Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
αὐτῶν ἐπαινοῦσιν οἱ ποιηταί. εἰ δὲ δή τις ἔροιτό σε πότερον τοὺς τὰ ψευδῆ περὶ αὑτῶν λέγοντας κακίζεις, ἢ καὶ τοὺς ὁπωσοῦν, εἰ μὲν ἐκείνως ἐρεῖς, ἔλεγχε ὡς ἡμεῖς ταῦτα ἐψευδόμεθα, εἰ δʼ ὅλως, ἐὰν γρύζῃ τις, σκόπει τί τῷ δευτέρῳ χρήσει. ἃ γὰρ ἂν αἰσχρὰ φαίης ἐπʼ ἀνθρώπων εἶναι, ταῦτʼ οὐκ ἂν ἔχοις εἰπεῖν μὴ οὐ πολὺ τοῦ γε θεοῖς πρέπειν ἀπέχειν. ἃ δὲ μηδὲ θεῶν μηδενὶ φαίης ἂν πρέπειν, κομιδῆ τῷ γε ἀρίστῳ τῶν θεῶν οὐκ εἰκὸς πρέπειν. πῶς οὖν Ὁμήρῳ πεποίηται τοσαῦτα καὶ τοιαῦτα λέγων ὁ Ζεὺς περὶ αὑτοῦ καὶ τοὺς ἄλλους θεοὺς ἐκπλήττων καὶ φοβῶν ὥσπερ παιδάρια, τοῦτο μὲν ἐν θεῶν ἀγορᾷ ὅτʼ εἰς τὸ κοινὸν ἀπειλεῖ
γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων,ὁ ἀπειθῶν δὴ τοῖς παραγγέλμασι· καὶ τἀπὶ τούτοις,
καὶ ταῦτα ἐν εἰδόσι δή που λέγων τοῖς θεοῖς. οὐ γὰρ δὴ τότε γʼ ἐμάνθανον πρῶτον ὅτι ὁ Ζεὺς κρείττων ἐστὶν αὐτῶν. ἄλλα τοίνυν ὅσα τοιαῦτα ἀποφθέγγεται ἢ πρὸς τὴν Ἤραν ὀργιζόμενος ἢ κατὰ πᾶσαν πρόφασιν, τίς ἂν ἐκλέξαι ῥᾳδίως; καὶ ὅπως μή μοι σοφὸς ἐνταυθοῖ γένῃ μηδὲ γελάσας εἴπῃς, τί δʼ οὐκ ἂν πρέποι τῶν μεγίστων τῷ Διί; οὐ γὰρ τοῦτʼ ἐστὶ τὸ ἀμφισβητούμενον, ἀλλʼ εἰ τῷ ἐν ὁτῳοῦν καὶ ὁσονοῦν προέχοντι μὴ προσήκει λέγειν περὶ αὑτοῦ μηδὲ φρονεῖν, ἀλλʼ ἀποχρῆν ἐὰν οἱ συνειδότες ὦσιν, ἥκιστα πάντων ὑπὲρ αὑτοῦ προσήκει λέγειν τῷ Διί. καὶ γὰρ πλεῖστον κρατεῖ καὶ πάντες συνίσασι καὶ ὅτι αὖ συνίσασιν αὐτὸς ἐπίσταται.εἰ δʼ ἄγε πειρήσασθε θεοὶ, ἵνα εἴδετε πάντες,
- σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες,
- πάντες δʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
- ἀλλʼ οὐκ ἄν μʼ ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίονδε
- Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
- ἀλλʼ ὅτε κεν καὶ ʼγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
- αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
- τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων·
ἑλοῦ δὴ ποτέρως ἐμὲ συκοφαντεῖς, πότερον τοῦτο λέγων, ὡς ἐμοὶ τούτων οὐχὶ προσῆκε τῶν λόγων οὓς ἄν τις εἴποι συνειδὼς ἑαυτῷ τι πλέον τῶν ἀκροατῶν, ἢ καθάπαξ οὐκ ἐῶν οὐδὲν ὁτιοῦν παρρησιάζεσθαι. καὶ μὴν