Orationes 50
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
χαρίεντές γέ εἰσιν οἱ τῶν σφετέρων ἀγαθῶν περὶ τοὺς λόγους, ἵνʼ εὐφήμως ἄρξωμαι, τοὺς ἀκροατὰς αἰτιώμενοι
καὶ λέγοντες ὡς ἄρα τούτου χάριν ἐκβαίνουσι τοῦ ῥυθμοῦ καὶ τῆς ὀρθότητος, ἵνʼ ὡς πλείστους ἀρέσαι δυνηθῶσι. καίτοι εἰ μὲν συγγνώμην αἰτοῦντες ταύτῃ τῇ σκήψεικαταχρῶνται, πῶς ἐπαινεῖσθαί γʼ ἀξιοῦσι; χωρὶς γὰρ ἔπαινός τε καὶ συγγνώμη, καὶ ὅτε μηδʼ αὐτοὶ σφᾶς αὐτοὺς ἐπαινοῦσι, σχολῇ γʼ ἂν παρὰ τοῖς ἄλλοις εἰκότως ἐπαινοῖντο. εἰ δʼ αὖ μηδέν ἐστι τοῦ τρόπου δυσχερὲς, ἀλλʼ ὀρθῶς ἔχει, τί δεῖ τοὺς πολλοὺς αἰτιᾶσθαι καὶ καταφεύγειν ἐπὶ ταύτην τὴν παραίτησιν, ἀλλʼ οὐ τὸν τρόπον ὡς ὀρθῶς ἔχει δεικνύναι; ἀλλʼ οἶμαι, κομψοί τινές εἰσι καὶ διπλᾶ κρούουσιν, ἵνʼ ἐὰν μὲν ἕλωσι, ταύτῃ κεκρατηκότες ὦσιν, ἂν δὲ φωράσῃ τις, ἔχωσιν ἀναχώρησιν καὶ λέγωσιν ὡς οὐδʼ αὐτοὶ τὸ βέλτιον ἠγνόουν, ἀλλʼ ἑτέρων ἕνεχʼ ἡμάρτανον. ἔστι δὲ τοῦτο ἡ πρώτη καὶ μεγίστη ψῆφος, ἣν αὐτοὶ καθʼ αὑτῶν διʼ ὑπερβολὴν σοφίας φέρουσιν. ἐγὼ γὰρ εὐξαίμην ἂν μάλιστα μὲν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν εὐδοκιμεῖν, τὴν δʼ οὖν ἀρχὴν ἀφʼ ἑστίας εἶναί μοι καὶ πείθειν ἐμαυτὸν πρῶτον, καὶ μὴ τὸ τῆς κυνὸς τῆς ἐν τῷ μύθῳ παθεῖν, μηδʼ ἐν ὅσῳ τὴν ἔξωθεν συλλέγω δόξαν, ἣν αὐτῷ μοι περὶ ἐμαυτοῦ προσῆκεν ἔχειν διαφθεῖραι, μηδὲ φθάσαι τὴν τοῦ φαῦλος εἶναι πίστιν
κατʼ ἐμαυτοῦ λαβὼν, πρὶν τὴν τοῦ σπουδαῖος παρὰ τοῖς ἄλλοις βεβαιώσασθαι. τοσοῦτον δʼ ἔμοιγε ἀπολογίας ἀπέχειν δοκοῦσιν, ὅταν ταῦτα λέγωσιν, ὥστε δύʼ ἀνθʼ ἑνὸς ποιεῖν τὰ ἐγκλήμαθʼ ἑαυτοῖς, ἓν μὲν εἰ τοιαῦτʼ ἀσελγαίνουσι περὶ τοὺς λόγους, ἕτερον δὲ εἰ τούτου χάριν, ὡς ταύτῃ βελτίους κριθήσεσθαι μέλλοντες. καὶ μὴν ὅταν γε ὡς ἡμᾶς εὐθέως πιστεύσοντας οἷς πλάττονται καὶ τἀληθὲς οὐχὶ συνήσοντας παράγειν ζητῶσιν, ἄλλην αὖ τρίτην ταύτην ἀμαθίαν ἐμφανίζουσιν, εἰ μὴ νομίζουσι φωρᾶσθαι. τὸ δʼ, οἶμαι, τοιοῦτόν ἐστιν. οὐδεὶς ἑκὼν μεθίησι τὸ βέλτιστον· ἀλλὰ Πλάτων καὶ Πίνδαρος πολλαχῆ μὲν καὶ ἄλλῃ σοφοὶ, καὶ δὴ καὶ κατὰ τόνδε τὸν λόγον οὐχ ἥκιστα, ὁ μὲν οὑτωσὶ λέγων οὔτις ἑκὼν κακὸν εὕρετο καὶ πάλινὁρμηθεὶς ἐκ τῶν περὶ τῆς Ἐριφύλης λόγων ὦ πόποι φησὶν οἷʼ ἀπατᾶται φροντὶς ἐπαμερίων οὐκ εἰδυῖα· ὁ δʼ ἄνω καὶ κάτω δή που διορίζεται καὶ δείκνυσι τὰ ἁμαρτήματα ὡς ἀκούσια καὶ ὅτι οὐδεὶς ἑκὼν φαῦλος. μηδʼ
ἡμεῖς ὑπὸ τούτων πειθώμεθα, ὡς ἄρʼ ἔχοντές τι βέλτιον παρʼ ἑαυτοῖς, εἶθʼ ἑκόντες τοῦτʼ ἀφέντες τὸ χεῖρον ἀλλάττονται. οὔκουν χρυσόν γʼ ἂν ἔχοντες ἠλλάττοντο μόλιβδον ἀντʼ αὐτοῦ, οὐδʼ εἰ πάντες ἄνθρωποι κροτήσειν ἔμελλον· οὐδὲ μελίνην ἀντὶ πυρῶν, οὐδʼ ἀντʼ οἴνου τρύγα καὶ ταύτην σαπρὰν, οἶμαι δὲ οὐδὲ ψίαθον ἀντὶ ξυστίδος, οὐδʼ αὖ βύρσης ὄζειν, μύρων ἐξόν. ἀλλὰ ταῦτʼ ἐστὶν ἀνθρώπων ὑποκοριζομένων τὴν αὑτῶν φαυλότητα καὶ δυστυχίαν, οἳ τὸ μὲν δίκαιον, οἶμαι, καὶ ἀληθὲς οὐκ ἐθέλουσι λέγειν, ὅτι τὴν ὀρθὴν οὔτʼ ἴσασιν οὔτε δύνανται πορεύεσθαι, φασὶ δὲ τοῖς ἀκροαταῖς χαριζόμενοι ταῦτα ποιεῖν, ὥσπερ ἂν εἰ τῶν ὑποκριτῶν οἱ ἐκπίπτοντες καὶ μὴ δυνάμενοι τὸ δρᾶμα περαίνειν κατὰ φύσιν τοῖς θεαταῖς φάσκοιεν χαριζόμενοι ταῦτα ποιεῖν. καὶ συρίττεσθαί γε καὶ κλώζεσθαι ὑπʼ αὐτῶν τῶν θεατῶν ἀντὶ ταύτης τῆς χάριτος φαίη τις ἄν. οὐκοῦν καὶ ὑμεῖς ὑπὸ τῶν ἀκροατῶν.ἀλλὰ μή πω ταῦτα. ἀλλὰ τί κωλύει καὶ τοὺς πτωχοὺς τοὺς τὰ ῥάκια ἀμπεχομένους οἴκοι μὲν αὑτοῖς ἕτερʼ εἶναι φάσκειν πάνυ γενναῖα ἱμάτια, πρὸς δὲ τοὺς ἔξω σχηματίζεσθαι; οὐκοῦν ὅ γʼ αὐτὸς ποιητὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἔφη τὰ καλὰ τρέπειν ἔξω τοὺς
ἀγαθούς. ὥστʼ εἰ μὲν ὡς περὶ καλλιόνων τῶν λόγων διαλέγονται, τί δεῖ τοῖς πολλοῖς ἐγκαλεῖν, εἰ τούτων ἐρῶσιν; εἰ δʼ ὁμολογοῦσιν ἡμαρτῆσθαι, τοὐναντίον ἢ προσῆκε πράττουσι. πολὺ γὰρ μᾶλλον εἰκὸς ἦν αὐτοὺς ὅπως τι βέλτιον ἐροῦσι σκέψασθαι τῶν ἀκουσομένων καὶ συνησομένων ἕνεκα ἢ τὰ ὑπάρχοντα ἀγαθὰ ἀφανίζοντας τὰ χείρω δεικνύναι, καὶ ταῦτʼ ἐξεπίτηδες ποριζομένους. οὔκουν εἴς γε τὰς πομπὰς τὰ χείριστα ἔχοντες βαδίζομεν, ἀλλὰ κἂνεἰ μή τῳ εἴη οἴκοθεν, αἰτούμεθα, ἵνʼ ὡς κάλλιστα ἔχοντες φαινοίμεθα θαἰμάτια, τὰ σκεύη, τοὺς ἵππους, πᾶν ὅτουπερ ἂν ἡ πομπὴ δέηται. ὥσθʼ ὅταν φῶσιν ἐπείσακτα ταῦθʼ ἑαυτοῖς εἶναι καὶ πεπορισμένα καὶ τῆς ἀρχαίας ἰδέας ἑκόντες ἐκβαίνειν, ἐρωτᾶν χρὴ πότερον χείρονος οὔσης ἢ βελτίονος. εἰ μὲν γὰρ βελτίονος, πῶς οὐ τετύφωνται, εἰ τὴν οἰκείαν καὶ πλείονος ἀξίαν ἀφέντες τὴν φαυλοτέραν ἅμα καὶ μηδὲν προσήκουσαν διώκουσιν; ἀλλὰ μὴν εἴ γε χείρονος φήσουσιν, οὐκ ἐγχωρεῖ λέγειν ὡς ἄρα ἑκόντες προΐενται τὸ βέλτιον, ὅ γε μήτʼ ἐκτήσαντο μήτε εἶδον πώποτε. οὐ γὰρ περὶ ὧν πλημμελοῦσιν ἀπολογία τοῦτό
γʼ ἐστὶν, ἀλλʼ ὁμολογία τοῦ κἂν χείρω τούτων εἰπεῖν, εἰ ταῦτʼ ἐκωλύθησαν. ἡδέως δʼ ἂν πυθοίμην παρʼ αὐτῶν εἰ καὶ πηρωθέντας αὐτοὺς ἤτοι νὴ Δία τοὺς ὀφθαλμοὺς ἢ τὰς χεῖρας ἢ καὶ ἄλλʼ ὁτιοῦν τοῦ σώματος, ἡδέως ἂν ἰδόντων τῶν ἀκροατῶν, ἑτοίμως ταῦτα ὑπηρετήσουσιν· ἢ τῶν μὲν τοῦ σώματος οὐδὲν ἂν πρόοιντο εἰς τὴν ἑτέρων ἡδονὴν, τῶν δʼ ἐν τῇ ψυχῇ τὸ βέλτιστον διαφθείροντες οὐδεμίαν ζημίαν τίθενται. ἐγὼ μὲν οὖν ὅταν τούτων ταῦτʼ ἀκούω λεγόντων, οὐκ ἀπέγνωκα τὸ μὴ καὶ τοὺς χωλοὺς τολμήσειν λέγειν ὡς ἄρα οὐκ ἄκοντες ἐνταῦθʼ ἥκουσι τύχης, ἀλλʼ ἑκόντες τὼ σκέλη προήκαντο, ἵνʼ ὡς ἥδιστοι τοῖς ὁρῶσι φαίνοιντο. ἀλλʼ ὅστις μὲν οὕτω δύσερως οὐκ οἶδα ἔγωγε, θῶμεν δʼ, εἰ βούλει, καὶ πάντας, ἀλλὰ τίς οὕτω δυστυχὴς ὅστις ἑκὼν αἱρεῖται δυστυχεῖν; ἢ τίς εἰς τὴν ἑτέρου χάριν αὑτῷ λυμαίνεται; ὅπου γὰρ καὶ τὸ εὖ ποιεῖν διὰ τοῦτο ὁρῶμεν σπουδαζόμενον, ὅτι ἐξ αὐτοῦ καὶ τὸ ἀντʼ εὖ πείσεσθαι προσδοκᾶν ἐστιν, ἦ που τό γε ὑπὲρ τοῦ χαρίσασθαί τῳ κακῶς διαθεῖναι τὰ ἑαυτοῦ παντάπασι πᾶς τις ὀκνήσειεν ἄν. ἢ πολλῆς γʼ ἂν εἴη τῆς ἀλογίας τῶν μὲν φίλων τοὺς οὐκ ἐθέλοντας ἀντευποιεῖν φαύλους ἡγεῖσθαι, αὐτὸν δὲ τοσαύτην ὑπερβολὴν ποιήσασθαι ὥστε πρότερον αὑτῷ τὰ χείριστα χρήσασθαι, πρὶν εὖ τιποιῆσαι τοὺς χρωμένους, καὶ πρὶν εἶναι δῆλον ἥντινα τῆς προθυμίας κομιεῖται χάριν, αὑτὸν τῶν ὄντων τὰ βέλτιστʼ ἀφαιρεῖσθαι. οὐ γὰρ δὴ τό γε τοῦ Ζωπύρου καὶ τοῦ
Κεφαλλῆνος παράδειγμʼ ἂν εἴποιμεν, ὧν ὁ μὲν τὴν ῥῖνα τὴν ἑαυτοῦ καὶ τὰ ὦτα λωβησάμενος εἰσῆλθεν εἰς Βαβυλῶνα, ὁ δὲ πληγαῖς αὑτὸν αἰκισάμενος κατέδυ Τρώων πόλιν εὐρυάγυιαν, ὁ μὲν Βαβυλῶνα λαβεῖν, ὁ δὲ Τροίαν ἐσπουδακώς. πρῶτον μὲν γὰρ οὐκ ἴσα δή που τὰ ἆθλα, κρατῆσαι πολεμίων καὶ τὰ ὦτα γαργαλίσαι τινῶν. ἔπειτʼ αὐτὸ τοὐναντίον ἐκ τῶν παραδειγμάτων ἀπαντᾷ. εἰ γὰρ ἐκεῖνοι μὲν οὕτω σφόδρα καρτερεῖν ἠπίσταντο ὥστε μηδὲ τοῦ σώματος φείδεσθαι τοῦ ἑαυτῶν, ἀλλὰ τὰς ἐσχάτας ἀλγηδόνας καὶ πόνους ὑπομένειν ὑπὲρ τοῦ μηδὲν τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγκαταλιπεῖν, οὗτοι δʼ, ἐξὸν ἄνευ πραγμάτων καὶ ταλαιπωρίας τὴν ὑπόθεσιν διασώζειν τὴν ἑαυτῶν, αἱροῦνται μαλακίζεσθαι, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοιεν; ἐγὼ μὲν γὰρ ἁκεῖνοι σφᾶς αὐτοὺς ἔδρασαν, ταῦτʼ εἰκότως ἂν τούτους ὑπὸ τῶν ἄλλων παθεῖν οἴομαι, πορνείας ἕνεκα καὶ ὕβρεως τῆς εἰς τοὺς λόγους. ἢ κομιδῆ γʼ ἂν ἐκείνους μιμήσαιντο ὑπὲρ τοῦ τὴν τάξιν μὴ λιπεῖν, οἳ νῦν ἐπὶ τῷ λιπεῖν πάντα ποιοῦσιν, ἵνα μὴ λέγω πάσχουσιν. ἔτι τοίνυν Ὀδυσσεὺς μὲν καὶ Ζώπυρος οὐκ οὔσης ἴσως ἄλλης ἁλώσεως αὐτοῖς τῶν πολεμίων οὕτω ταῦθʼ ὑπέστησαν· οὗτοι δὲ τί καὶ φήσουσι; πότερον οὐκ εἶναι τοῖς βελτίστοις καὶ τοῖς ὀρθοτάτοις λόγοις ἄγειν καὶ πείθειν ἀνθρώπους; ἀλλʼ αἰσχρὸς ὁ λόγος, οὐ μόνον ψευδής. ἀλλʼ ἐξὸν ἐκείνως ἄγειν οὕτως μᾶλλον αἱρεῖσθαι; περιττὴν ἄρα τὴν αἰσχύνην προστίθενται.πάλιν δὲ ἀναλάβωμεν. οὐκ ἔσθʼ ἕτερον τρόπον ἀνθρώπους ἄγειν ἢ τοῦτον, δῶμεν τοῦ λόγου χάριν, εἰ δοκεῖ. οὐκοῦν εἰ χωρὶς μὲν τὸ βέλτιον, χωρὶς δὲ τὸ ἄγειν,
τί δεῖ τὸ βέλτιον προΐεσθαι, εἴπερ, κἂν μὴ ἄγωμεν, τό γε βέλτιον τοῦτο πράττομεν; εἰ δʼ ἐστὶν ὁμοῦ τό τε ἄγειν καὶ τὸ βέλτιον, εἰ μὲν ἐκεῖνο βέλτιον, ἐκείνως ἄγειν ἐστὶν, εἰ δʼ οὕτω μόνως ἄγειν συμβαίνει, τοῦτο βέλτιον. τί οὖν διαιροῦσι καὶ χωρὶς μὲν τὸ βέλτιον τιθέασι, χωρὶς δὲ ἃ τῶν ἄλλων ἕνεχʼ ἡμάρτανον; ἐμοὶ μὲν γὰρ ἄντικρυς οὑτωσὶ μεθύειν δοκοῦσι περὶ τοὺς λόγους ὅταν εἰς ταῦτα καταφεύγωσι. καὶ μὴν ὅτι γε οὔτʼ ἀληθῆ λέγουσιν οὔτʼ ἀληθέσι προσόμοια, ἀλλὰ τῷ μέλλοντι καὶ πείσειν ἀνθρώπους καὶ ὅλως ὑποχειρίους ἕξειν, τὴν βελτίστην καὶ τὴν ἐρρωμενεστάτην καὶ πάντως ἀδιάφθορον καὶ ἄμεμπτον ἐκ τῶν δυνατῶν ἰτέον καὶ προαιρετέον, καὶ συχνοῦ λόγου δεῖξαι καὶ βραχέος πάνυ, βραχέος μὲν λέγω, διὰ τὸ σφόδρα οὕτω σαφὲς εἶναι, μακροτέρου δὲ, ὅτι μυρίοις ἄν τις ἔχοι καὶ τεκμηρίοις καὶ παραδείγμασι δεικνύναι. πρῶτον μὲν, εἰ βούλει, τοὺς τῶν πολέμων ἀγωνιστὰς
ἐνθυμηθῶμεν, ποτέρως ἂν μᾶλλον αὐτοί τε σώζοιντο καὶ τοὺς ἀντιτεταγμένους τρέποιντο καὶ χειροῖντο, πότερον βεβαίοις καὶ ὑγιέσι καὶ στεγανοῖς τοῖς ὅπλοις χρώμενοι, ἢ τὸ μὲν ξίφος καττιτέρου φέροντες, φλοιῷ δὲ τὸν θώρακα πεποιημένον, τὸ δʼ αὖ δόρυ σύκινον, καὶ κράνος δὴ καὶ ἀσπίδα ὡς ἀπὸ τούτων εἰκάσαι; ἐγὼ μὲν γὰρ οἶμαι τὴν περὶ ταῦτα ἀκρίβειαν καὶ τὸ ἐξ ἀρχῆς τε ἐκ βελτίστων καὶ ὡς βέλτιστα κατεσκευάσθαι καὶ παρὰ τὴν μάχην ἀντέχειν εἰς σωτηρίαν ἅμα καὶ δόξαν καὶ νίκην καὶ πάνθʼ ὅσα ταύτης ἄν τις τῆς μερίδος θείη, διαφέρειν τοῖς ἔχουσι καὶ χρωμένοις. ῥαγέντων δὲ ἢ κλασθέντων, ἤ τινʼ ἄλλον συντριβέντων τρόπον, ἢ καὶ οἴκοθεν εὐθὺς χαύνων καὶ σαπρῶν ὄντων, κληρονομεῖν τὰ σώματα τῆς τύχης καὶ μηδὲ τοῖς πάνυ γενναίοις ὑπάρχειν εὑρεῖν ὅ τι χρήσονται· ταῦτά γε καὶ Ὅμηρος μαρτυρεῖ. καὶ γὰρ ἐκείνῳ τῶν ἡρώωνοἷς ἂν τὰ τῆς αἰχμῆς ἀνακοπῇ, οὐκ ἐθέλουσιν ἵστασθαι, πολὺ δὲ ἔτι μᾶλλον, ἐπειδὰν ὅλως κατάξωσι τὰ δόρατα· ἀλλʼ ἀπέρχονται καταλιπόντες τὴν μάχην, οἰσόμενοι στερεώτερα. πάλιν αὐτὴν, εἰ βούλει, τὴν μάχην ποτέρως ἄμεινον ποιοῦνται, τὴν τάξιν φυλάττοντες καὶ συνεστηκότες καὶ ἀλλήλους τε ὡς δυνατὸν μάλιστα αἰδούμενοι καὶ τοῖς παραγγέλμασιν ἐμμένοντες, ἢ τούτων μὲν ἁπάντων ὑπεριδόντες, τοῦ δʼ ἐν τῷ παραχρῆμα δοκοῦντος γλυκέος εἶναι ἡττηθέντες, τὰς δὲ ἀσπίδας ὁμοῦ τῇ πρώτῃ σάλπιγγι ῥίψαντες, νόμον δὲ καὶ τάξιν καὶ κόσμον ὥσπερ ὕθλον τινὰ καὶ φλυαρίαν κρίναντες. Ὅμηρος μὲν γὰρ οὐδὲ λέγειν ἐᾷ τῶν αἰσχρῶν οὐδὲν τοὺς ὀρθῶς προσέχοντας μάχῃ. ὃ καὶ θαυμάζω, εἰ πολεμοῦσι μὲν αἰσχύνη λέγειν ἃ μὴ καλὸν, λέγουσι δʼ ἅ γʼ αἰσχύνη λέγειν οὐ χεῖρον.
φέρε δὴ καὶ τοὺς ἐπὶ τῶν στεφανιτῶν ἀγώνων σκεψώμεθα, οἷον τὸν Δωριέα τὸν Ῥόδιον καὶ Γλαῦκον τὸν Καρύστιον καὶ Μίλωνα δὴ καὶ Πολυδάμαντα, καὶ πάντας ὧν εἰκόνες χαλκαῖ, πότερον θρυπτομένους καὶ παροινοῦντας καὶ ταὐτὰ ταῖς ὀρχηστρίσι στρεφομένους ἐστεφάνουν οἱ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸν ἀγῶνα
κοσμοῦντες, ἢ καρτερίαν θαυμαστήν τινα καὶ ῥώμην ὁμοῦ ψυχῆς τε καὶ σώματος παρασχομένους, ἃ τὰς μεγίστας καὶ βεβαιοτάτας ἡδονὰς καὶ αὐτοῖς τοῖς ἔχουσι καὶ τοῖς συνειδόσι προξενεῖ. πρὸς Διὸς, ἵπποι δὲ ἄριστοι καὶ θαυμασιώτατοι καὶ μάλιστα καθʼ ἡδονὴν τοῖς θεωροῦσιν ἆρʼ οὐχ οἵτινες ὡς ἐρρωμενέστατα καὶ διαρκέστατα καὶ μηδὲν ἔξω τοῦ δρόμου βάντες ἀπήνυσαν, πανταχοῦ τὴν οἰκείαν ἀρετὴν σώζοντες; καὶ φύσιν ταυτὸν ἄριστόν τε καὶ ἥδιστον εἰς τὴν ἑαυτοῦ χρείαν· ἐπεί τοι καὶ τὰ τῶν σωμάτων κάλλη τοῦτον ἔχει τὸν τρόπον, ἐάν τε Γανυμήδην εἴπῃς ἐάν τε Πέλοπα ἐάν θʼ ὁντινοῦν, ἅμα τῇ λήξει τῆς τύχης καὶ τοὺς ὁρῶντας ἐφέλκεται· καὶ πάνυ γʼ εἰκότως. δεῖ γὰρ,οἶμαι, κάλλει μὲν χάριν εἶναι, χάριτος δὲ ἔρωτα ἐξηρτῆσθαι. ὅτῳ γὰρ ἄν τις χαίρῃ, τοῦτʼ ἀνάγκη ποθεῖν. διὸ τῶν μὲν αἰσχρῶν οὔ φασιν ἔρωτα εἶναι, τῶν δὲ καλῶν κἀν θεοῖς εἶναι ποιηταὶ λέγουσιν. οὕτω τοίνυν καὶ τὸ τῶν λόγων κάλλος μετὰ τῆς ἁπάσης φύσεως καὶ τοῦτʼ ἔχει, κηλεῖν τοὺς ἀκούοντας. ὥστʼ οὐχ ὑπὲρ τοῦ πείθειν τὰ χείρω δεῖ λέγειν, ἀλλὰ πειρατέον ὡς κάλλιστα λέγειν, ἵνʼ ὡς πλείστους ἄγοιμεν. ὥσπερ γὰρ τῶν ἐπῳδῶν αἱ κράτισται μάλιστα ἄγειν πεφύκασιν, οὕτως οἱ κράτιστοι τῶν λόγων μάλιστα πείθειν πεφύκασι. τὸ δὲ ταῖς διαφθοραῖς
ταύταις νομίζειν ἐνεῖναί τι χρηστὸν ἢ κεχαρισμένον παραπλήσιόν ἐστιν ὥσπερ ἂν εἰ κἀν τοῖς σώμασι τοὺς μὲν φθόῃ κάμνοντας καὶ τοὺς ὑδεριῶντας καὶ τοὺς ἀλφοῖς ἢ λέπρᾳ ποικίλους, τούτους μὲν ὡς ἥδιστα κατεσκευάσθαι φάσκοιμεν καὶ πολλοὺς ἐπιθυμητὰς ἔχειν, οἷς οὐδʼ ἀπαντῆσαι πρῶτον οὐδʼ ἂν εἷς δέξαιτο, τοὺς δʼ ὁμοῦ τῷ τῆς ὑγιείας ἀγαθῷ καὶ πρὸς ἔσχατα κάλλους τετιμημένους ἔλαττον ἔχειν τούτων πειθοίμεθα. ἄνω μέντἂν ποταμῶν οὕτω γε πηγαὶ ῥέοιεν. μὴ τοίνυν ὅτι ἐν τοῖς σώμασιν, ἀλλʼ ἐν τοῖς πλάσμασι καὶ τοῖς ἀγάλμασι ποῖʼ ἄττα μάλιστα χειροῦνται τοὺς ἐντυγχάνοντας; ἆρʼ οὐ τὰ κάλλιστα καὶ μεγαλοπρεπέστατα καὶ πρὸς τοὔσχατον ἥκοντα τῆς εἰς ταῦτʼ ἀκριβείας; ὁ Ζεὺς οὑλύμπιος, ἡ Ἀθήνησιν Ἀθηνᾶ, λέγω τοῦτο μὲν τὴν ἐλεφαντίνην, τοῦτο δʼ, εἰ βούλει, τὴν χαλκῆν καὶ νὴ Δία γʼ, εἰ βούλει, τὴν Λημνίαν, ἅπαντα ταῦτα ὑπερβολὴν μὲν ἀρετῆς τῷ δημιουργῷ, τοῖς δὲ θεαταῖς ἡδονῆς ἔχει. ταυτὸν δὲ τοῦτο καὶ περὶ τῶν Ἀπελλοῦ φαίης ὂν, οἶμαι, γραμμάτων, κἂν εἴ τινʼ ἄλλον ἐθέλοις θαυμάζειν, ἡ γραμμὴ σωθεῖσα τὸ πᾶν ἔσωσεν. εἶεν. νεὼς δʼ αὖ τοὺς ποίους καὶ τίνας μάλιστα ὁρῶντές τε χαίρομεν καὶ ἐκπληττόμεθα καὶ ἀπαλλαττόμεθαὡς ἀηδέστατα πάντων; ἆρʼ οὐχ οἵτινες μέγιστοι καὶ
σεμνότατοι καὶ ἅμα τῆς ἁρμονίας ἐπὶ πλεῖστον ἥκοντες; ναῦς δὲ τίς αἱρετὴ καὶ πλείστην ἔχουσα τοῖς ἐπιβάταις εὐθυμίαν τε καὶ ἡδονήν; πότερον ἡ διεφθαρμένη καὶ ἐρρωγυῖα καὶ ὑπὸ τῆς ἀντλίας δυομένη κάτω, ἢ πολὺ τοὐναντίον ἥτις ὡς ἀκριβέστατα καὶ στεγανώτατα ἔχει καὶ πόρρωθεν ἤσκηται ἐπιθεῖν τοῖς κύμασιν; εἶτʼ ἐπὶ μὲν τῶν ἄλλων οὕτως ἕκαστον τὸν αὑτοῦ λόγον σῶζον ὡς πλείστους ἄγει καὶ πείθει, ἐπὶ δʼ αὐτῶν τῶν λόγων πῶς ὦ πρὸς θεῶν φήσομεν;καὶ μὴν εἰ μὲν ἄλλου του χάριν ὁ λόγος εὑρέθη, μὴ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δʼ ἐστὶν εὔδηλον ὡς ἐφʼ ἓν τοῦτο ἅπασα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δή που θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδʼ ἱκανῶς τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. ὥστʼ οὐδὲν δεῖ διαφθείρειν αὐτὸν ὑπὲρ τοῦ κρατεῖν, ἀλλʼ ὥσπερ τὰ μηχανήματα αἱρεῖν πέφυκε, κἂν μηδεὶς εἰδῇ τῶν ἐναντίων ἐξ ὅτων καὶ ὅπως συνετέθη, οὕτω λόγος εὖ συντεθεὶς τὸ αὑτοῦ δρᾷ, κἂν τοῖς ἀπειροτάτοις ἐντύχῃ. θαυμάζω δὲ, εἰ οἶνον μὲν καὶ σῖτον καὶ ἔλαιον καὶ μέλι καὶ κρέα καὶ τραγήματα καὶ γάλα καὶ χρήματα καὶ ὕδωρ καὶ ξύλα καὶ λίθους
οὐδʼ ἂν εἷς ἡδίω φήσειε τὰ διεφθαρμένα τῶν ἀδιαφθόρων, λόγους δὲ τοὺς ὡς καθαρώτατα καὶ εἰλικρινέστατα ἔχοντας ἀηδεστέρους εἶναι τῶν διεφθαρμένων. οὐδʼ ἂν εἷς ταῦτα φήσειε, καὶ ταῦθʼ ὅτι οὐ τοῦ παραδόξου λέγεται χάριν, ἀλλʼ ἀμήχανον ἄλλως ἔχειν, αὐτὰ κατηγορεῖ. τίς ἄριστος ἐπῶν ποιητής; Ὅμηρος. τίς δʼ ὡς πλείστους ἀνθρώπων ἀρέσκει καὶ τῷ μάλιστα χαίρουσιν; ἢ τοῦτό γε καὶ αὐτὸς ὑπὲρ αὑτοῦ προείδετο; διαλεγόμενος γὰρ ταῖς Δηλιάσι καὶ καταλύων τὸ προοίμιον, εἴ τις ἔροιθʼ ὑμᾶς, φησὶνὦ κοῦραι, τίς δʼ ὕμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
- ἐνθάδε πωλεῖται καὶ τέῳ τέρπεσθε μάλιστα,
πάλιν εἰς τραγῳδίαν τίνες ἐνδοξότατοι καὶ πᾶσιν ὡς ἔπος εἰπεῖν τοῖς κριταῖς νικῶντες; οἶμαι μὲν, οἱ βέλτιστοι Σοφοκλῆς, Αἰσχύλος, Εὐριπίδης. μὴ γάρ τις τούτων μάλιστα, ἀλλʼ ὅτι γε ὑπὲρ πάντας οὗτοι τοὺς ἄλλους. ῥητόρων δὲ τῶν εἰς ἡμᾶς τίς γνωριμώτατος καὶ θαυμαστότατος καὶ μέγιστον ὄνομα ἔχων ἐν τοῖς πολλοῖς; ὁ πλεῖστον ὑπερσχὼν τῷ καλῷ τῷ περὶ τοὺς λόγους. πάντες ὧν μέγιστα ὀνόματα ἐπὶ τοῖς ἑαυτῶν ἀντὶ μαρτύρων εἰσί μοι. νὴ Δίʼ, εἴποι τις ἂν, ἀλλʼ ἠκολούθησαν οἱ πολλοὶ τῇ δόξῃ τῶν ὀλίγων καὶ ἀκριβῶς ἐξ ἀρχῆς τὰς ψήφους ἐνεγκόντων. οὐ διαφέρομαι. ἀλλʼ οὖν τοῦτό γʼ εὔδηλον ὅτι κἀν τοῖς ὀλίγοις κἀν τοῖς πολλοῖς εὐδοκιμεῖν ἀνάγκη τὰ βελτίω, καὶ τοσούτῳ μᾶλλον ὅσῳ περ ἂν ᾖ τελεώτερα. ἔτι δʼ εἰ τοσοῦτόν ἐστι τὸ κράτος τῶν ἀκριβεστάτων, ὥστε καὶ ἑτέρους εὐδοκιμεῖν, οὗτοί εἰσιν οἱ παρασκευάζοντες ἀφʼ ὧν ἂν κρίνωσι, πῶς οὐ πανταχῆ τὸ ἀκριβὲς ἰσχυρόν; ἢ τί δεῖ τοὺς ἀκριβεστάτους θεραπεύειν ἀφέντα τοὺς πολλοὺς ἀρέσκειν ζητεῖν, οἳ τῶν ἀκριβεστάτων εἰσὶν, οὐχ αὑτῶν; ἐκείνως μὲν γὰρ ὑπʼ ἀμφοτέρων κριθησόμεθα καὶ θαυμασθησόμεθα, οὕτω δὲ ὑπʼ οὐδετέρων σχεδὸν εἴπερ μηδὲν ἰσχυρόν ἐστι τῶν πολλῶν. ἀλλʼ ἐγὼ τί φημί; καὶ τοῖς ἀρίστοις ἕπεσθαι τοὺς πολλοὺς καὶ καθʼ αὑτοὺς εὐθὺς μοίρᾳ τινὶ θείᾳ τὰ κράτιστα θαυμάζειν. καὶ γὰρ ἂν εἴη παγγέλοιον, εἰ διʼ ἑτέρων μὲν ἀκριβῶν ἴσασι τοὺς ἀκριβεῖς, αὐτοὶ δʼ ἀγνοοῦσι, καὶ τοὺς μὲν κρίνοντας αὐτῶν ἀντικρίνουσιν αὐτοὶ βελτίους ἑαυτῶν εἶναι, τοὺς δʼ ἐξ ἀρχῆς τὰ κράτιστα δεικνύντας οὐ θαυμάσονται, οἳ μετὰ τῆς ἐπιστήμης καὶ τὴν δύναμιν τοῦ πείθειν οὖσαν κέκτηνται. οὐδεὶς ὅστις οὐ φήσει ταῦθʼ οὕτως ἔχειν. καίτοι κἂν εἰ μὴ συναμφοτέρους ἄγειν ἐξῆν, τό γε τῶν βελτίστων μέρος αἱρετώτερον οἶμαι τοῖς εἰς βελτίους ἀξιοῦσι τελεῖν·ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ἀποκρίνασθʼ εὐφήμως,
- τυφλὸς ἀνὴρ, οἰκεῖ δὲ Χίῳ ἐνὶ παιπαλοέσσῃ.
ὅτε δʼ ἔστιν ἐξ ἀρχῆς καὶ τούτους κἀκείνους χειροῦσθαι ἢ διʼ ἐκείνων καὶ τούτους αἱρεῖν, πανταχῆ νικᾷ τὰ βέλτιστα.
μάρτυρας δὲ καὶ τούτων ἔχομεν ποιητὰς, οἳ τοὺς
ἀρίστους καὶ ἀσφαλεστάτους τῶν ῥητόρων μάλιστα ζηλοῦσθαί φασι καὶ μακαρίζεσθαι παρὰ τοῖς πλήθεσι. καὶ τί δεῖ τοὺς παλαιοὺς καταλέγειν ἢ ποιητὰς ἢ ῥήτορας; ἀλλʼ ἡμῶν τουτωνὶ, θεὸς δʼ εὐμενὴς παραπέμποι τὸν λόγον, τίνες πω μείζους θορύβους ἐν συλλόγοις ἐκίνησαν; ἢ τίς μᾶλλον σὺν θεοῖς εἰπεῖν, τουτὶ γὰρ ἔμοιγε ἡγείσθω πάσης παρρησίας, ἀμφοτέρων ἥψατο τῶν ἐθνῶν, λέγω καὶ τῶν δεξιῶν καὶ τῶν οὓς πολλοὺς ὀνομάζομεν, οἵ γε καὶ μηδενὸς αὐτοὺς ἐπαναγκάζοντος νόμου διώμοτοι τὴν ψῆφον φέρουσιν. ἐῶ τἄλλα. ἀλλʼ ἃ νυνὶ φθέγγεσθε ἐπὶ τούτοις ὁρᾶτε δήπουθεν. ἔστιν οὖν ὅ τι πώποτε πρὸς χάριν ἡμεῖς εἴπομεν τῶν ἀκροατῶν; οὐδὲ γρῦ. καίτοι πολλὰ καὶ παντοῖα. μόνοι γὰρ τῶν πώποτε ἁψαμένων λόγων εὐχόμεθα, ὅπερ μετριώτατον εἰπεῖν, ὁπόσα ἐστὶ καὶ νομίζεται περὶ λόγους ἀγαθὰ εἰς μίαν δύναμιν κατακλείσαντες δεικνύναι μεθʼ ὑπερβολῆς. οὕτως ἐγώ. καὶ οὐδʼ ὁτιοῦν φαίην ἂν χαρίζεσθαι καὶ οὐδὲν ὅ τι οὐ χαρίζεσθαι, ἀνθʼ ὧν εἰκότως τὰ προσήκοντα χαρίζομαι. εἶτʼ ἐγὼ τετηρηκὼς ἐπὶ τῶν πραγμάτων καὶ τῶν αὐτὸς ἐμαυτοῦ λόγων ὡς οὐκ ἀμισθὶ τὸ τὰ βέλτιστα λέγειν περιγίγνεται, συγχωρῶ τοῖς φληνάφοις τούτοις καταψεύδεσθαι τῶν πολλῶν, ὅτι τούτων ἕνεκα ἀμαθαίνουσιν; οὐχ ἕως γʼ ἂν ἐμαυτὸν ὑπάρχω γιγνώσκων. εἰ δέ τινες φάσκοντες αὖ βέλτιον ἢ κατὰ τούτους προῃρῆσθαι μὴ τυγχάνουσι τῶν πολλῶν, ἀλλʼ ἀποσβέννυνται πρίν τινα ἰδεῖν τὴν φλόγα, οὐδὲν τοῦτό γʼ ἐστὶ κατὰ τῶν σεμνοτέρων λόγων ἢ ὅλως κρειττόνων. ἐνδείᾳ γὰρ τῶν μεγίστων αὐτὸ πάσχουσιν, οὔτε γνώμην ἱκανὴν οὔτε κόσμον παρασχόμενοι περὶ τοὺς λόγους. εἰ δʼ ἦσαν τέλεοι τὴν μουσικὴν, ὃ τῷ Ὀρφεῖ λέγεται προσεῖναικἂν τούτοις προσῆν, πάντας ἂν ἦγον. νῦν δʼ ἐκείνῳ μὲν καὶ τὰ ξύλα καὶ τοὺς λίθους ἄγειν προστίθησιν ὁ μῦθος διʼ ὑπερβολῆς, οἱ δʼ ἀντὶ ξύλων αὐτοὶ καὶ λίθων εἰσὶ τῷ μὴ κινεῖν. ἀλλʼ ἡμεῖς οὐ τοῦτο προὐθέμεθα σκοπεῖν,
πόσοι πταισμάτων εἰσὶ τρόποι περὶ τοὺς λόγους, οὐδʼ εἴ τινες καὶ ἕτεροι δυστυχοῦσιν, ἀλλʼ ὅτι τῆς ἀρετῆς οὐδεμία πω κακία τρόπαιον ἔστησεν. οὐδʼ ἀφʼ ἑνὸς πράγματος τοῦτο λέγοντες οὐκ ἂν αἰσχυνοίμεθα· ἐπεί τοι καὶ τούτων αὖ τινα τῶν περὶ τοὺς ὄχλους καλινδουμένων καλῶς ἐγώ ποτʼ ἐφώρασα τἀναντία πράττοντα ἢ ἔσπευδεν. ᾖδε μὲν γὰρ ἐγκλίνας τῶν χαρίτων ἕνεκα, ἀκροτελεύτιον δʼ ἐπεφθέγγετο ἐφʼ ἑκάστῳ τῶν κομματίων ὥσπερ ἐν μέλει ταυτόν. οἱ δʼ ἀκροαταὶ καὶ ἐρώμενοι οὕτω σφόδρα ἐξεπλήττοντο καὶ κατείχοντο ὑπὸ τοῦ μέλους ὥσθʼ ὅτε δὴ ἐγίγνοντο πρὸς τῷ ῥήματι, ἐκγελάσαντες ἂν αὐτοὶ ὑπέβαλον, οὐκ ἀνταποδιδόντες ὥσπερ ἠχὼ τὴν φωνὴν, ἀλλὰ καὶ προλαμβάνοντες. καὶ δῆτα ἡδὺς ἦν ὁ κορυφαῖος ἰὼν κατόπιν τοῦ χοροῦ. προσῆπτον δέ τι καὶ ἄλλο τοῦ κόρδακος οὕνεκα, ὥστʼ ἐλεινὸν τὸ χρῆμα τῆς συναυλίας εἶναι τοῦ τε σοφιστοῦ καὶ τῶν ἑταίρων ἐφʼ οἷς ἐπτόητο.τοιαῦτα οἱ τὸ βέλτιον τιμῶντες ἆθλα φέρονται παρὰ τῶν λογίων θεῶν καὶ τοιαῦτα οἱ λυμαινόμενοι τοῖς λόγοις.
ἔπειτα ποιοῦσι παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀνδρόγυνος ἢ εὐνοῦχος μὴ τὴν ἀσθένειαν τοῦ σώματος μηδὲ τὴν τύχην αἰτιῷτο, προνοίᾳ δὲ φάσκοι γενέσθαι τοιοῦτος. ἀλλʼ οὔτʼ ἀληθῆ λέγεις, ὦ τᾶν, οὔθʼ ὅλως σωφρονεῖς, εἰ φὴς ἑκὼν ταῦτα τιμῆσαι. καὶ νῦν ἐγὼ κινδυνεύω φιλανθρωπότερος περὶ τούτους εἶναι τοῖς λόγοις τούτοις ἤπερ αὐτοὶ περὶ σφᾶς αὐτούς. ἐγὼ μὲν γὰρ ἄκοντας αὐτοὺς ἀποφαίνω καὶ δυστυχίᾳ τινὶ τοῦτο πάσχοντας, οἱ δʼ ἐξεπίτηδές φασι ποικίλλειν. οἱ δὲ νόμοι τοὺς ἑκουσίως πλημμελοῦνταςδιπλασίαν τὴν ζημίαν ἐκτίνειν κελεύουσι τῶν ἀκόντων βλαψάντων. ἀρχὴν δὲ οὐδὲ συμβαλεῖν μοι δοκῶ δύνασθαι τί ποτʼ ἔσθʼ ὃ λέγουσι. καὶ γὰρ ὡς οὐκ ἄκοντες ὑφίενται δοκοῦσί μοι λέγειν, καὶ πάλιν ὡς οὐχ ἑκόντες, ἀλλʼ ἄκοντες ὑφίενται. ὅταν μὲν γὰρ εἰς τοὺς ἀκροατὰς ἀναφέρωσι καὶ παρὰ τούτοις εἶναι φῶσι τὴν αἰτίαν, ὥσπερ ἄκοντες ἁμαρτάνειν λέγειν μοι δοκοῦσιν, ὅταν δʼ εἰδέναι μὲν ὡς οὐδὲν χρηστόν ἐσθʼ ὧν λέγουσιν, αἱρεῖσθαι δὲ λέγειν ὑπὲρ τοῦ ψυχαγωγεῖν, ἑκόντες ἁμαρτάνειν ὁμολογεῖν μοι δοκοῦσιν, ὥσπερ οἱ ἐν ταῖς τραγῳδίαις εἰδέναι μὲν φάσκοντες ἃ δράσουσι κατὰ, αὑτῶν δὲ κρατεῖν οὐ δύνασθαι. τοιαῦτʼ ἐστὶ τὰ τούτων αἰνίγματα. καίτοι φησὶ μὲν δή που Κρατίνος τῶν αἰσχρῶν εἶναι φίλοισι χαριζόμενον πονηρὸν αὐτὸν εἶναι· οὗτοι δʼ εἰ μὲν φίλοις αὐτοῖς
χρῶνται, παραπλησίως αὐτοῖς ἔχουσιν· ὥστʼ εἰ τοῖς αὐτοῖς χαίρουσιν, αὑτοῖς ἄρʼ οὐχ ἧττον ἢ τούτοις χαρίζονται· εἰ δʼ αὖ μὴ νομίζουσι φίλους, ἀντὶ τοῦ χαρίζονται; εἴτε γὰρ ὡς ἐρασταῖς εἴθʼ ὡς ἐρασταὶ, τό γε τῆς αἰσχύνης ἄφυκτον. αἰνίττονται δὲ κἀνταῦθα. φασὶ μὲν γὰρ τοὺς πολλοὺς ἐρᾶν αὑτῶν, φαίνονται δʼ αὐτοὶ τούτων ἐρῶντες, εἴ γʼ ἵνα τούτους ἀρέσωσιν ἀκολασταίνουσι. καὶ μὴν εἰ μὲν οὐδὲν φροντίζουσιν αὐτῶν, τί μαθόντες φήσουσι χαρίζεσθαι; εἰ δὲ φροντίζουσι, πότερον βελτίους ἂν ἦσαν παιδεύοντες καὶ τὴν οὖσαν ὁδὸν τῶν λόγων δεικνύντες, ἢ τῆς τούτων μοχθηρίας αὐτοὶ κληρονομοῦντες; ὥσπερ ἂν εἴ τις ἰατρὸς φάσκων εἶναι καὶ δέον αὐτὸν τοῖς κάμνουσι τὰ βέλτιστα συμβουλεύειν, τοῖς ἐκείνων αὐτὸς ὑπηρετοίη βουλήμασι καὶ τὴν τέχνην ὁρίζοιτο τῷ χαρίζεσθαι. οὐκοῦν ἀπολεῖς μὲν ἐκείνους, ἀπολεῖ δʼ αὐτὸς ἐν εὖ φρονοῦσι δικασταῖς, ἐπεὶ καὶ ἡ φύσις οὕτως ἔταξε τὸν στρατηγὸν ἡγεῖσθαι τῶν στρατιωτῶν, οὐ τοῖς στρατιώταιςἀκολουθεῖν, τὸν κορυφαῖον ὡσαύτως τοῦ χοροῦ, τῶν ναυτῶν τὸν κυβερνήτην, τοῦ ζεύγους τὸν ἡνίοχον, τὸν ἰατρὸν τῶν δεομένων. εἶτʼ ἐξὸν αὐτούς τε βελτίους εἶναι καὶ τοὺς συνόντας ὅπως βελτίους ἔσονται παρασκευάζειν, αὐτοί τε χείρους γίγνεσθε κἀκείνους ἔτι φαυλοτέρους ἢ εἰσὶν
ἀποφαίνειν προαιρεῖσθε. καὶ μὴν τὸ μὲν ὡς πέφυκέ τις καὶ προῄρηται λέγοντα ἀνύτειν ἄγειν ὡς ἀληθῶς ἐστι, τὸ δʼ ἐξίστασθαι τῆς ἰδέας ὑπὲρ τοῦ τι δοκεῖν ἄγεσθαι μᾶλλον ἢ ἄγειν ἐστίν. ὥστʼ εἰ μὲν οὐκ ἔχεις βελτίω τούτων, ἀμφότερα δυστυχεῖς, καὶ οἷς λέγεις καὶ οἷς οὐ δύνασαι λέγειν, εἰ δʼ ἐξὸν ἐκείνως ἄγειν οὕτω δέχει, πῶς οὐ παρανοεῖς; ἢ τί σου τὸ καλὸν τῶν λόγων ἐστὶν, ὅστις γε περὶ αὐτῶν τῶν λόγων οὕτω βεβούλευσαι; καὶ γὰρ αὖ κἀκεῖνο οὐ τὸν αὐτὸν τρόπον, οἶμαι, τῷ τε ῥήτορι καὶ φιλοσόφῳ καὶ πᾶσι δὴ τοῖς ἐπὶ τῆς ἐλευθερίου παιδείας προσήκει τέρπειν τοὺς ὄχλους, καὶ τοῖς ἀνδραποδώδεσι τούτοις ὀρχησταῖς, μίμοις, θαυματοποιοῖς. ἀλλὰ τούτοις μὲν πολλὴ συγγνώμη καὶ ποιεῖν ὁτιοῦν καὶ λέγειν, ἡμῖν δʼ, εἰ τὰ τούτων κακὰ μιμοίμεθα, πῶς εὐπρεπῶς ἕξει; ὅπου γὰρ οὐδʼ ἐλευθέρᾳ γυναικὶ καὶ ἑταίρᾳ ταὐτὰ δοκεῖ πρέπειν, οὐδʼ ἔτι μᾶλλον ταὐτά γʼ ἀνδράσι καὶ γυναιξὶ, κομιδῆ τοῖς γε ἀνδράσι ταὐτὰ πρέπειν ἅπερ ταῖς ἑταίραις οὐ φήσομεν. ὑμεῖς τοίνυν ὅταν εἰς ψαλτρίας τάττησθε καὶ τὰ τῶν Μουσῶν ὄργια χραίνητε ἐν τῷ δημοσίῳ, πότερον φιλοτιμίας δικαίως ἂν ἀμφισβητοίητε, ἢ ζῶντες ἂν κατορύττοισθε Περσιστί;σκεψώμεθα δὴ καὶ τόδε, ὅτι οὐδὲ οἱ δῆμοι τὰ θεάματα ταῦτα, ὧν μάλιστʼ ἄν τις αὐτοὺς φήσειεν ἡττῆσθαι, παντὶ τῷ θυμῷ φιλοῦσιν οὐδὲ ἀσπάζονται. τίς γάρ ἐστιν ὅστις οὐκ ἀξιοῖ βελτίων ὀρχηστοῦ παντὸς αὐτὸς εἶναι; ἢ τίς ἂν τῷ μίμῳ συγχωρήσειεν ἔξω φθέγγεσθαι; ἀλλʼ ἐν μὲν τῷ παραχρῆμα γαργαλίζονται, ἀπελθόντες
δʼ εὐθὺς καταγελῶσι, μᾶλλον δὲ καὶ παρʼ αὐτὴν τὴν θέαν οὕτω χαίρουσιν ὡς ἄν τινες παίζοντες. ἀλλʼ οὐδέν γʼ, οἶμαι, γελοῖον τιμιώτερον τῶν σπουδαίων, οὕτω πολλοῦ δεῖ τά γε δὴ καταγέλαστα ἔμπροσθεν ἄν ποτε τῶν σπουδαίων γενέσθαι. ἀλλὰ μὴν ὅπου καὶ αὐτὸ τὸ εὐδοξεῖν περὶ πολλοῦ ποιούμεθα ὑπὲρ τῆς εἰς ὕστερον μνήμης, ὧν γʼ ἐφʼ ἡμέρᾳ καὶ παραχρῆμα τέθνηκεν ἡ δόξα, ποῦ τις ἂν τούτους τιθείη; νὴ Δίʼ ἀλλὰ καὶ Ἡρακλῆς ἐν Λυδοῖς ὠρχήσατο. οἱ δέ γʼ αὐτοὶ κἀκεῖνο μυθολογοῦσι περὶ Ἡρακλέους, ὅτι τὴν γυναῖκα τὴν αὑτοῦ καὶ τοὺς υἱεῖς ἀπέκτεινεν, οὐχ ὡς θέμις εἰπεῖν διατεθείς· ἃ τίς ἂν πείθοιτο εὖ φρονῶν; σὺ δʼ οὖν εἰ τὰ μάλιστα πιστεύεις, ἀπόκριναί μοι πρὸς αὐτοῦ τοῦ Ἡρακλέους, εἰ καὶ αὐτὸς τούτου χάριν ἡδέως ἂν τὰ σαυτοῦ διαφθείραις. ἀλλʼ οὐκ ἐρεῖς. ἐγὼ δʼ εἰ μὲν ὠρχήσατο ἐν Λυδοῖς Ἡρακλῆς οὐκ ἔχω λέγειν, εἰ δʼ ἄρα, ἀλλὰ μιᾷ γε ἡμέρᾳ καὶ τῆς παιδιᾶς ἕνεκα καὶ ἅμα σκώπτων ἴσως τοὺς Λυδοὺς, καὶ τέταρτον εἴποιμʼ ἂν ὅτι οὐδέν γε χείρων ἐν οἷς ὠρχεῖτο ἐγίγνετο, ἀλλʼ ἦν ὅστις ἦν. οἶδα δὲ καὶ Λακωνικάς τινας ὀρχήσεις καὶ
τραγικάς γʼ ἑτέρας, ἐμμελείας, οἶμαι, καλουμένας—οὐ γὰρ ἡ ὄρχησις αἰσχρὸν, ἀλλὰ τὸ αἰσχρὸν φευκτὸν πανταχοῦ— ἀλλʼ ὑμεῖς οὐκ ἐν Λυδοῖς, οὐδʼ εἰσάπαξ, οὐδὲ σκώπτοντες, οὐδʼ ὑγιαίνοντες τἄνδοθεν, ἀλλʼ ἐν ἅπασιν ἀνθρώποις ἁπάσας τὰς ἡμέρας ἐξορχεῖσθε, ἃ μὴ ὅτι τοῦ Ἡρακλέους, ἀλλʼ οὐδὲ τῆς Ὀμφάλης ἐπαινεῖν ἦν. τίσι δὲ καὶ προσήκων ὁ χαρακτήρ; πότερον τοῖς περὶ τοὺς πολιτικοὺς καὶ ἀγωνιστικοὺς τῶν λόγων; τἀναντία μέντἂν πάθοιεν τῷ Καινεῖ τῷ Θετταλῷ γυναῖκες ἐξ ἀνδρῶν γενόμενοι. ἀλλὰ τοῖς περὶ τὴν διαλεκτικήν; χαρίεις γʼ ἂν οὖν εἴης, ὦ μάσθλης, ἐπὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ καρτερίαν ἐν τούτῳ τῷ μέλει παρακαλῶν, οὐ καρτερῶν αὐτὸς μένειν ἐν τῇ τάξει τῶν λόγων, ὡσπερεὶ Σαρδανάπαλλος τῇ κερκίδι τὴν κρόκην ὠθῶν ᾖδε τοὺς εἰς τὴν μάχην παρακλητικούς. ἀλλʼ ἡγεμόσι δὴ πρέπων ὁ τρόπος; ἀλλὰ τοῖς βασιλεῦσιν;ἀλλʼ ὅλως ἄρχουσιν; οὐδʼ ἡλικίᾳ γε τῶν ἁπασῶν οὐδεμιᾷ. πότερον γὰρ τοῖς νεωτέροις; ἀλλʼ ἑταιρεῖν δόξουσιν, ἐὰν ταῦτα ἀσπάζωνται. ἀλλὰ τοῖς ἀνδράσιν; ἀλλʼ οὐ δόξουσι βεβαιοῦν τὴν ἐπωνυμίαν. ἀλλὰ τοῖς πρεσβυτέροις; ἀλλʼ ἀωρία πολλὴ τῆς αἰσχύνης. λείπεται δὴ γυναιξὶ, καὶ ταύταις ταῖς ἀσελγεστάταις, πρὸς ἃς τούτους ἄξιον κρίνειν.
καίτοι ζηλοῦσι μὲν αὐτὰς, λείπονται δὲ συχνῷ τινι. θαυμάζω δʼ εἰ τοῖς μὲν τὸ νόμισμα διαφθείρουσιν, ἔφη Δημοσθένης, θάνατος ἡ ζημία κεῖται, τοῖς δὲ τοὺς λόγους κιβδήλους καὶ παρασήμους ἀπεργαζομένοις παρρησιάζεσθαι δώσομεν, ἢ τοῦτο πρῶτον λέγειν ἐξεῖναι· κἂν μὲν ῥήματι πταίσῃ τις, ἀμαθὴς εὐθέως, ἂν δʼ ὅλῃ τῇ προαιρέσει διαφθείρῃ τὰ τεταγμένα, οὐκ ἄρα πόρρω πασῶν πανηγύρεων στήσεται. καὶ μὴν οὐχ ὑπὲρ λόγων ἡ βουλὴ μόνον, ἀλλʼ ὑπὲρ ἁπάσης εὐσχημοσύνης καὶ εὐταξίας καὶ τοῦ πότερον δεῖ τοῖς νόμοις ἐμμένειν, ἢ ποιεῖν ὅ τί τις βούλεται τῆς ἐφʼ ἡμέρᾳ χάριν ἡδονῆς. ὧν μὲν γὰρ ἐγὼ λέγω νικώντων, νικᾷ νόμος καὶ κόσμος, ὑφʼ ὧν οὐ μόνον αἱ πόλεις, ἀλλὰ καὶ γῆ πᾶσα καὶ οὐρανὸς αὐτὸς συνέστηκέ τε καὶ σώζεται, ἃ δʼ οὗτοι παραποιοῦσιν ἅπασι καὶ θείοις καὶ ἀνθρωπείοις πράγμασιν ἐχθρῶς ἔχει.