Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

μέτριον καὶ κοινὸν ᾕρηται, ὥστʼ ἀπʼ αὐτοῦ τούτου μάλιστα γιγνώσκεσθαι καὶ τοῦτʼ εἶναι σύμβολον αὐτοῦ, εἰ μὴ καὶ νῦν ἔλαθόν τι μεῖζον εἰπὼν, καὶ δεῖ παραιτήσασθαι, ἡνίκʼ ἂν δὲ ὁ θεὸς κινήσῃ, τότε καὶ περὶ αὑτοῦ τι φθέγγεται, καὶ ταῦτα ἅττα ποτέ ἐστι, καὶ φθεγξάμενος παρʼ αὐτὸν τὸν ἀγῶνα καὶ τὸν καιρὸν, ἡνίκʼ οὐδενὸς ἄλλου μεμνῆσθαι πλὴν τῶν λόγων εἰκός ἐστιν, εἶτʼ ἀπηλλάγη, τί τούτῳ ταῦτʼ ὀνειδίξοι τις ἄν; σὺ δʼ ὦ πρὸς Διὸς τοσαύτην εἰπέ μοι σχολὴν ἦγες, ὥστʼ ἀφεὶς ἐκεῖνα τὰ φάσματα μικρὰ καὶ τοῦ μηδενὸς ἄξια ὥσπερ οἱ ὄρνιθες παρεξέλεγες, ἵνα ἀπίῃς ὥσπερ ἕρμαιον ἔχων ὃ κακῶς ἐρεῖς;

φάθι δή με καὶ τοῦτο φιλανθρωπίᾳ πεποιηκέναι, ἵνα μὴ παντάπασιν ἀθυμήσῃς, ἀλλʼ ἔχῃς ἐφʼ ὅτῳ βουλήσει ζῆν. ἦν γὰρ, ὡς ἔοικε, σοί τι πυθόχρηστον, ὅταν πάντας ἐπαινέσῃς ἀπολωλέναι. ὥστʼ ἄποινα ὀφείλεις μοι, καὶ εἰ τοῦτʼ αἰτιᾷ, δικαίως αἰτιᾷ. ἢ καὶ τὴν Πυθίαν αὐτὴν καὶ τοὺς χρησμολόγους, ὅταν αὐτοματίζωσιν, ἀκριβῶς ἐξετάζεις ἐπιτηρῶν καὶ σχῆμα καὶ βλέμμα, καὶ εἴ τί σοι δόξουσι λέγειν θρασύτερον, εἶτʼ αὐτοῖς ὕστερον ἐγκαλεῖς; ἄθλιε καὶ πόρρω θεῶν, ἅπαντα ταῦτα ἦν τοῦ καιροῦ;

ἀναμνήσω δέ σε καὶ Ξενοφῶντος, ὃς περὶ τοῦ Κύρου τοῦ μεγάλου διαλεγόμενος τὸν μὲν ἄλλον χρόνον εὐσταλῆ φησι καὶ κόσμιον αὐτὸν εἶναι καὶ ἥκιστα ἀλαζόνα, ἡνίκα δʼ εἰς τοὺς ἀγῶνας ἴοι καὶ ὑποθερμαίνοιτο, οὐδὲν μικρὸν λέγειν οὐδʼ ὑποστέλλεσθαι, ἀλλὰ καὶ αὑτὸν καὶ τοὺς στρατιώτας ἐξαίρειν. εἰκότως· ἐὰν γὰρ, ὦ τᾶν, ἐξέλῃς τὸ κέντρον ἐκ τῆς ψυχῆς, ἀνῄρηκας τὸ τῆς ἀνδρείας ἐφόδιον. κἀμὲ οὕτως ἐξέταζε, καὶ ἔτι μεῖζον προστίθει· εἰ μὴ μέλλων ἀγωνιεῖσθαι, ἀλλʼ ἐμβεβηκὼς, ἀγωνιζόμενος, εἰ παρʼ αὐτὴν τὴν χρείαν, εἰ τοῦ κρείττονος ὢν, εἰ ζέοντος τοῦ λόγου, εἰ πρῶτος μὲν αὐτὸς ἐλαυνόμενος, εἶτα τοὺς πολλοὺς τῷ αὐτῷ κέντρῳ κινῶν, ταῦτα παρεφθεγξάμην ἐπιστροφῆς ἕνεκα καὶ κοινῆς ὠφελείας τῶν ἀκουόντων, ὃ καὶ τῶν προοιμίων ἐπαινοῦμεν καὶ προσδεῖν αὐτοῖς φαμέν. κἂν εὑρίσκῃς ἃ λέγω προσόντα, τόλμησον εἰπεῖν, οὐχ ὅδʼ

ἄνευ θεοῦ τάδε μαίνεται, ἀλλὰ παρούσης τῆς Ἀθηνᾶς,

ᾗ τὰ κράτιστα τῆς σωφροσύνης ἀνεῖται. ἤκουσας δέ που καὶ Ὁμήρου περὶ ἀγωνιστῶν λέγοντος
    μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος, ἢ ὀλοὸν πῦρ
  1. οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης,
  2. ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο·
καὶ οἶσθα δὴ τἀπὶ τούτοις, ἵνα σοι καὶ χαρίσωμαι. νὴ Δίʼ ἀλλὰ βάρβαρος οὗτος καὶ κατέχειν αὑτὸν οὐ δυνάμενος. τὸν δʼ ἕτερον τί φῶμεν, τὸν κάλλιστον τῶν Ἀχαιῶν; οὐκ ἀναμνησθήσει πῶς αὖ καὶ τοῦτον ὁπλίζει μετὰ τὴν ἀπόρρησιν τῆς μήνιδος;
    ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεὺς,
  1. τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε· τὼ δέ οἱ ὄσσε
  2. λαμπέσθην ὡσεί τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
  3. δῦνʼ ἄχος ἄτλητον· ὁ δʼ ἄρα Τρωσὶν μενεαίνων
  4. δύσατο δῶρα θεοῦ.
ὁρᾷς ὅτι πάντα ὁμοῦ τῷ ἀνδρὶ προστίθησιν, ὀδόντων κρότον, πῦρ ἐν ὀφθαλμοῖς, ὀργὴν εἰς τοὺς πολεμίους, λύπην ἐπὶ τῇ συμφορᾷ, καλλωπισμὸν εἰς τοὺς συστρατιώτας. Ἐνυοῦς μὲν δὴ καὶ Ἐνυαλίου χορευταὶ τοῦτον ἵστανται τὸν τρόπον, οὔτε τὴν γνώμην ἀτρεμεῖν δυνάμενοι, πολὺ δὲ ἧττον ἔτι τὼ χεῖρε ἀτρεμίζοντες, κινεῖται δὲ ἄτοπόν τινα κίνησιν καὶ τὰ χείλη καὶ πᾶν μέρος τοῦ σώματος, καί τις αὐτοὺς θαυμαστὴ κατέχει κρᾶσις λύπης, ὀργῆς, ἐπιθυμίας, λογισμοῦ· οἳ κἂν εἰς λόγους ἔρχωνται, μεταξὺ τῶν ἔργων τοιαυτὶ λέγουσιν ἆσσον ἴθι καὶ

δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι· τοὺς δὲ Ἑρμοῦ τε καὶ Μουσῶν χορευτὰς, περὶ οὓς τὰ τῶν πτερωτῶν λόγων κάλλη τε καὶ τολμήματα Ζεὺς ὁ θεῶν βασιλεὺς ἔταξεν εἶναι, πότερα εἰς γῆν κάτω βλέποντας

ὥσπερ τοὺς Ἐρεμβοὺς οὕτως ἀξιώσεις ἐπιδείκνυσθαι τὰ σφέτερʼ αὐτῶν ἔργα, μηδὲν τῶν κανθηλίων διαφέροντας, μέσους ἐγρηγορότων καὶ καθευδόντων, ἢ μηδὲν ἀμβλυτέρους ὄντας φαίνεσθαι τῶν ἐκ Κορυβάντων ἤ τινος ἄλλου δαίμονος θερμοῦ κατεχομένων, ἀλλʼ ἅμα τῷ μέλει κινεῖσθαι τὰ γιγνόμενα; ἀλλὰ τοῦ μὲν Διομήδους οὐκ αἰτιᾷ τὴν κόρυν οὐδὲ τὴν ἀσπίδα, πῦρ ἀφιεῖσαν, ὥς φησιν Ὅμηρος, ἀλλὰ καὶ θαυμάζεις καὶ μεγάλων αὐτὸ ποιεῖς

σύμβολον, ὧν δʼ ἐξ αὐτῆς τῆς κεφαλῆς ἀνίησι τὸ πῦρ ἡ θεὸς, τούτοις οὐδὲ συγγνώμης μεταδίδως; καὶ ποίας μάχης τοσαύτην θέρμην φήσεις ἡγεῖσθαι, ὅσην τῶν ἐμψύχων λόγων καὶ ἀληθινῶν; πάντα μὲν γὰρ ἴσως κατὰ Δαρεῖον τὸ πῦρ ἐκόσμησε, καὶ οὐ δυνατοῦ μᾶλλον τὸ ῥῆμα ἢ ἀνδρὸς σοφοῦ, λόγων δʼ αὕτη πηγὴ μία, τὸ ὡς ἀληθῶς ἱερὸν καὶ θεῖον πῦρ τὸ ἐκ Διός ἐστιν, ἐφʼ ᾧ καθεύδειν οὐκ ἔνι δή που τὸν τετελεσμένον τε καὶ εἰς τὸ μέσον φερόμενον. σὺ δὲ τηνικαῦτα ἀξιοῖς σκοπεῖν εἰς σὲ καὶ τοὺς σοὺς ὀφθαλμοὺς, δεδοικότα ὥσπερ παῖδα μή τι γρύξειεν ὅ σοί τινα ἀηδίαν οἴσει. καὶ τίθης οὐχὶ τῷ χειμάρρῳ ὅρια, ἀλλὰ τῷ Νείλῳ, καὶ ταῦτα ὁμοῦ τῷ μεγέθει τὴν συμμετρίαν ἔχοντι. οὐκ οἶσθʼ ὅτι ὥσπερ τὰ παρʼ Ἡφαίστου ὅπλα αὐτὰ καθʼ αὑτὰ κινούμενα ἁνὴρ ἐκεῖνος ἐποίησεν; οἶμαι δέ που καὶ τοὺς τοῦ Ἀπόλλωνος ὀϊστοὺς αὐτοὺς ἐφʼ αὑτῶν ἐπηχῆσαι συνοργισθέντας αὐτῷ. οὕτω κἀν τοῖς ἀγῶσι τοῖς περὶ τοὺς λόγους τοὺς περὶ τῶν θεῶν πολλὰ τοιαῦτα αὐτῶν τῶν λόγων ἰδίᾳ κινουμένων ὥσπερ ἔκφορα γίγνεται, καί τινα ἠχὴν παρέχεται τότε ὁ λόγος ἀναγκαίαν

καὶ ἀκόλουθον τῇ ῥύμῃ καθάπερ βέλος τι σὺν ῥοίζῳ φερόμενον. δέδοικα μὲν οὖν μὴ παρὰ κωφὸν λέγω καί τινα τρόπον ἐξορχῶμαι δεικνὺς ἀμυήτῳ τὰ ἱερά· ὅμως δὲ ὥσπερ ἐν μύθῳ τις ἀπόρρητος λόγος τοῖς μὲν ἀκούειν δυνατοῖς εἰρήσεται, σοὶ δὲ οὐδὲν μᾶλλον. λέγω γὰρ οὖν ὡς ἐπειδὰν περιέλθῃ τὸ τοῦ θεοῦ φῶς, καὶ τὸ λεγόμενον δὴ τοῦτο ἀστράψῃ διʼ ἅρματος, οἷα δὴ ταῖς Μούσαις ἅρματα οἱ ποιηταὶ δεδώκασι, καὶ κατάσχῃ τὴν ψυχὴν τοῦ λέγοντος, ὥσπερ τι πῶμα παρελθὸν ἐξ Ἀπόλλωνος πηγῶν, εὐθὺς μὲν τόνου καὶ θέρμης ἐνέπλησε μετʼ εὐθυμίας, ἦρε δὲ τοὺς ὀφθαλμοὺς ἄνω καὶ τὰς τρίχας διέστησε, βλέπει δὲ οὐδʼ εἰς ἓν ἄλλο ὁ τοιοῦτος, εἴτε χορευτὴν εἴτε βάκχον βούλει λέγειν, οὔτε παρὸν οὔτε ἀπὸν, ἀλλʼ ἢ πρὸς αὐτοὺς