Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἡδονῆς ἀπολαύειν, ὥσπερ ἂν εἰ ἑτέρου τὸ βιβλίον ἦν, οὐδʼ ἂν πηδῶν ᾐσχυνόμην, τί τὴν ἐγκράτειάν μου θαυμάζειν ἀφεὶς αἰτιᾷ τὰ μηδὲν ἐμοὶ προσήκοντα;

ἐγὼ τοίνυν ὑπερβολὴν ἔτι ποιήσομαι· ἔστω ταῦτα πάντα ἄρρητα· ἐκεῖνο πρὸς θεῶν ἔχεις εἰπεῖν, ὡς ἄρα

χρείας μὲν οὐδεμιᾶς ἕνεκα οὐδὲν ἔδρων, τηνάλλως δὲ σοφιστοῦ νόμῳ καὶ χαυνότητι ταῦτα ἐκομψευόμην καὶ σχήματος ἕνεκα; οὐ πάντες ἐμοὶ συνίσασιν ὅσον τούτων χωρὶς εἰμί; οὐ πᾶν ἕτερον τὸ ἡμέτερον; οὐκ ἐπʼ ἔσχατον μὲν ἀληθείας ἥκοντας τοὺς λόγους ἐκ τῶν δυνατῶν ὁρᾶτε, ἐπʼ ἔσχατον δʼ ἀληθείας πᾶσαν τὴν περὶ αὐτῶν βουλὴν ἅπαντες ὁρᾶτε; ποίαν ἢ χειρῶν ἐγὼ κίνησιν, ἢ χειλῶν παραγωγὴν ἐξεπίτηδες περαιτέρω τοῦ μετρίου νενόμικα; ποῖον ἐσθῆτος σχῆμα λυπηρόν; ὥσπερ ἤδη τινὲς αὑτοὺς ἀπέκρυψαν τοῖς ἱματίοις, ἴσως μὲν τιμήσαντες τῆς ἀξίας αὑτοῖς· ἐγὼ δʼ οὒ, καίτοι πλείονος σκέπης ἢ κατὰ τοὺς πολλοὺς δεόμενος, ὅμως τὸ πρόβλημα τοῦτο ἔφυγον. ἀλλὰ ἄλλο τι τοιοῦτον πώποτε ἐπλασάμην; ἀλλὰ ὀρχοῦμαι δίπτυχα, ὥσπερ ἕτεροί τινες; ἀλλὰ προσήκει μοί τι κακῶν ἀλλοτρίων; ἀλλʼ εἰς τοσοῦτον ἥκει μοι σχολῆς; ἀλλʼ ἔμοιγε ἱκανὸν, ἂν περὶ αὐτοὺς τοὺς λόγους καὶ τἀναγκαῖα πραγματευόμενος οἷός τε ὦ διαγίγνεσθαι, μηδὲν ἐπακτὸν κακὸν ἐμαυτῷ προστιθέμενος. οὐκοῦν ἁφθεὶς ὑπὸ τοῦ λόγου ταῦτʼ ἔλεγον. ὥστʼ εἰ ὅτι μάλιστα μὴ δεῖ μὲν παραληρεῖν, ὡς σὺ φῂς, ἐκ δὲ τῆς τοῦ λόγου ῥύμης καὶ τὸ τοιοῦτον ἐπέρχεται, τί τῆς ἀδυνάτου συμβουλῆς πλέον; ὥσπερ ἂν εἴ τινα ὑπὸ πνεύματος ἁρπασθέντα ἐν τῇ θαλάττῃ σὺ κελεύοις ἀτρεμεῖν καὶ μένειν, ἀπὸ τῆς ἀκτῆς λέγων, ὁρᾷς,
ἐγὼ κάθημαι σιωπῇ. καί μοι δοκεῖς κατὰ τὴν παροιμίαν τὸν ὑπὸ τῆς ἐχίδνης δηχθέντα αἰτιᾶσθαι, μηδεπώποτʼ αὐτὸς δηχθείς. ταῦτα δʼ ἄν σου Φιλοκτήτης ὁ τοῦ Ποίαντος οὐκ ἠνείχετο ἀκούων. ἀλλὰ γὰρ ἴσως ᾠήθης με τούτων ἕνα τῶν σοφιστῶν εἶναι, οὓς οἱ προσαγωγεῖς νουθετοῦσι καλῶς ποιοῦντες. ἔγωγʼ οὖν ἤδη ποτὲ εἶδον σοφιστὴν μεταξὺ λέγοντα ὑπὸ προσαγωγέως ἐξαγόμενον οὕτως ὡς

ὅ τε προσαγωγεὺς ἀμείνων ᾤετο εἶναι γνῶναι καὶ ἅττα ἐκείνῳ ῥητέον καὶ εἰς ὅσον καὶ αὐτὸς δὴ ἐκεῖνος συνεχώρει, ἀλλὰ μὴ πάντα ἐν ταὐτῷ φύρειν, ἵνα μὴ καὶ γέλωτα ὀφλήσῃ. ἡμεῖς τοι καὶ εἰς τὸ σῶμα πληγέντες οὐκ ἐπʼ ἀγεννεῖς ἱκετείας ἰατρῶν ἀφικόμεθα, ἀλλὰ καίτοι σὺν θεοῖς εἰπεῖν τοὺς ἀρίστους τῶν ἰατρῶν φίλους κεκτημένοι κατεφύγομεν εἰς Ἀσκληπιοῦ, νομίσαντες εἴτε δέοι σώζεσθαι, διʼ ἐκείνου κάλλιον εἶναι, εἴτε μὴ ἐγχωροῖ, καιρὸν εἶναι τεθνάναι. ἔχοιεν δʼ ἂν καὶ οἱ συμφοιτηταὶ φράζειν περὶ τῆς φύσεως τῆς ἐμῆς. ἐγὼ γάρ τοι καὶ παῖς ὢν, εἴ τι ἤρετο διδάσκαλος ὧν ἠπιστάμην, εἰ ἕτερος ἔφθη ὑπολαβὼν, οὐκ ἂν ἔτι ἐφθεγξάμην, ἵνα δὴ μὴ τὰ ἑτέρου δοκοίην λέγειν. παραπλήσια δὲ καὶ τὰ νῦν ἐν Ἀσκληπιοῦ. εἰρήσεται γὰρ καὶ πρὸς ὑμᾶς τά γε ἀληθῆ, χείρω δὲ καὶ βελτίω νομίζειν ἔξεστιν ὡς ἂν ἑκάστῳ δοκῇ. οὕτω γὰρ αὖ καὶ πρὸς τοὺς ἐκεῖ συμφοιτητὰς καὶ εἶχον καὶ ἔχω, ὥστε ὅστις

μὲν μὴ ὑπανίσταται, οὐκ ἄχθομαι αὐτῷ, ὑπανισταμένῳ δὲ αἰσχυνοίμην ἂν μὴ παρεὶς τὴν χώραν. σὺ δʼ εἰ μὲν ὡς ἄρξων ἐνταῦθα ἀφικνεῖ, πεῖσον τούτους ὡς σοὶ προσήκει πρὸ ἡμῶν, εἰ δὲ παρίης ἑτέρῳ τὴν ἡγεμονίαν, ἀναμνήσθητι τῶν Ὁμήρου
τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
καὶ
ὧδʼ ἔστω, Τρῶες μεγαλήτορες, ὡς ἀγορεύω·
καὶ
Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
στρατήγει δὲ μὴ παρὰ τὸν στρατηγόν. αἰσχρὸν γὰρ ἀμφοτέροις, καὶ σοὶ καὶ τῷ στρατηγῷ.

μικρὰ δὲ προσθεὶς ἀπαλλάξομαι. καὶ ταῦτα ἐξεπίτηδες ἀπέτεινα, οὐχ ὡς οὐ καὶ ἓν τούτων ὁτιοῦν ἱκανὸν ὂν, ἀλλʼ ἵνʼ εἰδῇς διὰ πόσων ἀμαθὴς εἶ τῶν ἐλέγχων καὶ ὅσων ἀθέατος καὶ ἀνήκοος δεῦρο εἰσῆλθες ὥσπερ τις βέβηλος παντάπασιν. εἶτα μύστης ὢν τὸν ἱεροφάντην ἐξετάζεις; καὶ ὁ μὲν ἀρτιτελὴς μύστης ἀτιμότερος τοῦ πάλαι μύστου, ὁ δὲ νῦν πρῶτον εἰς μύστας τελῶν κρίνεις τὸν μυσταγωγόν; ἀρχαῖον δέ μοι δοκεῖς περὶ Μώμου καὶ

Ἀφροδίτης λόγον ἀνανεοῦσθαι. φασὶ γὰρ ὡς ἡ μὲν καθῆστο κεκοσμημένη, ὁ δὲ Μῶμος διερρήγνυτο, οὐκ ἔχων ὅ τι αἰτιάσεται· τελευτῶν δὲ αὐτῆς μὲν ἀπείχετο, τὴν δὲ βλαύτην ἔσκωψεν αὐτῆς. ὥστε ἄμφω συμβῆναι, μήτε δὴ τὴν Ἀφροδίτην ἀκοῦσαι κακῶς μήτε τὸν Μῶμον εἰπεῖν εὖ. καὶ σὺ τὴν σκηνὴν θαυμάζων τὰ παρασκήνια ᾐτιάσω καὶ τοὺς λόγους ἀφεὶς ἐτήρεις τὰ παραφθέγματα. οὕτω πόρρω τοῦ νόμου βαίνεις. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος παραφθέγγεται, ἄκουε καὶ τούτου. καίτοι τοσοῦτόν γε ἐμὲ τόλμῃ καὶ αὐθαδείᾳ παρελήλυθε,

ταῦτα γὰρ αὐτῷ τὰ ὀνόματα ἐκ τῆς σῆς αἰτίας ἁρμόττει, ὥστʼ ἐγὼ μὲν ἔξω τοῦ βιβλίου παρελήρησα, καὶ ταῦτα ἐξαχθεὶς ὑπὸ τοῦ λόγου, ὁ δὲ δὴ Σόλων καὶ βιβλίον ἐξεπίτηδες πεποίηκεν, ὥσπερ ἡμεῖς εἰς τὴν Ἀθηνᾶν, οὕτως ἐκεῖνος εἰς αὑτὸν καὶ τὴν ἑαυτοῦ πολιτείαν, ἐν ᾧ ἄλλα τε δὴ λέγει καὶ ταῦτα
    ἃ μὲν ἄελπτα σὺν θεοῖσιν ἤνυσʼ, ἄλλα δʼ οὐ μάτην
  1. ἔρδον.
ὁρᾷς ὡς αὐθαδῶς καὶ οὐ τῆς σῆς συμβουλῆς; καὶ ταῦτα μέν ἐστιν ἐν τετραμέτροις· ἐν δὲ τοῖς ἰάμβοις
    συμμαρτυροίη ταῦτʼ ἂν ἐν δίκῃ χρόνου
  1. μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων
  2. ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε
  3. ὅρους ἀνεῖλον πολλαχῆ πεπηγότας,
  4. πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.
  5. πολλοὺς δʼ Ἀθήνας πατρίδʼ εἰς θεόκτιτον
  6. ἀνήγαγον πραθέντας ἄλλον ἐκδίκως,
  7. ἄλλον δικαίως, τοὺς δʼ ἀναγκαίης ὕπο
  8. χρησμὸν λέγοντας γλῶσσαν οὐκέτʼ Ἀττικὴν
  9. ἱέντας, ὡς ἂν πολλαχῆ πλανωμένους,
  10. τοὺς δʼ ἐνθάδʼ αὐτοῦ δουλίην ἀεικέα
  11. ἔχοντας ἠδὲ δεσπότας τρομευμένους
  12. ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει
  13. ὁμοῦ βίαν τε καὶ δίκην συναρμόσας
  14. ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην.
  15. θεσμοὺς δʼ ὁμοίους τῷ κακῷ τε κἀγαθῷ
  16. εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην
  17. ἔγραψα. κέντρον δʼ ἄλλος ὡς ἐγὼ λαβὼν
  18. κακοφραδής τε καὶ φιλοκτήμων ἀνὴρ
  19. οὐκ ἂν κατέσχε θυμόν.
τίθει δὴ καὶ ὑπὲρ ἡμῶν λέγειν τὸν Σόλωνα, ἄλλος δʼ ἂν τοῦτο τὸ κέντρον εἰς τοὺς λόγους εἰσενεγκάμενος οὐκ