Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἐῶ γὰρ οἷα καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ σοφὸς ἡμῖν ἀποκρίνεται διεξιόντα τὰς τάξεις κατὰ σπουδήν. ἀλλὰ τὸ πάντων ἥδιστον τοῦ γὰρ Ἀχιλλέως διατιθέντος τὸν ἀγῶνα ἐπὶ τῷ Πατρόκλῳ καὶ ἄλλων ἄλλα νικώντων αὐτὸς οὐχ οἷός τε ἦν οὐδὲν ἀγωνίσασθαι, ἀλλὰ τὸ λεγόμενον δὴ τουτὶ οὐδὲν ἔτι ὢν εἰς ταῦτα ὑπὸ γήρως ἃ πρόσθεν ποτʼ ἐνίκα, λέγει ὡς δή τι ταύτῃ δρῶν, καὶ φησὶ πρὸς τοὺς Ἀχαιοὺς οὐ τούτοις αὐτοῖς τοῖς ῥήμασιν, ἀλλά πως σχηματιζόμενος, ὅτι ὑμῶν μὲν ἕκαστος ὁ μὲν δρόμον νενίκηκεν ἢ νικήσει, ὁ δʼ ἴσως πάλην, ἄλλος δὲ ἄλλο τι· ἐγὼ δὲ
τοσοῦτον ἐγὼ τῶν νῦν νικώντων κρείττων εἰμὶ, εἰ καὶ τῷ γήρᾳ συγκεχώρηκα.πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Οἴνοπος υἱὸν,
- Ἀλκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη,
- Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
- δουρὶ δʼ ὑπερέβαλον Φυλῆά τε καὶ Πολύδωρον·
εἰ δʼ αὖ βούλει, τοῦ πύκτου τοῦ Φωκέως ὅσον τὸ χρῆμα τῆς ὑπερηφανίας,
κηδεμόνες δέ οἱ παρέστων, φησὶν,ἆσσον ἴτω ὅστις δέπας οἴσεται ἀμφικύπελλον·
- ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν.
- ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
- ἀντικρὺ χρόα τε ῥήξω, σὺν δʼ ὀστέʼ ἀράξω.
οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.ἆρʼ οὖν ἠπείλησε μὲν, οὐκ ἐποίησε δέ; οὐδὲν μὲν οὖν ἄλλο ἢ ἐμαντεύσατο ἃ δράσειν ἔμελλεν. οὔκουν θρασύτης, οἶμαι, ταῦτʼ ἦν. ἀλλὰ καί πως παρακολουθῶν αὐτῷ, ὥσπερ δὴ καὶ ἀπολογούμενος ὑπὲρ αὐτοῦ Ὅμηρος; ὅτι οὐδεμιᾷ δυσμενείᾳ ταῦτʼ ἔλεγεν εἰς τοὺς ἄλλους οὐδʼ αὐθαδείᾳ δυσχερεῖ, ἀλλʼ ὅσον αὑτῷ συνῄδει, τοσοῦτον ἐνεδείκνυτο, κόψαι μέν φησιν αὐτὸν ὡς προεῖπεν, ὡς δὲ εἶδε καίριον οὖσαν τὴν πληγὴν, αὐτὸν ἤδη γενέσθαι τῷ Εὐρυάλῳ τῶν κηδεμόνων ἕνα. λέγει γὰρ
ἐν ᾗπερ καὶ κατέβαλλε. ταῦτʼ ἄρα καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν οὐδὲν ὑποστέλλεται, ἀλλὰ τοῦτο μὲν πρὸς τὸ μειράκιον παροξυνθεὶς τὸν Εὐρύαλον ἐν τοῖς ἄθλοις τῶν Φαιάκων οὐδὲν παρίησιν ἐγκώμιον αὑτοῦ λέγων μεθʼ ὅσης
- ἀτὰρ μεγάθυμος Ἐπειὸς
- χειρὶ λαβὼν ὤρθωσεν,