Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἐῶ γὰρ οἷα καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ σοφὸς ἡμῖν ἀποκρίνεται διεξιόντα τὰς τάξεις κατὰ σπουδήν. ἀλλὰ τὸ πάντων ἥδιστον τοῦ γὰρ Ἀχιλλέως διατιθέντος τὸν ἀγῶνα ἐπὶ τῷ Πατρόκλῳ καὶ ἄλλων ἄλλα νικώντων αὐτὸς οὐχ οἷός τε ἦν οὐδὲν ἀγωνίσασθαι, ἀλλὰ τὸ λεγόμενον δὴ τουτὶ οὐδὲν ἔτι ὢν εἰς ταῦτα ὑπὸ γήρως ἃ πρόσθεν ποτʼ ἐνίκα, λέγει ὡς δή τι ταύτῃ δρῶν, καὶ φησὶ πρὸς τοὺς Ἀχαιοὺς οὐ τούτοις αὐτοῖς τοῖς ῥήμασιν, ἀλλά πως σχηματιζόμενος, ὅτι ὑμῶν μὲν ἕκαστος ὁ μὲν δρόμον νενίκηκεν ἢ νικήσει, ὁ δʼ ἴσως πάλην, ἄλλος δὲ ἄλλο τι· ἐγὼ δὲ

    πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Οἴνοπος υἱὸν,
  1. Ἀλκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη,
  2. Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
  3. δουρὶ δʼ ὑπερέβαλον Φυλῆά τε καὶ Πολύδωρον·
τοσοῦτον ἐγὼ τῶν νῦν νικώντων κρείττων εἰμὶ, εἰ καὶ τῷ γήρᾳ συγκεχώρηκα.

εἰ δʼ αὖ βούλει, τοῦ πύκτου τοῦ Φωκέως ὅσον τὸ χρῆμα τῆς ὑπερηφανίας,

    ἆσσον ἴτω ὅστις δέπας οἴσεται ἀμφικύπελλον·
  1. ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν.
  2. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  3. ἀντικρὺ χρόα τε ῥήξω, σὺν δʼ ὀστέʼ ἀράξω.
κηδεμόνες δέ οἱ παρέστων, φησὶν,
οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
ἆρʼ οὖν ἠπείλησε μὲν, οὐκ ἐποίησε δέ; οὐδὲν μὲν οὖν ἄλλο
ἢ ἐμαντεύσατο ἃ δράσειν ἔμελλεν. οὔκουν θρασύτης, οἶμαι, ταῦτʼ ἦν. ἀλλὰ καί πως παρακολουθῶν αὐτῷ, ὥσπερ δὴ καὶ ἀπολογούμενος ὑπὲρ αὐτοῦ Ὅμηρος; ὅτι οὐδεμιᾷ δυσμενείᾳ ταῦτʼ ἔλεγεν εἰς τοὺς ἄλλους οὐδʼ αὐθαδείᾳ δυσχερεῖ, ἀλλʼ ὅσον αὑτῷ συνῄδει, τοσοῦτον ἐνεδείκνυτο, κόψαι μέν φησιν αὐτὸν ὡς προεῖπεν, ὡς δὲ εἶδε καίριον οὖσαν τὴν πληγὴν, αὐτὸν ἤδη γενέσθαι τῷ Εὐρυάλῳ τῶν κηδεμόνων ἕνα. λέγει γὰρ
  1. ἀτὰρ μεγάθυμος Ἐπειὸς
  2. χειρὶ λαβὼν ὤρθωσεν,
ἐν ᾗπερ καὶ κατέβαλλε. ταῦτʼ ἄρα καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν οὐδὲν ὑποστέλλεται, ἀλλὰ τοῦτο μὲν πρὸς τὸ μειράκιον παροξυνθεὶς τὸν Εὐρύαλον ἐν τοῖς ἄθλοις τῶν Φαιάκων οὐδὲν παρίησιν ἐγκώμιον αὑτοῦ λέγων μεθʼ ὅσης

ὥρας ἐν σώματι καὶ κάλλους ὁπόσου τινὸς ἀντάξιον ἡ τῶν λόγων χάρις καὶ τὸ ταύτης κάλλος ὑπερπέφυκεν. ἢ ταῦτʼ οὐκ εἰς αὑτόν σοι δοκεῖ λέγειν;

    ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τʼ ἐς αὐτὸν
  1. τερπόμενοι λεύσσουσιν, ὁ δʼ ἀσφαλέως ἀγορεύει
  2. αἰδοῖ μειλιχίῃ, μέγα δʼ ἐμπρέπει ἀγρομένοισιν·
  3. ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσι.
καὶ μὴν ὅτι γʼ εἰς αὑτὸν αὐτῷ ταῦτα ἔχει δῆλον ἐκ τοῦ ἑτέρου τοῦ ἐναντίου. φησὶ γὰρ
ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές.
τὸ μὲν γὰρ ἐκείνῳ δίδωσι δυοῖν ὄντοιν, τὸ δʼ αὑτῷ, τὸ λοιπόν. καὶ ταῦτʼ οὐχ ὑπʼ αὐθαδείας, ὦ σοφίας ὄφελος σὺ καὶ μέγα κῦδος Ἀχαιῶν, οὐδὲ τηνάλλως ἐκεῖνος διεξῄει τῷ θυμῷ παραδοὺς ἑαυτὸν, ἀλλʼ ἐπιστρέψαι βουλόμενος τὸ μειράκιον, τεθραμμένον ἐν τρυφῇ καὶ πολὺ τῆς ἀληθείας διημαρτηκός. καὶ ὡς ἔοικεν ὤνησε. μεταγιγνώσκει τε γὰρ οὐκ εἰς μακρὰν καὶ πατέρα αὐτὸν ἀντὶ τῶν προτέρων ἐκείνων καλεῖ καὶ εἰς διαλλαγὰς ἔρχεται. πάλιν δʼ αὖ περὶ τῆς ἐν τοῖς ἄθλοις ἕξεως αὐτοῦ λέγων, ἄντικρυς ὥσπερ Νέστωρ ἐν Ἰλιάδι, καθʼ ἕκαστον διελόμενος ὁπόσον κρατοίη λέγει
    πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι.
  1. εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι,
  2. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ
  3. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  4. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν·
  5. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ.
ταῦτα μὲν ἐν τῇ θέᾳ τῶν Φαιάκων, πρὶν καὶ τοὔνομα εἰπεῖν πρὸς αὐτοὺς ὅ τι ἐστὶν αὐτῷ. ἐρωτηθεὶς δὲ καὶ τοῦτο ἐν τῷ δείπνῳ
    εἴμʼ Ὀδυσεὺς, ἔφη, Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
  1. ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει·
εὖ εἰδὼς ὅτι οὐχ ὁμοίως Φαίακες ἀκούσονται αὐτοῦ τῶν λόγων, ἕνα τε εἶναι τῶν πολλῶν νομίζοντες καὶ προλαβόντες ἐν ταῖς γνώμαις ὅτι νῦν αὑτοῖς τῶν Ἑλλήνων ὁ
ἄριστος διαλέγοιτο. οὐκ ᾐσχύνετο οὖν ἑαυτὸν ἐπαινῶν, εἴπερ γε μηδʼ ἑτέρους ὠφελῶν.

οὕτω μὲν αὐτοί τε οἱ ποιηταὶ φρονοῦσιν ἐφʼ αὑτοῖς καὶ οἱ ἄνδρες περὶ ὧν διαλέγονται, καὶ οὓς μάλιστα παρʼ

αὐτῶν ἐπαινοῦσιν οἱ ποιηταί. εἰ δὲ δή τις ἔροιτό σε πότερον τοὺς τὰ ψευδῆ περὶ αὑτῶν λέγοντας κακίζεις, ἢ καὶ τοὺς ὁπωσοῦν, εἰ μὲν ἐκείνως ἐρεῖς, ἔλεγχε ὡς ἡμεῖς ταῦτα ἐψευδόμεθα, εἰ δʼ ὅλως, ἐὰν γρύζῃ τις, σκόπει τί τῷ δευτέρῳ χρήσει. ἃ γὰρ ἂν αἰσχρὰ φαίης ἐπʼ ἀνθρώπων εἶναι, ταῦτʼ οὐκ ἂν ἔχοις εἰπεῖν μὴ οὐ πολὺ τοῦ γε θεοῖς πρέπειν ἀπέχειν. ἃ δὲ μηδὲ θεῶν μηδενὶ φαίης ἂν πρέπειν, κομιδῆ τῷ γε ἀρίστῳ τῶν θεῶν οὐκ εἰκὸς πρέπειν. πῶς οὖν Ὁμήρῳ πεποίηται τοσαῦτα καὶ τοιαῦτα λέγων ὁ Ζεὺς περὶ αὑτοῦ καὶ τοὺς ἄλλους θεοὺς ἐκπλήττων καὶ φοβῶν ὥσπερ παιδάρια, τοῦτο μὲν ἐν θεῶν ἀγορᾷ ὅτʼ εἰς τὸ κοινὸν ἀπειλεῖ

γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων,
ὁ ἀπειθῶν δὴ τοῖς παραγγέλμασι· καὶ τἀπὶ τούτοις,
    εἰ δʼ ἄγε πειρήσασθε θεοὶ, ἵνα εἴδετε πάντες,
  1. σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες,
  2. πάντες δʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
  3. ἀλλʼ οὐκ ἄν μʼ ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίονδε
  4. Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
  5. ἀλλʼ ὅτε κεν καὶ ʼγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
  6. αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
  7. τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων·
καὶ ταῦτα ἐν εἰδόσι δή που λέγων τοῖς θεοῖς. οὐ γὰρ δὴ τότε γʼ ἐμάνθανον πρῶτον ὅτι ὁ Ζεὺς κρείττων ἐστὶν αὐτῶν. ἄλλα τοίνυν ὅσα τοιαῦτα ἀποφθέγγεται ἢ πρὸς τὴν
Ἤραν ὀργιζόμενος ἢ κατὰ πᾶσαν πρόφασιν, τίς ἂν ἐκλέξαι ῥᾳδίως; καὶ ὅπως μή μοι σοφὸς ἐνταυθοῖ γένῃ μηδὲ γελάσας εἴπῃς, τί δʼ οὐκ ἂν πρέποι τῶν μεγίστων τῷ Διί; οὐ γὰρ τοῦτʼ ἐστὶ τὸ ἀμφισβητούμενον, ἀλλʼ εἰ τῷ ἐν ὁτῳοῦν καὶ ὁσονοῦν προέχοντι μὴ προσήκει λέγειν περὶ αὑτοῦ μηδὲ φρονεῖν, ἀλλʼ ἀποχρῆν ἐὰν οἱ συνειδότες ὦσιν, ἥκιστα πάντων ὑπὲρ αὑτοῦ προσήκει λέγειν τῷ Διί. καὶ γὰρ πλεῖστον κρατεῖ καὶ πάντες συνίσασι καὶ ὅτι αὖ συνίσασιν αὐτὸς ἐπίσταται.

ἑλοῦ δὴ ποτέρως ἐμὲ συκοφαντεῖς, πότερον τοῦτο λέγων, ὡς ἐμοὶ τούτων οὐχὶ προσῆκε τῶν λόγων οὓς ἄν τις εἴποι συνειδὼς ἑαυτῷ τι πλέον τῶν ἀκροατῶν, ἢ καθάπαξ οὐκ ἐῶν οὐδὲν ὁτιοῦν παρρησιάζεσθαι. καὶ μὴν