Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

καὶ τὰς μὲν τόσας, τὰς δὲ τόσας, ἀλλὰ καὶ ταῦτα συνίσασιν οἱ ἀκούοντες. οὐκοῦν ἅπαντα ἀληθῆ. ἀλλὰ καὶ προθυμότατος εἰς τὸ κοινὸν ἐγενόμην, φησίν. ἕως ἂν δείξῃ ὅτι οὐ προθυμότατος, οὐ ληρεῖ. διὰ ταῦτα ὁ αὐτὸς ἀνὴρ Ὀδυσσεὺς τὸν μὲν ἐμαστίγου, τὸν δʼ ἱκέτευεν. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ ὅλως ἀρχαῖον νόμιμον τοῦτο καὶ Ἑλληνικὸν, φρονεῖν ἐπὶ τοῖς ἑαυτοῦ, καὶ χωρὶς τούτου τοῦ φρονήματος οὔτε πρᾶξις κατʼ ἀνθρώπους ἀξία μνήμης οὔτε λόγος διαφέρων οὔτʼ ἄλλο τελεσθείη ποτʼ ἂν οὐδὲν, ἄκουε οἷα καὶ ὅσα παρῆλθέ σε. ἀδελφοὺς δέ που τοῖς χθὲς ἔοικα ποιήσεσθαι τοὺς λόγους, καὶ γὰρ ἡ ἀπόκρισις τῆς αὐτῆς ἔχεται γνώμης σχεδόν. ὅσα μὲν δή σοι Ὅμηρος ἐφαίνετο

λέγων αὐτὸς ὑπὲρ αὑτοῦ καλεῖν κελεύων τοὺς προσαγωγέας μέμνησαι· ὥστε ἀφίημι αὐτά. καίτοι γε ἐκεῖνα τὰ ἔπη σχεδὸν ἄντικρυς λέγει τοῦθʼ ὅτι Ὅμηρος αὑτὸν ψηφίζεται ποιητῶν εἶναι κράτιστον. ἀφεῖται μὲν δή σοι Ὅμηρος. σκόπει δὲ καὶ Ἡσιόδου φρόνημα, εἰ ἄρα πρότερον μὴ κατεῖδες. ἐκεῖνος γὰρ ἀρξάμενος τῆς θεογονίας καὶ τὰς Μούσας ὑμνῶν εὐθὺς λέγει
αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν.
καὶ οὕτω σχέτλιος ἦν καὶ ὑβριστὴς ὥστʼ οὐδὲ τοσοῦτον ἐνέμεινεν ἐκτελέσαι τὸ προοίμιον ταῖς θεαῖς, ἀλλὰ λέγων ὅτι αἱ Μοῦσαι ὑμνοῦσι τὸν Δία καὶ

Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην, εἶτα οὐ καρτερεῖ, ἀλλʼ ὀλίγου μεταξὺ τῶν θεῶν τῶν ὀνομάτων φησὶν

αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδὴν,
ὡς εἰ μὴ καὶ τοῦτο δόξει τῶν Μουσῶν ἔργον εἶναι, ὥσπερ τοὺς θεοὺς ᾁδειν οὕτω καὶ Ἡσίοδον ποιητὴν ἀπεργάσασθαι, μοῖράν τινα αὐταῖς ἀπολλυμένην τῆς εὐφημίας. καὶ οὐ μόνον λαβεῖν φησι παρʼ αὐτῶν τὴν ᾠδὴν, ἀλλʼ ὅτι καὶ καλὴν οὖσαν προστίθησι· νὴ Δίʼ ἀσφαλῶς γε, φαίης ἂν, προστιθεὶς ταῖς Μούσαις ἑαυτόν.

οὐκοῦν καὶ ἡμεῖς ἃ προήχθημεν εἰπεῖν προσετίθεμεν ταῖς Μούσαις καὶ τῇ θεῷ. ἐλέγομεν γοῦν, εἰ μέμνησαι, ὅτι καὶ ἄντικρυς ἔστιν ἃ τῶν ῥημάτων ἀπεμνημονεύσαμεν ὧν ἡ θεὸς προὔδειξεν, εἰ μὴ τὸ σὸν κωλύει. ὅσῳ δὲ ἡμεῖς