποιώμεθα λόγον, ἦ πού γε πόλεως τοσαύτης καὶ τηλικαύτης καὶ οὕτω διὰ πάντων κρατίστης, ὡς καὶ θεοὺς, ἵνα μηδὲν πλέον εἴπω, περὶ αὐτῆς ταύτης πρὸς ἀλλήλους ἐρίσαι, οὐδʼ ἔστιν εἰπεῖν ὅσον ὀφείλομεν.
ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ἦν καὶ ἀτελείας ἀντιποιεῖσθαι καὶ μηδὲν εἰς τὸ λειτουργεῖν βεβλάφθαι τὴν πόλιν, μανία σαφὴς ἂν ἦν ταῦτα κωλύειν αἱρεῖσθαι, ἃ μήτε τῷ κοινῷ λυμαίνεται καὶ τοῖς μετασχοῦσιν ἔνεστι κέρδος. ὅτε δʼ ἀνάγκη διὰ τὰς ἐν μέρει χάριτας κοινὴν ἡμᾶς ὑποστῆναι ζημίαν, πότερον βέλτιον καὶ λυσιτελέστερον πάντων ὁμοῦ ἢ λόγον ὀλίγων δή τινων σχεῖν; ἄνευ δὲ τούτων ἀτελειῶν μὲν ἐκποδὼν γενομένων οὐδʼ ἡτισοῦν ἔσται ταῖς πόλεσι βλάβη, ἀλλὰ καὶ κέρδος οὔ τοι μικρὸν τὸ πλείους ἂν ἐντεῦθεν τὰς λειτουργίας γενέσθαι, ἐξ ὧν αἱ πόλεις συνίστανται· εἰ δʼ αἱ λειτουργίαι
τοῦτʼ αὐτὸ πείσονται, οἰχήσονται μὲν αἱ πόλεις, οἰχήσεται δὲ καὶ τὰ τῶν πόλεων ἆθλα. οὐ γὰρ μόνον ἐξ ἀτελειῶν οὐδὲν αὐταῖς ἔπειθʼ ὑπάρξει, ἀλλὰ καὶ τὸ τάχιστʼ ἐφθάρθαι μᾶλλον αὐταῖς προσυπάρξει, εἴπερ ἐκ μὲν λειτουργιῶν ταῖς πόλεσι σωτηρία, ἐν δὲ τῷ ταύτας εὖ ἔχειν καὶ τὸ ταῦτʼ ἔχειν διδόναι προσέσται. εἶτα τούτων οὕτως ἐχόντων καὶ τοσαύτης ἑκατέρων οὔσης διαφορᾶς, ὡς τὸ μὲν πλείστην ὄνησιν ἔχειν, τὸ δὲ πᾶν τοὐναντίον, ἔπειθʼ ἡμεῖς Δημοσθένει πεισθέντες ἢ οὐκ οἶδʼ ὅτῳ καὶ φῶ, οὐχ ὃ πρὸς ἡμῶν ἐστιν ἀτεχνῶς, ἀλλʼ ὃ καθʼ ἡμῶν αἱρησόμεθα; καὶ ὃν ἐξ ἀρχῆς ὑπὲρ τῆς ἡμετέρας αὐτῶν ἀσφαλείας τε καὶ προνοίας ἔδει νόμον τεθεῖσθαι, καὶ νῦν αὐτῷ τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτῳ χαίρειν εἰπόντες τὴν ἐπὶ καθαιρέσει τῆς πολιτείας ἀτέλειαν ὡς πάνυ λυσιτελὲς νομιοῦμεν; διʼ ἧς οὐδʼ αὐτὴν ταύτην, ὡς ἔφην, ἔτʼ ἔχειν τοῖς βουλομένοις ἐξέσται, ἀλλὰ πρὸς σφίσιν αὐτοῖς καὶ τήνδε προσαπολοῦσιν καὶ τίσιν οὐκ ἂν δόξαιμεν κακοδαιμονᾶν, εἰ τὸ συμφέρον ἡμῖν παντὸς μᾶλλον εἰδότες,
ἡμεῖς δʼ ἐξεπίτηδες δρῶμεν ἃ παντὸς ἡμᾶς μᾶλλον ἐκτρίψει;ὅλως δὲ εἴ τις ἔροιθʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον τοῖς μὲν ἔχουσι μείζονος καὶ περιφανεστέρας καθέστηκε δόξης, τῇ δὲ πόλει μηδʼ ὁτουοῦν δυσχεροῦς, πότερον ἀτέλεια καὶ τὸ μὴ λειτουργεῖν ἔτʼ ἔχειν, ἢ τὸ τυγχάνειν εἰκόνων καὶ μεθʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος τὸν ἀεὶ πρεσβεύεσθαι χρόνον, εὖ οἶδʼ ὅτι τοῦτʼ ἂν φήσαιτʼ· εἰκότως. τί γὰρ δὴ βλάβος τῇ πόλει, ἐὰν οὐχ ὁ δεῖνα ἢ ὁ δεῖνα λέγω, ἀλλʼ ὁμοῦ πάντες Ἀθηναῖοι, ἢ, εἰ βούλει, πάντες ὡς εἰπεῖν ἄνθρωποι εἰκόνων ἢ στεφάνων μετάσχωσι παρʼ αὐτῇ; μᾶλλον μὲν οὖν καὶ δύο τὰ πάντων κάλλιστʼ ἐντεῦθεν προσγίγνεται, οὐ μόνον ἔπαινός τε καὶ δόξα τοῖς τε ταυτὶ τιμωμένοις τῇ τε τιμώσῃ πόλει, ἀλλὰ καὶ θαυμαστή τις ἐπὶ τὰ ἴσα παράκλησις ἔσται. ὅτε τοίνυν καὶ ἄλλως ἔνι τῇ πόλει καὶ μεγαλοψυχίᾳ πρὸς οὓς ἔδει
κεχρῆσθαι, καὶ μηδὲν αὐτὴν μηδενὶ τὸ παράπαν βεβλάφθαι τίς ἀτελείας ἀνάγκη καὶ τοῦ τοῖς ἡμετέροις αὐτῶν ἐντεῦθεν λυμαίνεσθαι; ὥστε καὶ ἃ Δημοσθένης λαμπρῶς ἄγαν ὑπὲρ ἀτελείας προΐσχεται, τῶν ἀτοπωτάτων εἶναι φάσκων καὶ τῆς εἰς ἅπαντʼ ἀνάξιον μεγαλοψυχίας ἡμῶν, ἐὰν ἃ δεδώκαμεν ἀφελώμεθα, ταῦτʼ εἰς κενὸν αὐτῷ καθειστήκει τοῦτον τὸν τρόπον. οὐ γὰρ μόνον τοὺς εὖ παθόντας ἀφαιρησόμεθα τοῦθʼ, ὡς αὐτὸς οἴεται, οὐδʼ ἧς παρʼ ἡμῶν ἀπέλαυσαν δόξης, ταύτης ἐκπεσοῦνται διὰ τὸν νόμον, ἀλλὰ καὶ καλλίω καὶ περιφανεστέραν ταύτην νῦν κομιοῦνται, ἀντʼ ἀτελείας θαυμαστῶν τινων ἐπιγραμμάτων καὶ εἰκόνων τυχόντες, καὶ κατὰ παντὸς εἰσέπειθʼ ἑστήξοντες δημοσίᾳ τοῦ χρόνου· ὡς καὶ τοῖς ἐπιγιγνομένοις σαφῶς μανθάνειν ἐξεῖναι ὁπόσον τι τούτοις ἡ πόλις τῆς εἰς αὐτὴν ἕνεκʼ εὐνοίας ἐχρῆτο· ὃ τίνος ἀτελείας οὐ μεῖζον; εἴπερ ἡ μὲν οὐ διηνεκὴς οὐδὲ διὰ πάντων ἥκουσα τῷ γιγνώσκεσθαι, τὸ δʼ ἀθάνατον ὡς εἰπεῖν καὶ οὐδένα τῶν πάντων οἷόν τε
λανθάνειν, οὐ μᾶλλόν γε ἢ τὴν πόλιν ὁντινοῦν ἔστι λανθάνειν. οὐκοῦν καὶ Ἐπικέρδης καὶ Λεύκων καὶ ὅστις ἕτερος, εἰ ὅτʼ αὐτοὺς ἡ πόλις ἐτίμα, δυοῖν αἵρεσις ἦν, ἢ ἀτελείας ἢ ἀνδριάντων μετέχειν, οὐκ ἄν μοι δοκοῦσι μηδʼ ὅσον περὶ ἀτελείας ἀκοῦσαι δεδέχθαι, ἐξὸν πολλῷ τινι μείζονι τετιμῆσθαι καὶ ὃ τοὺς μετασχόντας παραπλησίους εἶναι δοκεῖν ποιεῖ τοῖς θεοῖς· τοὺς τοίνυν τότʼ ἂν οὕτω διατεθέντας καὶ ὅλῳ θυμῷ πρὸς ταῦτʼ ἐσχηκότας εὖ οἶδα καὶ νῦν μὴ μόνον τῆς προσούσης ἀτελείας περὶ πλείονος ἂν πεποιῆσθαι τὴν ἐν ταῖς εἰκόσιν ἐπιτιμίαν, καὶ αὐτοὺς καὶ τούς γʼ αὐτῶν παῖδας, ἐάν γε μὴ περιῶσιν, ἀλλὰ καὶ τοσοῦτον ἡσθῆναι ὡς καὶ πλείστην χάριν ὁμολογῆσαι δή που τῇ πόλει τοῦ τε ταυτὶ διανενοῆσθαι τοῦ τʼ ἐψηφίσθαι συμφέροντα μὲν ἑαυτῇ, συμφέροντα δὲ καὶ σφίσιν αὐτοῖς.ἀλλʼ ὅταν, φησὶ, ταῦτα δῶμεν, οἱ τούτων παῖδες, ὅτι μὴ κἀνταῦθα κοινωνεῖν ἔθʼ ἕξουσι τοῖς πατράσιν, ὥσπερ ἐν ἀτελείᾳ, ἅτε τὰ μέγιστʼ ἠδικημένοι, βοήσονται. πρῶτον μὲν οὖν, ὦ οὗτος, οὐκ οἶμαί τινʼ αὐτῶν τὸ παράπαν δυσχερανεῖν διὰ τὸ καὶ τοῖς υἱέσιν εὖ μάλα προσεῖναι τῶν γεγεννηκότων τὴν δόξαν, ἀλλʼ ὡς εἰκὸς αὐτοὺς ἀγαπήσειν, εἰ μόνον τηλικούτων πατέρων προσαγορεύοιντο παῖδες· ὡς γὰρ τὸ πατρὸς ἢ μητρὸς κακὰ συνειδέναι, κατὰ τοὺς ποιητὰς, καὶ τούς γε θρασυσπλάγχνους δουλοῖ, οὕτως ἡ τούτων, εὔκλεια καὶ λαμπρότης ζηλωτοὺς, ἄγαν παρασκευάζει τοὺς ἐξ αὐτῶν, ἔπειτʼ εἰ μὲν ἁπάντων ὧν ἀξιοῖ τοὺς εὐεργέτας ἡ πόλις καὶ τοῖς ἐκ τούτων ἀνάγκη μετεῖναι καὶ ταῦθʼ ὥσπερ τις κλῆρος εἰς τοὺς ἐκγόνους κάτεισιν, εἰκότα ἂν καὶ οὗτοι λέγειν δοκοῖεν τούτων στερόμενοι· εἰ δʼ ἐπὶ μόνης μὲν ἀτελείας τοῦτʼ ἦν, ἑτέρου δὲ οὐδενὸς, αὕτη δὲ νῦν καθάπαξ ἀνῄρηται, οὔτʼ ἔχει λόγον τὰ τοιαῦτα ζητεῖν ἐθέλειν τῶν τε τῆς ἀτελείας κἀν τοῖς ἄλλοις μεμνῆσθαι. καὶ σύν γε ἔτι παραπλήσιον ἔσται
ὥσπερ ἂν εἴ τις ὀλυμπιονίκου πατρὸς ὢν, ἔπειτʼ ἀξιοῖ διὰ τὴν φύσιν καὶ τοῦ κοτίνου μετέχειν· ἀλλʼ ἀκούσεται πάντως ὅ γε τοιοῦτος ὡς οὐ γένους, ἀλλʼ ἄθλων ἐστὶ τὰ γέρα, καὶ ὁ τούτων ἐπιθυμῶν ἐκείνοις ἐπαποδύσεται πρῶτον, κᾆθʼ οὕτω καὶ πρὸς ταῦτα χωρήσει. εἰ τοίνυν τὰ μικρὰ καὶ οὐ τοσούτου δή τινος λόγου—τί γὰρ δὴ πρὸς ἀνδριάντα θαλλός; εἴπερ ὁ μὲν διαρκὲς, θαλλὸς δὲ κατʼ αὐτὸν δὴ μόνον τὸν τοῦ προσίεσθαι χρόνον ἔχει τὸ κέρδος· — εἰ τοίνυν ἐξ ἄρα τοῦ πεφυκέναι ταῦτʼ οὐχ οἷόν τε λαβεῖν μὴ καὶ πόνων ἡγησαμένων, πῶς οἷόν τε ἀκονιτὶ κεκαρπῶσθαι τὰ μείζω; καὶ μὴν εἰ ἃ τοῖς πατράσι δίδοται γέρα, τούτων ἔπειθʼ οἱ παῖδες ἀξιοῦσι μετέχειν διὰ τὴν φύσιν, τί μὴ καὶ τῶν ἀτυχημάτων αὐτοῖς ἀξιοῦσι μετέχειν ἀπὸ