Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἢ περὶ οὗ Χαλκιδεῖς ποτὲ καὶ Ἐρετριεῖς διέστησαν, ἢ τὸ
μέσον Κορίνθου καὶ Σικυῶνος, ὁ χρησμὸς ἔφη, ὅτε ἁπλῶς οὑτωσὶ φιλίας ἕνεκα αὐτῆς παρών τε καὶ ἀπολαύων τῶν καλλίστων, οἷʼ ἂν τὰ ἡμέτερα εἴη κάλλιστα, εἰ μὴ ἄρα σοι καὶ τοῦτο προσίσταται, σὺ δὲ οὐδὲ τοσοῦτον ἡμῖν ἐν μισθοῦ μέρει κατέθου, ὅσον εἰ καί τι παρεληρήσαμεν τοῦτο συγγνῶναι; οὐκ οἶσθʼ ὅτι κἂν τοὺς ἐν Αἰγύπτῳ νομοὺς συνθεὶς κἂν τὴν γῆν τὴν Βαβυλωνίαν προσθεὶς μισθὸν ἐμοὶ διδῷς τούτων τῶν λόγων, ἀνιάσω γάρ σε καὶ νῦν, οὐδέποτʼ ἐγγὺς ἀφίξει τῆς ἀξίας; ἀλλὰ τίς ἡμέτερος μισθὸς καὶ πρέπων ἡμῖν; φιλία, εὔνοια, σύνεσις, μνήμη, μετρία τιμὴ τῶν λόγων, αἰδὼς τοῦ ποιοῦντος τοὺς λόγους. ἐπεὶ δὲ δέδοικας μή τινος αὐθαδείας ἢ ἀλαζονείας ταῦτʼ ἐγγὺς εἶναι δοκῇ, φέρε ἐγώ σε παραμυθήσωμαι.σκόπει δῆτα ἀκούων ὡς ἔχω περὶ τούτων, κἂν λάβῃς ψευδόμενον, τὸ τοῦ Σοφοκλέους, φάσκειν ἐμὲ ἤδη μηδὲν φρονεῖν, καὶ τὴν μαντικὴν διάγραφε. ἐγὼ νομίζω τὸν μὲν τῶν ὑπαρχόντων μεῖζον φρονοῦντα, ἢ καὶ σχηματιζόμενον πρὸς τοὺς πολλοὺς ὡς ἂν ἐκπλήξειεν εἴτε λόγοις εἴτε καὶ πράξεσιν, οὐχ ὑγιαίνειν, ἀλλʼ εἶναι τοῦτον ἐκεῖνον τὸν ἀλαζόνα καὶ γόητα, καὶ ὅ τι τοιοῦτον βούλει καλεῖν· ὅστις δʼ εἰς ὅσον ἥκει δυνάμεως ἐξεπιστάμενος πρὸς τοῦτο καὶ τὴν ἀξίαν φρονεῖ, καὶ μηδὲν πλέον μήτε ζητεῖ μήτε θηρᾶται, τοῦτον ἀκριβῶς τὸν τῆς ἐλευθερίας ὅρον πληροῦν, ὥσπερ γε κἀν χρήμασιν ὅστις μὲν οἶμαι πλείω τῶν ὑπαρχόντων τὸν ὄγκον περιβάλλεται καὶ περινοστῶν σοβεῖ διὰ κενῆς, καὶ τοῦτʼ ἐσπούδακεν ἐξαπατᾶν
τοὺς ἐντυγχάνοντας, ἀλαζόνα που καλοῦμεν καὶ βλᾶκα καὶ χαῦνον τοὺς τρόπους· ὁ δʼ αὖ ταπεινότερος ἢ κατὰ τὴν δύναμιν ἀξιῶν φαίνεσθαι καὶ συστέλλων ἑαυτὸν ἐπίτηδες εἰς τοὔλαττον ἑκὼν καὶ προχειρότερος ἐξαρνεῖσθαι τὰ ὄντα ἢ ὁμολογεῖν οὐ μάλα ἐν ἐλευθέροις ἐστὶν, ἢ κἂν εἰ μικροπρεπῆ καὶ γλίσχρον καὶ τοῦ κέρδους ἥττω καλοίης, τυγχάνοις ἂν μᾶλλον τοῦ προσήκοντος. οὕτως οἶμαι καὶ περὶ τῶν λόγων ἔχει, καὶ πάντων ὡς εἰπεῖν τῶν ἐν τῇ