Orationes 52
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἄριστε Ἀχιλλεῦ, τὸ μὲν θυμοῦσθαί σε καὶ χαλεπαίνειν ἐφʼ οἷς ὑβρίσθης οὐδὲν ἀπεικὸς, οὐκοῦν ἄχρι τούτου γε. ἐγὼ δʼ, εἰ μὲν ἢ τῆς αὐτῆς γνώμης ἔτι καὶ νῦν Ἀγαμέμνων εἴχετο, ἢ περὶ ὧν ἥμαρτεν ἔξαρνος ἦν, οὐκ ἂν παρῃτούμην, ἀλλʼ εἴων ὅπως ποτέ σοι δοκεῖ ποιεῖν· ἐπεὶ δὲ ὑπὲρ αὐτοῦ τούτου καὶ δεήσεις ποιεῖται καὶ δῶρα τὰ μὲν δίδωσι, τὰ δʼ ἐπαγγέλλεται, τί ἄν τις ἐξελέγχοι τόν γε ὁμολογοῦντα; ἀλλʼ ὥσπερ ἐκεῖνός σοι συγχωρεῖ δίκαια λέγειν, οὕτω καὶ σὺ πείθου παραιτουμένῳ· εἰ δὲ μὴ, πῶς οὐκ ἄτοπον πρῶτον μὲν τὴν αὐτὴν γνώμην ἔχειν ἥνπερ πρὸ τοῦ πρὸς τὸν οὐκέτι τὴν αὐτὴν ἔχοντα; ἔπειτα σκόπει μὴ τὴν δίκην ὧν ἐκείνῳ μέμφῃ παρʼ ἡμῶν λάβῃς.
εἰ μὲν γὰρ ἅπασι χαλεπῶς ἔχεις, εἰπὲ πρὸς Διὸς ἀνθʼ ὅτου, εἰ δʼ ἀπολύεις τούς γε ἄλλους αἰτίας, κοινὸς ἁπάντων ὁ κίνδυνος. ὥστε πῶς δίκαιος εἶ περιορᾶν; ὅπως νὴ Δία ἐκεῖνος ἔτι μᾶλλον μισοῖτο ὑπὸ πάντων διὰ ταῦτα; ἀλλὰ μάλιστα μὲν δέδοικα μὴ οὐ λειφθῶσιν οἱ μισήσοντες· οὕτω πυκνοὶ πίπτουσιν. ἔπειτα νῦν γε ὦ πρὸς θεῶν πῶς ἄλλως γνώμης οἴει ἔχειν αὐτούς. δέδοικα μέντοι μὴ σοῦ πλεονάζοντος τοὐναντίον ἢ σὺ βούλει γένηται, κἀκεῖνον ἀφέντες, εἶτά σοι μέμφωνται. μὴ γὰρ οἴου τὸν μὲν πρότερον ἄρξαντα τῆς ὀργῆς ὑπαίτιον εἶναι, τὸν δὲ μηδʼὕστερον ἐθέλοντα παύσασθαι μετρίως δόξειν βεβουλεῦσθαι. χωρὶς δὲ τούτων οὐ σὸν, ὦ φίλε Ἀχιλλεῦ, μᾶλλον ὅπως τις δικαίως μισηθήσεται ζητεῖν ἢ ὅπως τὸ κοινὸν σωθήσεται. εἰ γὰρ δεῖ χαλεπαίνειν διὰ τέλους, τοῖς βαρβάροις ἂν ἔγωγε φαίην δεῖν καὶ τοῖς φύσει πολεμίοις. πολὺ γὰρ
μείζω πρὸς τούτους ἡμῖν τὰ ἐγκλήματα καὶ ὑπὲρ μειζόνων. ὥστε πῶς δίκαιον τὸν μὲν ἐπὶ καιροῦ λυπήσαντα μισεῖν, τοὺς δʼ ἐξ ὅτου γεγόνασι πολεμίους μὴ ὅσον ἀθώους περιορᾶν, ἀλλὰ καὶ τοσοῦτον κρατοῦντας τῶν σῶν ἑταίρων καὶ μεθʼ ὧν ὤφθης πρῶτον αὐτοῖς; ἐπεὶ νῦν εἴ σοι δέδοκται παντάπασι διαφθεῖραι τὸ στρατόπεδον, τί οὐκ ἄντικρυς γίγνει μετὰ τῶν βαρβάρων καὶ τοὺς μὲν ἐκ τοῦ ἄστεος ἐᾷς προσελαύνειν, αὐτὸς δὲ ἀπὸ τοῦ Σιγείου προσβαλὼν ἐν μέσῳ σαυτοῦ τε κἀκείνων ποιεῖς; ὅτι νὴ Δία οὐκ ἀνεκτὰ ταῦτα οὐδʼ ὅσια; τῶν αὐτῶν τοίνυν τούτων ἔχεται λογισμῶν καὶ ἡ νυνὶ βοήθεια. ἀπόλλυνται μὲν γὰρ οὐδὲν ἧττον καὶ τὴν ἡσυχίαν ἄγοντος σοῦ, πρόσεστι δὲ τῷ σχήματι ῥᾳθυμία, τῷ δοκεῖν θεωρεῖν τὰ γιγνόμενα. ὥστε διπλοῦν ἀνθʼ ἁπλοῦ τοὔνειδος γίγνεται· καὶ γὰρ μισεῖν τοὺς ὁμοφύλους δοκεῖς καὶ φοβεῖσθαι τὴν μάχην. μὴ σύ γε, ἀλλʼ ἐξ ἀρχῆς δυοῖν ἑλοῦ θάτερον· εἰ μὲν τὰ τῆς ὀργῆς νικᾷ, χρῆσαι παντὶ τῷ θυμῷ, εἰ δʼ ἐπίστασαι λογίζεσθαι, μὴ σχίζου τῇ γνώμῃ, μηδὲ ἀπέχου μὲν ὡς φιλίων, πρόῃ δὲ ὡς πολεμίους, ἀλλʼ ἴσθι τοσούτῳ χείρω νυνὶ ποιῶν ἢ εἰ μετὰ τῶν βαρβάρων ἡμῖν ἐπῄεις, ὅσῳ φανερᾶς ἔχθρας προδοσία χαλεπώτερον.σὺ δὲ εἰ μὲν πρέσβεις ἔλθοιεν παρὰ Πριάμου νυνὶ περὶ συμμαχίας, οὐκ ἂν αὐτοὺς δέξαιο τῇ σκηνῇ, ἃ δʼ ἂν εὔξαιντο ἐκεῖνοι, ταῦτα σὺ πράττεις, καὶ τῷ θυμῷ τὰ πράγματα ἀπολλὺς κάθησαι· ἔπειτα δʼ εἰ μὴ σιδήρῳ
τοῦτο ποιεῖς ἢ πυρὶ, πρᾷον τοῦθʼ ἡγεῖ τι. καὶ λόγον μὲν οὐκ ἂν ἐξ ἴσου δοίης ἐκείνοις τε καὶ ἡμῖν, ἐξ ἴσου δὲ ἀμφοτέροις ἐκποδὼν ἕστηκας, μᾶλλον δὲ βοηθεῖς μὲν οὐδετέροις, τῇ δὲ γνώμῃ πρὸς ἐκείνους ῥέπεις· τοσούτῳ πλέον ἡμῶν ἔχουσι. καὶ παρʼ αὐτὴν μὲν τὴν ὀργὴν οὕτω πολιτικῶς ἔσχες ὥστʼ οὐδʼ αὐτὸν τὸν Ἀγαμέμνονα ᾤου δεῖν τεθνάναι· μέγα τούτου τεκμήριον· οὔκουν ἀπέσφαξάς γε αὐτὸν, ἐξόν σοι. νῦν δʼ οὐδὲ τῶν ἄλλων οὐδένα δεῖν οἴει λιπεῖν, καίτοι πολλῷ βέλτιον μετὰ τῶν ἄλλων κἀκεῖνον ἦν παρʼ ἀξίαν σῶσαι ἢ διʼ ἐκεῖνον ἅπαντας ἄρδην ἀφανισθέντας περιιδεῖν, καὶ δίκην γʼ ἂν οὕτω παρʼ αὐτοῦ τὴν γιγνομένην λαβεῖν. εἰπὲ γάρ μοι τί μάλιστʼ ἂν εὔξαιο; οὐκ ἀδοξεῖν ἐκεῖνον καὶ κακῶς ἀκούειν καὶ μῖσος ἔχειν ἐν τῷ στρατοπέδῳ; τοῦτο τοίνυν ἐξ ἀμφοῖν αὐτῷ περιέσται, ἔκ τε τῶν μέχρι τοῦδε ἀπολωλότων καὶ τῶν ἀπὸ τούτου σωθησομένων· ὁ μὲν γὰρ ἐκείνοις αἴτιος τούτου δόξει
γεγενῆσθαι, τῆς συμμαχίας ἀποστήσας σε διʼ ὧν ὕβρισε, σὺ δὲ τούτους νυνὶ σεσωκέναι μόνος ἀνθρώπων τῇ βοηθεία ὥστε τὸ μὲν ἐκείνου μέρος οὐδεὶς τῶν Ἀχαιῶν σώζεται, τὸ δὲ σὸν οὐδεὶς διέφθαρται. σκόπει δῆτα καὶ τὴν αἰτίαν τῆς διαφορᾶς αὐτῆς, ὡς οὐκ ἐξ ἄλλου σοι πράγματος κατέστη πρὸς αὐτὸν, ἀλλʼ ὑπὲρ τῶν Ἀχαιῶν, ὅπως σωθεῖεν. τήν τε γὰρ ἐκκλησίαν διὰ τοῦτο ἐποίησας, ὁρῶν τὸ πλῆθος τῶν ἀπολλυμένων ὑπὸ τῆς νόσου, τῷ τε Κάλχαντι παρῄνεις εἰπεῖν θαρρούντως εἴ τι σύνοιδε. καὶ παρελθόντος ἐκείνου καὶ φάσκοντος δεδιέναι μή τινα τῶν αὑτοῦ κρειττόνων παροξύνας κακόν τι λάβοι, ἀπώμνυς ἦ μὴν μὴ περιόψεσθαι τοῦτον. ἐκ δὲ τούτων ὁ μὲνἀπέφαινε τὸν αἴτιον, ἐκεῖνος δʼ ἀμφοτέροις ὠργίζετο· σὺ δʼ οὐκ ἀπέστης πρὶν ἐπράχθη τὸ δέον.
οὐκοῦν ἄτοπον ὑπὲρ ὧν ἵνα σωθῶσι τότε ἤρω τὴν ἔχθραν, τούτους νῦν διὰ τῆς ἔχθρας διαφθεῖραι, καὶ τὰς μὲν παρὰ τῆς τύχης συμφορὰς ἀξιοῦν ἐπανορθοῦσθαι, αὐτὸν δʼ ἐξεπίτηδες πράττειν ἐξ ὧν ἀπολούμεθα καὶ περὶ ὧν τότε ηὔχου τοῖς θεοῖς, περὶ τούτων νῦν οὐ βούλεσθαι διαλεχθῆναι σεαυτῷ· καὶ ὑπὲρ μὲν τοῦ ἱερέως τοῦ βαρβάρου τὸν θεὸν ἀξιοῦν αἰδεῖσθαι, ὑπὲρ δὲ τῶν ὁμοφύλων τοσούτων τὸ πλῆθος μήτε θεοὺς τοὺς κοινοὺς μήτε ὁσίαν μήτε σπονδὰς ἐθέλειν αἰσχυνθῆναι· καὶ τότε μὲν προέσθαι τὴν σαυτοῦ γνωρίμην, ἵνα σωθῇ τὰ τῶν Ἀχαιῶν, νῦν δὲ
ἀντὶ ταύτης αὖ πανστρατιᾷ τοὺς Ἀχαιοὺς ἐκτρῖψαι. καὶ μὴν εἰ δυοῖν αἵρεσις ἦν, καί μοι πρὸς Διὸς ἔστω παρρησία, δίκαιον γὰρ, ἄλλως τε καὶ παρʼ ἀνδρὶ τιμῶντι τἀληθὲς, πότερον δεῖ τὴν παῖδα σώαν εἶναι ταύτην, ἢ τὸ στρατόπεδον καὶ τὰ τῶν Ἀχαιῶν πράγματα; οὐκ ἂν οὔτε τὸν Δία τὸν σαυτοῦ πρόγονον τοῦτʼ ᾔτησας οὔτʼ ἄλλον θεῶν οὐδένα ταύτην ἀντὶ πάντων λειφθῆναι· τί οὖν; εἰ ταύτην τε ἔξεστι κομίσασθαι καὶ σῶσαι τοὺς Ἀχαιοὺς, αἱρήσει ταύτης τε ἀφεστάναι καὶ τούτους ἀπολωλεκὼς εἶναι; καὶ πῶς οὐκ ἄτοπον συμφορὰν μὲν ἐπίστασθαι συμφορᾶς ἀνταλλάξασθαι, ἄμφω δὲ ἐξὸν ἔχειν ἄνευ ζημίας, εἶτα ἀμφοῖν δέξασθαι στέρεσθαι; οὐ γὰρ μόνων τῶν Ἀτρειδῶν ἦν τὰς ἑαυτῶν γυναῖκας φιλεῖν. τίς δʼ ἂν εἴποι ταῦτα; ἀλλά τοι καὶ κατʼ αὐτὸ τοῦτο ἡ τοῦ πολέμου φύσις ἀξία θαυμάσαι. εἰ γὰρ ἑκάστῳ τοῦτο παρέστη τὸ κατʼ ἀρχὰς εὐθὺς ὅτι νῦν Μενέλαος συλλέγει στρατιὰν τῆς γυναικὸς τῆς ἑαυτοῦ χάριν, πῶς οὖν ἐμέ γʼ εἰκὸς καταλιπόντα τὴν ἐμαυτοῦ γυναῖκα καὶ πρὸς τῇ γυναικὶ παῖδας καὶ γονεῖς ἐν γήρᾳ καὶ χρήματα καὶ οἰκέτας πλεῖν ἔξω τῆς Ἑλλάδος, καὶ πρὸςτούτοις ἔτι κινδυνεύειν ἐπὶ στρατείας περὶ ψυχῆς, ὃ πᾶσιν ἁπάντων κτημάτων τιμιώτατον εἶναι συμβέβηκε καὶ πρῶτον ὁ τῶν Ἑλλήνων ἄριστος ὁρίζεται, εἰ τούτοις ἕκαστος ἐχρήσατο τοῖς λογισμοῖς, οὐδʼ ἂν συνελέγη δή που τὸ στράτευμα τὴν ἀρχήν. νῦν δὲ οἶμαι δύο ταῦτα ἦν τὰ κινοῦντα, τό τε τοῖς ὅρκοις πάλαι προκατειλῆφθαι θεῶν
τινος, οἶμαι, προνοίᾳ καὶ τὸ κοινῇ πάντας ὑβρίσθαι δοκεῖν ὑπὸ τῶν ἀλλοφύλων καὶ μὴ δεῖν ἐπιτρέπειν. προσθείη δʼ ἄν τις τάχα καὶ τρίτον τὸ τοῖς ἄρχουσι πείθεσθαι χρῆναι.μὴ δὴ τοῦτο σκοπῶμεν νῦν, τίνος χάριν τὴν στρατείαν ἠράμεθα ἐξ ἀρχῆς, ἀλλʼ ὅτι οὐ τῶν αὐτῶν ἐστι τότε μὲν τὰ ἄλλα πάντα δεύτερα ποιήσασθαι, νῦν δὲ πρὶν ὧν ἕνεχʼ ἥκομεν πρᾶξαι διαστῆναι. οὐ γὰρ τῇ προφάσει τῆς στρατείας ἀκόλουθον, ἀλλʼ ἐναντίον αὐτῇ τῇ στρατείᾳ φαίνεται· ἔπειτʼ οὐδὲ ὅμοιόν ἐστιν· ὅπως δὲ, ἀκούσει πρᾴως. οὐ γὰρ ἵνα ἐλέγξω λέγω, ἀλλʼ ὅπως παραμυθήσωμαι· εἰ γὰρ μὴ ἐκομίζου τὴν ἄνθρωπον, εἰκότως ἂν εἰς ταῦτʼ ἀνεχώρεις, νῦν δὲ οὐ μόνον αὐτὴν, ἀλλὰ καὶ ἑπτὰ πρὸς αὐτῇ δίδωσιν· ἄλλα γὰρ ἐῶ τοσαῦτα τὸ πλῆθος. καίτοι εἴ γε οἱ Τρῶες ἐβούλοντο τὴν Ἑλένην καὶ ὅσα μετʼ αὐτῆς ἄγοντες ᾤχοντο ἀποδιδόναι, οὐκ ἂν ἡμῖν ἦν λόγος πρὸς αὐτούς· εἰ δὲ δὴ καὶ παρʼ ἑαυτῶν οἴκοθεν προσετίθεσαν, οὐδὲ φωνὴν οὐδεὶς προήκατο ἂν ὡς οὐ χρὴ δέχεσθαι. τί τούτου μέγα σημεῖον; αὐτοὶ ταῦτα προὐκαλούμεθʼ αὐτοὺς
κατʼ ἀρχὰς εὐθὺς, ἀλλʼ οὔτε ἐκείνων οὐδεὶς ταῦτα ἐβούλετο ποιεῖν, σοί τε ἣν ἀφῃρέθης, ἐπάνεισι μετὰ πολλῶν. εἰ δʼ αὖ καὶ δίκην δεῖ προσυποσχεῖν τῆς ὕβρεως, δέδωκε καὶ μάλα πολλὴν ἐκεῖνός γε. χωρὶς γὰρ ὧν ἀπολώλεκε τοσούτων τὸ πλῆθος στρατιωτῶν τήν γε ἀπὸ τοῦ φόβου καὶ τοῦ ταπεινὸς εἶναι πηλίκην τινʼ οἴει σοι δίδωσι δίκην;οὐδὲ γὰρ ἄλλο γε οὐδὲν νῦν ἢ τὸ σχῆμα πᾶν ἀποτέθειται, ἱκέτης ἐκ βασιλέως καὶ δοῦλος ἐξ ἐλευθέρου γεγονὼς, καὶ εἰ δεῖ τἀληθέστερον εἰπεῖν, ἐλέῳ θαρρῶν, ἐὰν τὰ κράτιστα φέρηται παρὰ τῆς τύχης.
καὶ μὴν εἰ δεῖ καὶ τούτων μνημονεύειν, ἐκεῖνο ἐνθυμήθητι· τῶν ἀτόπων ἐστὶ συλλεγομένης μὲν τότε τῆς στρατιᾶς οὕτω προθύμως ἔχειν σε πρὸς τὸ μετασχεῖν τῶν πραγμάτων, ὥστʼ ἐπειδὴ τάχιστα εἶδες τὰ ὅπλα ὁρμῆσαι πρὸς αὐτὰ καὶ μὴ κατασχεῖν σεαυτὸν, καὶ ταῦτα ὄντα παῖδα κἀν ταῖς κόραις κρυπτόμενον, νῦν δʼ ἐπειδὴ τηλικόσδʼ εἶ καὶ παῖδα ἔχεις ὡραῖον ὡς συνεῖναι καὶ στρατεύεσθαι, καὶ δόξαν τὴν πρώτην ἐν ἅπασιν εἴληφας, βούλεσθαι μὴ χρῆσθαι τοῖς ὅπλοις τοῖς σαυτοῦ, ἀλλὰ
ζητεῖν προφάσεις διʼ ἃς προήσει πάντα, καὶ τότε μὲν τὴν παῖδα ἀπολιπεῖν ῥᾳδίως, ἧς τί σοι φίλτερον εἰκὸς εἶναι; καὶ ἣν ὁμότιμον ἐκτήσω γυναῖκα σαυτῷ, νῦν δʼ ἑτέρας παιδὸς ἕνεκα τἀναντία γνῶναι σαυτῷ περὶ τῶν ὅλων. σκόπει μὴ οὐδὲ τῆς Δηιδαμείας ᾖ ταῦτα ἄξια ἐπαινέσαι, μή τί γε ἀνδρὸς ὅτου καὶ μνησθῆναι καλόν. καὶ λέγεις δὴ τὰς μοίρας τὰς διττὰς ἀκηκοέναι παρὰ τῆς μητρὸς ἄριστα εἰδυίας περὶ αὐτῶν. ἐγὼ δὲ ἀμφιγνοῶ μὲν εἴτε σπουδάζων ταῦτα λέγεις εἴτʼ ἐρεσχελῶν ἡμᾶς καὶ φιλονεικίᾳ τινὶ θυμοῦ· οὐ γὰρ σοί γε οἱ λόγοι· πολλοῖς ἔργοις τοῦτο σοῖς τεκμαίρομαι. οὐ μὴν ἀλλʼ εἰ τὰ μάλιστα ἐσπούδακας, ἔστι σοι καὶ τούτων οὕτως ἐχόντων ὅμως τὰ δέοντα βουλεύσασθαι· μάλιστα μὲν γὰρ ἔγωγε φαίην ἂν τὴν μητέρα σου ποιεῖσθαι τούτοις συγκατατίθεσθαι τοῖς λόγοις, ἐπεὶ καὶ ὁ πατὴρ καὶ ὁ διδάσκαλος οὕτως ἐπαίδευόν σε πειρώμενοι, ἔπειτʼ ἐνταῦθα δὴ καὶ τὸ πάνδεινόν ἐστιν, εἰ παρʼ αὐτοὺς μὲν τοὺς λόγους καὶ τὴν ἀκοὴν οὕτως ἐρρωμένως ἔσχες ὥστε τὴν εὐδοξίαν καὶ τὸ καλὸν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ γήρως αἱρεῖσθαι, ἐπειδὴ δὲὡμολόγησας αὐτῇ περὶ τῆς ἀμείνονος μοίρας, πάλιν ἐξ ἀρχῆς ἕτερος γενήσει, καὶ τότε μὲν καὶ τῆς ψυχῆς τῆς σαυτοῦ πλείονος ἄξιον ἡγοῦ τὸ στρατόπεδον, νῦν δὲ οὐδὲ τῆς κόρης ἀντάξιον, μᾶλλον δὲ ἑνὸς τῶν περὶ τὴν κόρην συμβάντων. οὕτως μέντἂν ἀμφοτέρων δόξαις τὴν παῖδα τιμιωτέραν ἡγεῖσθαι, καὶ σαυτοῦ καὶ τῶν Ἀχαιῶν. πῶς γὰρ οὐ καὶ σαυτοῦ, εἰ τοῦ μὲν σώζεσθαι κρεῖττον τὸ εὐδοξεῖν, τοῦ δὲ εὐδοξεῖν ἡ κόρη; δόξαις δʼ ἂν οὕτως καὶ τὴν μητέρα ἐψεῦσθαι, καὶ σαυτὸν ἐξελέγχειν οὐκ ἐπιστάμενον λογίζεσθαι. τὸ μὲν γὰρ ἀπʼ ἀρχῆς εὐθὺς ἑλέσθαι πλεῖν οἴκαδε καὶ ζῆν ἡσυχῇ γνώμης κρίσις ἦν, τὸ δὲ τοὺς ἐπὶ τῆς στρατείας κινδύνους ἑλόμενον μεταβαλέσθαι περὶ τῶν αὐτῶν οὐ ταὐτὰ γιγνώσκειν ἐστίν· ὃ σοὶ τῶν πάντων ἥκιστα προσήκει, ὅσῳπερ ἀνθρώπων μάλιστα ἀρετὴν ἀσκεῖς καὶ τὸ μὴ ψεύδεσθαι. οὐ γὰρ δή που τοὺς μὲν ἄλλα λέγοντας, ἄλλα δὲ γιγνώσκοντας αἰτιάσει, τοὺς δὲ ὑπὲρ τῶν αὐτῶν ἄλλοτε ἄλλως βουλευομένους καὶ μὴ τοὺς αὐτοὺς ὄντας ἐπαινέσει. σκέψαι δὲ ὅτι κἀν τοῖς στρατοπέδοις μέχρι μὲν μὴ συνάγουσιν οἱ στρατηγοὶ πᾶς τις
ὡς εἰπεῖν αὐτοκράτωρ ἐστὶν αὑτοῦ, ἐπειδὰν δὲ εἰς τάξιν καταστῇ, ταύτην δεῖ σώζειν, ἢ φαῦλον νομίζεσθαι· σὺ δʼ οὐ βουλεύεσθαι δόξεις περὶ ὧν αἵρεσίς ἐστί σοι, ἀλλʼ ἀναχωρεῖν ἀπὸ τούτων ἃ προὔκρινας αὐτὸς καὶ μονονοὺ λιπεῖν τὴν τάξιν· ὃ καὶ ὄναρ μοι δοκεῖς σύ γε ἰδὼν εἰκότως ἂν αἰσχυνθῆναι. δίκαια καὶ καλὰ ταῦτα ἐγίγνωσκες, ὡς οὐχ αἱρετὸς βίος ἀνθρώπῳ μακρὸς, εἰ μὴ προσέσται τὸ πράττειν τὰ δέοντα. ἐπεὶ δὲ τὴν παῖδα οἱ κήρυκες ἄγοντες ᾤχοντο, καὶ δὴ διὰ τοῦτο ἑτέρως ἔχει τὰ τῆς φύσεως. οὐ παύσει δύο τῶν χειρίστων ὀνειδῶν ἀμφισβητῶν, δειλίας καὶ ἀπιστίας· ὃ τῶν ἐχθρῶν οὐδεὶς πώποτε ὠνείδισε.καίτοι τίς ἂν ἦσθα πρὸς θεῶν, εἴ σοι ταῦτα
Ἀγαμέμνων ἀνετίθει; ἐγὼ δʼ ἡγοῦμαι τὸ μὲν τέλος πάντων πραγμάτων τῷ θεῷ χρῆναι καταλιπεῖν, ὥσπερ καὶ ἡμᾶς
ἅπαντας ὁρᾷς περὶ ἡμῶν αὐτῶν βεβουλευμένους. οὐ γὰρ ποικίλης δεῖται τοῦτό γε μούσης, ἀλλὰ πᾶσιν εὔδηλον ὅτι εἰρήνη πολέμου γέρας συμφορώτερον καὶ ὅτι οὐκ ἔστι μαχομένους καὶ κινδυνεύοντας ἀναιμωτὶ τὸν αἰῶνα διελθεῖν. ἀλλʼ οὐ τούτου χάριν τὰς πίστεις παραβαίνομεν· ἀλλʼ ὧν μὲν ὁ δαίμων κύριος, αὐτῷ καταλείπομεν, ὅσα δὲ εἰς λογισμοὺς ἥκει καὶ τὸ βουλεύσασθαι, μηδαμοῦ τῶν χειρόνων ἑαυτῷ τιμᾶν ἀνδρός. νὴ Διʼ ἀλλʼ οὐκ ἄξιά σου τὰ δῶρα οὐδʼ ἐκπλήξει σε ὑπισχνούμενος, οὐδʼ ἂν τὴν ψάμμον καὶ τὴν κόνιν παρέλθῃ τῷ πλήθει. ἄριστά γε, ὦ γενναῖε, καὶ γνωρίζω τούτους ἤδη τοὺς λόγους. ἐγὼ δὲ οὐ τῶν χρημάτων ἕνεκα συμβουλεύω σοι βοηθεῖν τοῖς Ἀχαιοῖς· πόθεν; μηδέποθʼ οὕτω σμικρῶς ἴδοιμι τὰ σά· ἀλλʼ ὑπὲρ αὐτοῦ τοῦ δικαίου καὶ τοῦ προσήκειν οὕτω ποιεῖν. ἀλλὰ τὰ μὲν χρήματα φιλίας τινὶ συμβόλῳ δέξασθαι εἴτε καὶ χαίρειν ἐᾷς, οὐχὶ διοίσομαι· καὶ περὶ τῆς κηδείας ταύτης ἐπὶ σχολῆς βουλεύσασθαι, μηδὲ γὰρ ἂν τοῦτό σε ἁρπάσαι. παῖς γὰρ ἂν εἴην, εἰ ταῦτα συμβουλεύοιμι, ἡγεῖσθαι μὲν ἐκεῖνον οὐκ ἀνελεύθερον εἶναι τῇ δόσει καὶ τοῖς ἐπαγγέλμασι, σαυτῷ δὲ ἕτερα εἶναι τὰ ποιοῦντα τὴν ἔξοδον. ποῖα ταῦτα; ἃ μικρῷ πρόσθεν αὐτὸς ἀπηρίθμεις, πολλῷ χρημάτων καλλίω πράγματα. πῶς γὰρ οὐκ ἄτοπον καὶ ὑπερφυὲς, εἰ πρότερον μὲν τῶν Ἀχαιῶν τούτων ἡγούμενος δώδεκα μὲν πόλεις κατὰ θάλατταν, ἕνδεκα δʼ εἷλες κατʼ ἤπειρον οὐδὲν τῶν ἰδίων ὑπολογιζόμενος, οὐ πόνον, οὐ κίνδυνον, οὐκ ἀσχολίαν, οὐχ ἣν φιλτάτην εἶναι φῂς σαυτῷ ψυχὴν εἰ προήσει, καὶ τοσούτων εὐποριῶν καὶ τοσαύτης εὐδαιμονίας ἀπέδειξας κυρίους· νῦν δʼ οὐδʼ εἰς αὐτὴν τὴνσωτηρίαν αὐτοῖς ἐπαρκέσαι τολμήσεις. πόθεν ὦ πρὸς θεῶν ἐκτήσω τὴν κόρην, ἵνα τἄλλʼ ἀφῶμεν; ἀφʼ ὧν εὐηργέτεις ἡμᾶς. οὕτω γοῦν καὶ τὴν Λυρνησὸν εἷλες ἐν τῷ πλήθει τῶν ἄλλων χωρίων.
οὐκοῦν οὐ τὸ στράτευμα τῆς παιδὸς εἰκὸς εἶναι προσθήκην, ἀλλὰ τὴν παῖδα τοῦ στρατοπέδου καὶ τῶν ἄλλων πραγμάτων. ἁπάντων δὲ ἀτοπώτατον, εἰ ὁ μὲν Χρύσης τὴν θυγατέρα ἀπολαμβάνων οὐ προήχθη περαιτέρω εὔξασθαι ὡς πολεμίοις, ἀλλʼ ἐπέπαυτο τῆς ὀργῆς, ἄνθρωπος βάρβαρος καὶ φύσει πολέμιος καὶ συγκινδυνεύσας καὶ περὶ τῆς σωτηρίας αὐτῆς, σὺ δʼ αὐτήν τε ἀπολαμβάνων τὴν ἄνθρωπον καὶ πρὸς ἐκείνῃ τοσαύτας λαμβάνων, καὶ πρὸς ταῖς γυναιξὶ χρήματα, πόλεις, χώραν, συγγένειαν, ἃ θαυμάζειν δέον οὐκ ἐῶ, μέμψασθαι δʼ οὐκ ἔχεις, εἰσαεὶ μενεῖς ἐπὶ τοῦ παροξυσμοῦ; κἀκεῖνος μὲν συνεύξατο τῷ θεῷ παῦσαι τὴν νόσον ἡμῖν, σὺ δʼ οὐ βουλήσει παῦσαι τὰ τοῦ πολέμου δύσκολα; ἀλλʼ ὁ μὲν ἐξ
ἀμφοῖν ἐνεδείξατο τὴν δύναμιν τοῖς Ἀχαιοῖς, ἔκ τε ὧν καταρασάμενος πολλοὺς διέφθειρε καὶ ὧν εὐξάμενος ἅπαντας ἔσωσε, σὺ δʼ ἀξιώσεις ἀπὸ θατέρου μόνου μιμήσασθαι τὸν ἱερέα, καὶ ταῦτα ἀπὸ τῶν ἀπολλυμένων; ἀλλὰ πολλῷ βέλτιον ἦν τῷ σώζειν πάντας ἐνδείκνυσθαι τὴν ῥώμην ἢ θάτερον πράξαντα τὸ λοιπὸν φυγεῖν, καὶ προδοῦναι μὲν τὸ στρατόπεδον ἐπὶ τῷ κομίσασθαι τὴν σαυτοῦ δεινὸν ἂν ἡγήσω, σῶσαι δὲ οὐ δέξει τὸ στρατόπεδον μετὰ τοῦ τὴν σεαυτοῦ κομίζεσθαι, ἀλλʼ ὁ μὲν Ἕκτωρ πυρὶ καὶ σιδήρῳ πάντα ἐπέρχεται, καὶ σμικρόν ἐστιν αὐτῷ σῶσαι Τροίαν, σὺ δʼ ἐν τῇ σκηνῇ μενεῖς ᾁδων πρὸς λύραν; πότερον τὰ ἑτέρων ᾁδων μενεῖς; ἀλλʼ ἄμεινον ἑτέροις τὰ σαυτοῦ παρασχεῖν ᾁδειν ἐπὶ χρηστῷ τινι. ἀλλὰ τὴν μῆνιν νὴ Δίʼ ἣν μηνίεις ταύτην ὑμνήσεις ὥσπερ θεόν; δέδοικα μὴ τῶν Ἀχαιῶν ᾁδης ἐπιταφίους, οὕτως ἀωρὶ τοῦ παντὸς χρόνουμελῳδῶν. εἶτα φῂς εἶναι φιλόψυχος καὶ καταψεύδει σαυτοῦ. καὶ τίς ὦ πρὸς θεῶν οὕτω παῖς ἐστιν ὥστε πεισθῆναι ὡς Ἀχιλλεὺς ἀγαπᾷ ζῶν καὶ διὰ ταῦτα ἔξω βελῶν ἐστιν, ὅτι οὐχ οἷόν τε ἀποθανόντα ἀναστῆναι; εἰ δʼ Ἐπειοῦ τοῦ Φωκέως ἠκούομεν, ποίους ἄν τινας ἄλλους ἢ
τούτους ἠκούομεν τοὺς λόγους; καίτοι τί λέγω; ἐκεῖνος πυκτεύων ἥδιον ἂν τεθναίη, πρὶν ἐκστῆναί τινι. ταῦτα μὲν οὖν εἰς Θερσίτην τρέποιτο καὶ ὅστις ἐκείνῳ παραπλήσιος· σὺ δὲ ὦ τᾶν μὴ σκῶπτε, μηδʼ ἀντιποιοῦ κακίας, ἧς οὐδέν σοι προσήκει· οὔτε γὰρ ἡμᾶς πείσεις οὔθʼ, ὡς ἐγᾦμαι, σαυτόν. ἀλλὰ καθελκύσας τὰς ναῦς ἀποπλέων οἰχήσει; εἶτʼ οὐκ αἰσχύνει τὰς Νηρηίδας τὰς πρὸς μητρὸς συγγενεῖς οὕτως ἀνομοίως πλέων τὴν θάλατταν νῦν καὶ πρὸ τοῦ· τότε μὲν δόξης ἀφορμὰς δύναμιν συλλέγων τῷ στρατοπέδῳ, νυνὶ δʼ ἅπασι λελυμασμένος. πρὸς ποτέρων δέ σοι ταῦτα ἄξια τῶν συγγενῶν, πότερον τῶν θαλαττίων ἢ τῶν κατʼ ἤπειρον, οἵ ποτʼ ἐλθόντες δεῦρο οὐ πρότερον ἀπῆραν πρὶν συνεξεῖλον τῷ πολεμάρχῳ. τί δὲ καὶ θήσει πρὸς θεῶν ὄνομα τῇ θυσίᾳ, ἣν αὔριον θύσειν φῄς; πότερον χαριστήρια, ἢ τί καλεῖς αὐτήν; εἶτʼ οὐκ αἰσχύνει τοὺς θεοὺς αὐτοὺς μάρτυρας τοσαύτης κακίας ποιούμενος, θύων καὶ σπένδων καὶ παιανίζων ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς, φάσκων ἀπέχειν ἅπαντα παρʼ αὐτῶν, ὁρῶν εἰς τὸ πεδίον, μεστὸν νεκρῶν τῶν ὑπὸ σοὶ ταττομένων, ἡμέραν οὐκ οἶδα πόστην ἄνω. τί δʼ ἔσται σοι τοῦ πλοῦ τὸ σχῆμα; ἢ τίς λόγος τῶν ἰδόντων ἢ τῶν ἀκουσάντων; Ἀχιλλεὺς ἐπαναπλεῖ; ποῖα λάφυρα κομίζων, ἢ ποίας ἀπαρχὰς ἄγων, ἢ τί τῶν οἴκοι στεφανώσων, ἢ τῶν ἰδίων ἢ τῶν δημοσίων; καλὸν δὲ τῇ Σκύρῳ νῦν προσχεῖν. καὶ τί φήσεις πρὸς τὸν παῖδα τὸν σαυτοῦ; τί τῇ γυναικὶ δόξεις εἶναι βελτίων εἰπών; καὶ τί λέγω Σκῦρον ἢ γυναῖκα;ἀλλὰ τί φήσουσιν οἱ Τρῶες; ἆρʼ οὐ φεύγειν σε φοβούμενον, ὁρῶντα οὐδεμίαν σωτηρίαν ἐὰν μένῃς; ἄξιόν γε, οὐ γάρ; τὸ Πριάμου καὶ Νέστορος γῆρας συντεθὲν τοιαύτης αἰσχύνης.
ἀλλὰ ταῦτα μὲν οὐ ποιήσεις, μενεῖς δὲ ἄχρι ἂν ἐπὶ τὰς σὰς σκηνάς τε καὶ ναῦς ὁ Ἕκτωρ ἀφίκηται, κτείνων πάντας ἑξῆς, τηνικαῦτα δὲ αὐτοῖς δείξεις ὅστις εἶ; εἰ μέν σοι τοσοῦτον περίεστι, πῶς οὐκ αἰσχρὸν ἐκεῖνον τὸν καιρὸν ἐᾶσαι γενέσθαι καὶ μὴ περὶ τῆς ἁπάντων σωτηρίας
τῇ περιουσίᾳ χρήσασθαι, ἀλλʼ ὅταν μηδεὶς λίπηται; εἰ δʼ ἐργῶδες ἤδη γίγνεται, βοηθητέον ἡνίκʼ ἔξεστιν; ἐγὼ δʼ ἀπιστῶ οὐδʼ ἐκείνῳ, τῷ μὴ οὐ καὶ μόνον σὲ πρὸς ἅπαντας τοὺς βαρβάρους ἱκανὸν εἶναι καὶ ἔτι κρείττω. ἡγοῦμαι μέντοι τῷ παντὶ τὸ τοῦ καιροῦ διαφέρειν οὐ μόνον κατὰ τοῦτο ὅτι ἄμεινον ὄντων σοι τῶν θεατῶν καὶ μαρτύρων ἐπιδείξασθαι τὴν ὑπερβολὴν ταύτην, ἀλλʼ ἔτι καὶ κατʼ ἐκεῖνο, ὅτι τηνικαῦτα μὲν σαυτῷ δόξεις βοηθεῖν καὶ κατʼ ἀνάγκας ἀμύνεσθαι, νῦν δʼ ὑπὲρ τῶν κεκληκότων ἐξιέναι καὶ βοηθεῖν τούτοις· ὥστε οὐ μικρὸν κερδανεῖς παρὰ τὴν χάριν. ὅλως δὲ οὐκ ἔστι τοῦ πολέμου ταμίαν γενέσθαι καθʼ ὅσον βούλει μέρος. ἀλλὰ πολλὰ γένοιτʼ ἂν ὧν βούλει μεθʼ ὧν οὐκ ἂν δέξαιο. πεσεῖταί τις καὶ τῶν πάνυ σοι κεχαρισμένων. καὶ τοὺς μὲν ἄλλους ἐῶ, ἀλλʼ ἡμᾶς τουτουσὶ οὓς προσεῖπας φιλτάτους, καὶ οὓς ἀνέστης ἰδὼν, καὶ οἷς τὸν κρατῆρα ἔστησας καὶ προεῖπας ζωρότερον εἶναι, τί κωλύει καὶ ἡμᾶς αὔριον κεῖσθαι τηνικάδε ὁμοῦ τοῖς ἄλλοις ἀναμεμιγμένους, καὶ μεθʼ ὧν νῦν σπένδεις, ἀπὸ τούτων ῥυῆναι τὴν γῆν αἵματι καὶ κρατῆρας ἐν Ἕκτορος ἵστασθαι ἐπινικίους καὶ παιᾶνας ᾁδεσθαι σοῦ ζῶντος ὦ Ζεῦ; τί δʼ, ἂν ἅμα ταῖς σκηναῖς ἐχομέναις καὶ ταῖς ναυσὶν ἐμπιμπραμέναις καὶ τὴν περιπόθητον ταύτηνἀποσφάξωσιν, ἢ καὶ λαβόντες αἰχμάλωτον αὖθις ἄγωσι πρὸς ἑαυτούς; ἢ νῦν αὕτη κεφάλαιόν ἐστι πάντων τῶν πραγμάτων; ἡδέως δʼ ἄν σου πυθοίμην, εἰ τότε αὐτὴν παραλαβὼν Ἀγαμέμνων ἀπέκτεινεν, ἢ καὶ παρὰ σοὶ μένουσαν, τί χρῆν αὐτὸν ποιεῖν νῦν, ἢ πόσα τὰ ὑποφόνια καταθέντα εὐμενοῦς τυχεῖν, εἰ δὴ νῦν ζῶσαν ἀποκαθιστάντος καὶ προσέτι ὀμνύντος ἃ μάλιστʼ ἂν σὺ βουληθείης, εἶτʼ οὐ παύσει, ἀλλʼ εἰς τοσοῦτον ἥξεις ὀργῆς, ὥστʼ εἰ μὴ παρὰ πάντων λήψει τὴν δίκην κατὰ ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ σῶμα ἕκαστον, ἀβίωτον ἠγήσει τὸν βίον σαυτῷ. ὅρα μὴ αὐτὴν τὴν παῖδα μισήσῃς, ὅταν διʼ αὐτὴν διαφθαρῇ πασσυδὶ τὸ στρατόπεδον.
βούλομαι δέ σοι καὶ τοῦ διδασκάλου Χείρωνος
λόγον εἰπεῖν, ὅν ποτʼ ἐν τῷ Πηλίῳ διελέχθη πρός τινα τῶν ἀπʼ Αἰτωλίας. θυμοῦ γὰρ ἔφη μετρίου μὲν οὐδὲν ἂν κάλλιον ἀνθρώπῳ γενέσθαι, τοῦ δὲ ὑπερβάλλοντος οὐδὲν αἴσχιον· ὃς τοὺς μὲν ἐχθροὺς ἀντιλυπήσας ἀπήλλακται, τὸν δὲ ἔχοντα ἀεὶ καὶ συνεχῶς ἀπόλλυσι. σὺ δὲ μήτε ἐργάσῃ περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς. ἐνθυμοῦ δὲ ὅτι πᾶσι πράγμασιν ὥσπερ ὅρους ἡ φύσις ἐστήσατο καὶ οὐδέν ἐστιν ἀθάνατον τῶν ἐν ἀνθρώποις, οὐ πόλεμος, οὐκ εἰρήνη, οὐ χάρις, οὐκ ὀργὴ, οὐκ ἄλλο τῶν πάντων οὐδέν· ἢ τῆς μὲν φιλίας τῆς ὑπαρχούσης σοι πρὸς τὸν βασιλέα λύσις εὑρέθη, τῆς δὲ ὀργῆς οὐ φανεῖται πάλιν; καὶ μὴν πολὺ βέλτιον τὰς φιλίας ἀθανάτους ἀξιοῦν εἶναι ἢ ʼκείνων ἐρχομένων ὑπὸ τὴν τύχην τῆς ἔχθρας μὴ βούλεσθαι πορίζεσθαι λύσεις· δύο γὰρ τούτω θεὰ περιέρχεσθον ἅπαντα τὰ τῶν ἀνθρώπων, Νέμεσις καὶ Δίκη, οὐκ ἐῶσαι μεῖζον τῆς φύσεως φρονεῖν, ἀλλὰ ῥᾳδίως μικροὺς ἐκ μεγάλων ποιοῦσαι, ἐάν τις αὐτῶν μηδένα ποιῆται λόγον. καὶ τούτου σοι τὸ παράδειγμα ἐγγύθεν· ὃς σοῦ τότʼ ἐφρόνησε μεῖζον, τίνοςοὐκ ἔλαττον φρονεῖ νῦν; ἡγεῖσθαι δὲ χρὴ λόγῳ μὲν ἀκούειν ταῦτα παρʼ ἡμῶν, τῇ δὲ ἀληθείᾳ καὶ τοῖς γιγνομένοις Ἕκτορα πρεσβεύειν καὶ διαλέγεσθαί σοι· ὃς τὰ μὲν
ἄλλα ὅσα ὑβρίζει καὶ προπηλακίζει τί τις ἂν λέγοι; σὲ δὲ ἀπειλεῖ καθεύδοντα λήψεσθαι. πάντως δὲ οὐδὲ τὸν Δάρδανον τὸν ἑαυτοῦ πρόγονον οὐδὲν εἶναι χείρω τοῦ Αἰακοῦ τοῦ σοῦ, σέ τε σκήπτεσθαι τὴν μῆνιν, τὸ δʼ ἀληθὲς αὐτὸν ὀρρωδεῖν. ἃ πῶς ἀνεκτὰ ἀκούειν ἐμοί; τίς ὑπὲρ σοῦ τούτων λήψεται δίκην; οὐκ ἀναστήσει πρὸς θεῶν; οὐ δυσχερανεῖς ὅτι μὴ πάλαι, οὐχ ὅσον τοῦ χρόνου προεῖται ζημίαν θήσει; οὐκ εἰ δεῖ καὶ τῆς κόρης ἕνεκα ὀργισθῆναι, εἰς τοὺς Τρῶας ἀφήσεις τὸν θυμὸν τοὺς ἁπάντων τούτων αἰτίους; εἰ γὰρ ἐκεῖνοι μηδὲν παρεκίνησαν ἐξ ἀρχῆς, τί τῶν πάντων ἂν ἢ μεῖζον ἢ ἔλαττον ἐνταυθοῖ συνέβη δυσχερές; ἐνθυμοῦ δὲ ὅτι Πηλεὺς μέσος Αἰακοῦ καὶ σοῦ, Αἰακοῦ ἐκείνου, εἰς ὅν ποτʼ ἦλθε τὰ τῶν Ἑλλήνων πράγματα. σοὶ δὲ ὑπάρχει καὶ τοῦτο ὡς κάλλιστα· μιμούμενος γὰρ τὴν τοῦ προγόνου γνώμην ὑπεραίρεις τῷ σχήματι. ὁ μὲν γὰρ εὐξάμενος ὤνησε, σὺ δʼ ἔργῳ βοηθήσας ἐκπλήσεις τὰς ἁπάντων εὐχάς. κἀκεῖνα ἔτι πρὸς τούτοις λογίζου, ἔξιμεν δὴ αὐτίκα μάλα ἐκ τῆς σκηνῆς, ποίοις ποσὶν, ὦ πρὸς τοῦ Διὸς, εἰ μὴ σοὶ ταῦτα συνδόξειε; τίνας λόγους ἐροῦμεν ἀπελθόντες, ἢ ποίας ἀποκρίσεις ἀποκρινούμεθα; καραδοκοῦσι δὲ δή που πάντες, εἰ ἄσμενοι περιχυθέντες ἄλλος ἄλλοθεν πεύσονται. τί χρὴ πρὸς αὐτοὺς λέγειν; ἀπόκριναι· σπεῖσον μεθʼ ἡμῶν τῷ Διὶ τῷ σωτῆρι, μὴ τὴν τελευταίαν τοῦ νῦν εἶναι, ἀλλʼ αἰσχυνθεὶς τήν τε χρείαν τὴν κοινὴν καὶ τοὺς πρέσβεις ἡμᾶς καὶ τῆς πρεσβείας τὴν ὥραν, νύκτα ταύτην, ἢ καὶ ἄστρα ταυτὶ καὶ θεοὺς καὶ ἥρωας τοὺς κοινοὺς τῶν Ἑλλήνων, ἐκδὺς τὴν ὀργὴν ὥσπερ νόσον φάνηθι τοῖς βαρβάροις ἅμα τῷ ἡλίῳ.