Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ὅτι τοῦτο ἐκεῖνο χορὸς αὐτὸς ἀντὶ τῆς Μούσης γεγένηται. καὶ εἰ μὲν ἄνευ τῆς Μούσης τοῦτο ἐξελάλησεν, οὐ κοινωνεῖ τοὐμὸν τῆς αἰτίας, ἐγὼ γὰρ τῶν ἐν τοῖς λόγοις ἀγαθῶν ἀφιστάμην τῇ θεῷ· εἰ δʼ ἡ Μοῦσα κληθεῖσα καὶ παραγενομένη ταῦτʼ ἤγαγεν ἐπὶ νοῦν αὐτῷ, δοκοῦντα καὶ ταῖς Μούσαις, ὡς ἔοικεν, ἐστὶ τὰ τοιαῦτα παρρησιάζεσθαι τοὺς ὑπʼ αὐταῖς ζῶντας. ἑτέρωθι τοίνυν καλλωπιζόμενος παρʼ ὅσοις εὐδοκιμεῖ τοσαῦτα καὶ τοιαῦτα ἔθνη καταλέγει ὥστʼ ἔτι νῦν τοὺς ἀθλίους γραμματιστὰς ζητεῖν οὗ γῆς ταῦτʼ εἶναι, λυσιτελεῖν δʼ αὐτοῖς καὶ μακρὰν, ὡς
ἔοικεν, ἀπελθεῖν ὁδὸν μᾶλλον ἢ περὶ τῶν Σκιαπόδων ἀνήνυτα πραγματεύεσθαι. ἀλλαχῆ δὲ οὕτω σφόδρα ἔνθεος γίγνεται ὥστε φαίης ἂν ὅτι οὐδʼ οὑτωσὶ κατὰ τὸ ῥῆμα ἔνθεός ἐστιν, ἀλλʼ αὐτὸ δὴ τοῦτο ὥσπερ θεὸς τῶν ἀπὸ μηχανῆς λέγει, Εἴπατέ μοι τάδε, φῦλα βροτήσια. πρὸς θεῶν σὺ δʼ αὐτὸς ἡμῖν τίς εἶναι φήσεις;οὐκ ἐνταῦθα ὁ ποιητὴς, ὅστις ποτὲ οὗτός ἐστι, καλεῖ κόρακας μὲν τοὺς ἄλλους ποιητὰς, ἀετὸν δʼ ἑαυτὸν πρὸς ἐκείνους; οὐκοῦν τοσούτῳ κρείττω τῶν ἄλλων ποιητῶν ἑαυτὸν, ὅσον κοράκων ἀετόν; πάλιν τοίνυν πρός τινα τῶν ἀκροατῶν, ἐπειδὴ νυστάζοντα ἑώρα, καὶ οὐκ εἰδότα ὅτῳ σύνεστιν, οὑτωσὶ πεποίηκεν ὄπισθεν δὲ κεῖμαι θρασειᾶν ἀλωπέκων ξανθὸς λέων. οὐ γὰρ δή που καὶ Πίνδαρον φήσεις ὑπʼ ἐμοῦ ταῦτα ἀναπεισθέντα ἐμβαλεῖν εἰς τὴν ποίησιν τὴν ἑαυτοῦ. ἄκουε δὴ καὶ ἑτέρωνφέρε δὴ γνώρισον καὶ ταῦτα, εἰ ἄρα οἷός τε εἶ,
- μαθόντες λάβροι
- παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον
- Διὸς πρὸς ὄρνιχα θεῖον.
Ἡράκλεις ταυτὶ μὲν οὐδὲ παντάπασιν ἀναίτια τοῖς ῥήμασιν, ἀλλʼ ὅμως καὶ ἐπὶ τούτοις σεμνύνεται ὡς οὐδὲν ἀτιμοτέροις τοῦ νέκταρος, καὶ φησὶν ὅτι οὗτος μέντοι ὁ τῶν λόγων κόσμοςκεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς
- οἷα τειχίζομεν ἤδη ποικίλον
- κόσμον αὐδάεντα λόγων.
ὥσπερ οὐκ ἀρκοῦν εἰ κατὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τοὺς θεοὺς ἔτι μειζόνως τιμήσοντας διʼ ἐκεῖνον τὴν τῶνκαὶ πολυκλείταν περ ἐοῦσαν ὅμως Θήβαν ἔτι μᾶλλον
- ἐπασκήσει θεῶν
- καὶ κατʼ ἀνθρώπων ἀγυιάς·