Orationes 48
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
θάλαττάν τινα γλυκεῖαν καὶ ἵππους ποταμίους καὶ ῥέουσαν τὴν θάλατταν εἰς τὸν ποταμὸν καὶ τὰ τοιαῦτα ὕπνου φάρμακα. ἑτέρων δʼ εἴρηται λόγος μικτός. τὸ μὲν γὰρ οὐ μάντεως δεῖται, τὸ δʼ οὐδʼ ἂν μάντις οὐδεὶς πείσαι. ὅτι μὲν γὰρ ἐν τοῖς θερμοτάτοις εἰσὶν αἱ πηγαὶ τοῦ Νείλου δῆλον, εἴπερ ἐκ τῆς μεσημβρίας ὁρμᾶται. φησὶ δὲ ταύτας καομένας τοῦ θέρους ἕλκειν ἐφʼ αὑτὰς τὸ πλησίον ὑγρὸν καὶ συνιόντος ὕδατος πολλοῦ πληροῦσθαι, καὶ τοῦτʼ εἶναι τοῦ ποταμοῦ τὴν ἀνάβασιν. ἐγὼ δʼ ὅτι μὲν καὶ πάντας εἰκὸς ἦν τοὺς ἐν τοῖς θερμοῖς τόποις ταὐτὸ τοῦτο πάσχειν ποταμοὺς οὐ λέγω, ἀλλὰ πῶς οὐκ ἄτοπον τὰς μὲν πηγὰς ἐν τοῖς θερμοτάτοις φάσκειν εἶναι, τὰ δὲ πλησίον ὕδατα αὐτῶν μὴ ἐν τοιούτοις ἑτέροις ἀξιοῦν εἶναι; οὐκοῦν ὁπότʼ ἐν τοῖς ὁμοίοις ἐστὶ τόποις, ταυτὸν πάσχειν ἀνάγκη. τί οὖν μᾶλλον τὰς τοῦ Νείλου πηγὰς ἕλκειν ἐφʼ αὑτὰς τὰ ἄλλα ὕδατα ἢ τἄλλα ὕδατα αὐτὰ δεῖσθαι τῆς ἐκεῖθεν ἐπιρροῆς εἰκός ἐστιν; ἀλλὰ μὴν εἴ γε ἅπαντα ἐνδεέστερα αὐτῶν ἔσται, πρῶτον μὲν ἅπαντα ἐλάττω τοῦ θέρους ἢ τοῦ χειμῶνος ἔσται, ἔπειτα ἀλλήλοις ἐπαρκεῖν οὐχ ἕξει, χωριζόμενα ὑπὸ τῆς θέρμης καὶ καθʼ αὑτὰ ἕκαστα γιγνόμενα. ὥστʼ ἐπὶ τοὔλαττον καὶ κάτω χωρεῖν αὐτοῖς, οὐχ ὑψοῦσθαι προσῆκε. καὶ μὴν τὸ μὲν ἕλκειν τὰς πηγὰς ἐφʼ αὑτὰς τὸ πλησίον ὑγρὸν τῇ ξηρότητι δότω τις ἀληθὲς εἶναι καὶ μὴ φιλονεικείτω· τὸ δὲ μὴ μόνον τοσοῦτον λαμβάνειν ὥστε τὸ ἀρχαῖον ἐκπληροῦν, ἀλλὰ καὶ τοσούτῳ πλεονάζειν ὡς παραπέμπειν τὸν Νεῖλον μέχρι θαλάττης, τοσοῦτον ὑπὲρ τοὺς ἄλλους τε καὶ ὃ τούτου μεῖζόν ἐστιν ** ἔχει λόγον ταῦτα συγχωρεῖν; ποῦ γὰρ ἔτι
καὶ ἐκτήκεσθαι φήσομεν αὐτὰς, εἴπερ τοσοῦτόν τε καὶ εἰς τοσοῦτον χρόνου καθʼ ἡμέραν ἑκάστην ἐπιδιδόασιν; οὐκοῦν ἢ ἅμα τʼ ἐξαναλοῦνται καὶ τὸ ῥεῦμα οὐκ ἂν ἔχοιεν ἀφιέναι, ἢ τοσοῦτον εἰ περίεστιν αὐταῖς, πῶς ἕλκουσι διὰ ξηρότητα; εἰ γὰρ καὶ τὸ ἐξ ἀρχῆς ἐφειλκύσαντο, πληρωθείσας γε εἰκὸς ἀνιέναι· εἰ δʼ αὖθις ὁ ἥλιος ἐξέτηκεν, οὐκ ἂν εἶχον εἰς ὕψος ὑπερβαλεῖν διὰ τὸ αὐτὸ τοῦτο ὑποδιδόντος ἀεὶ τοῦ πληρουμένου κατὰ τὸν τῶν ποιητῶν πίθον. ὥστʼ ἐλάττοσιν αὐταῖς προσῆκεν εἶναι τὸ πλέον τοῦ χρόνου ἢ συνεχῶς μείζοσιν.ἄλλος δὲ ἄλλο τι ληρεῖ, ἐμοὶ δὲ δοκοῦσιν ἅπαντες οὗτοι λόγον εἰπεῖν ἕκαστος ἐζητηκέναι καὶ τοσοῦτον ἀπέχειν τοῦ τἀληθῆ λέγειν ὥστε καὶ συνειδότες αὐτῶν οἱ πλείους ὅτι ψεύδονται φιλονεικεῖν πρὸς ἃ ὑπέθεντο, εἶθʼ ὥσπερ ἐν σκότῳ τοξεύοντες ἄλλος ἄλλοθεν διαμαρτάνειν. ἐγὼ δʼ οὐχ οὕτω σοφὸν εἶναι νομίζω περὶ τῶν ἀδήλων φροντίζειν, οὐδὲ σκαιότητα ἔχειν εἴ τις ἀφίσταται, ὡς τὸ τοῖς ὑπὲρ τῶν ἀδήλων ἰσχυριζομένοις μὴ ῥᾳδίως πιστεύειν νοῦν ἔχοντος εἶναι τίθεμαι. εἰ δὲ δεῖ κοινὸν ἐπὶ πᾶσιν εἰπεῖν, λέγω πρὸς μὲν τοὺς διὰ τῶν ἐτησίων ψευδομένους ὅτι τοῦ χειμῶνος πολλῷ μείζους καὶ βιαιότεροι βορέαι συνείρουσι καὶ νέφη πάντα κινοῦσι, κινοῦντες δʼ ἐλαύνουσι κατὰ φύσιν πρὸς μεσημβρίαν. καὶ τότε καὶ πρότερον πᾶν ἔστʼ
εἰπεῖν ἢ ὅτι χειμῶνος ποτὲ ὁ Νεῖλος ηὐξήθη. καίτοι τί μᾶλλον τοῦ θέρους ηὔξετʼ ἂν ἢ τοῦ χειμῶνος, εἴπερ ἐκ τῶν ἀνέμων εἶχε τὴν ἀρχήν; πρὸς δὲ δὴ πάντας ἐφεξῆς ἐκεῖνο λέγω ὅτι πάντες ὑπʼ ἀλλήλων ἐλέγχονται νέοι ὄντες ἐν τοῖς λόγοις. ὅταν γὰρ οἱ μὲν ἐκ τῶν πνευμάτων, οἱ δʼ ἐξ ὑετῶν, οἱ δʼ ἐκ χιόνος, οἱ δὲ τὸν ἥλιον τοῦ χειμῶνος εἶναι τὸν τήκοντα, οἱ δὲ τὸν ἥλιον τοῦ θέρους τὸν ἀπελαύνοντα τὸ ὕδωρ, οἱ δʼ ὅθεν ἄν τις βούληται φάσκειν γίγνεσθαι τὴν ἀνάβασιν, πάντες δὲ εἰκάζωσιν, εἰδῇ δὲ μηδεὶς, οὐ μόνον ἐκ τῶν καθʼ ἕκαστον ἐλέγχονται δήπουθεν, ἀλλὰ καὶ πάντες κοινῇ περὶ ἀλλήλους ὅτι οὐ τἀληθὲς εὑρήκασιν, ἀλλʼ ἕκαστος λόγον εἰπεῖν βεβούληται. καὶ νῦν ἐγὼ κινδυνεύω δοκῶν ἅπασιν ἀντιλέγειν ἅπαντας ἔχειν τούτου μάρτυρας. οἷς γὰρ ἕκαστοι τοὺς ἑτέρους ἐλέγχουσι, ταῦτʼ ἐμοὶ πρὸς ἅπαντάς ἐστιν. ὥσθʼ ὅσον εὖ φρονοῦσι βεβαιῶν αὐτοῖς, ὅσον ὥσπερ ἐν μάχῃ προεισφέρουσιν ἀγνωμοσύνης, τοῦτʼ ἀφαιρῶ. ὥστʼ οὐ μόνον ἐκ τοῦ βελτίονος, ἀλλὰ καὶ τοῦ πολλαπλασίου, σύμψηφός εἰμι καὶ καθʼ ἕνα ἑκάστῳ καὶ πᾶσι κοινῇ· ἕκαστος γὰρ αὐτῶν ἅμα τʼ αὐτὸς τὴν αὑτοῦ φέρει καὶ πᾶσι τοῖς ἄλλοις ἀνταγωνίζεται. εἰ δὲ μὴ ἐλάττω προσεξεύρομεν ἡμεῖς ἢ ʼκεῖνοι προκατεχρήσαντο, οὐκ ἴσως ἄξιοι μέμψεως. καὶ μὴν οὐδʼ Ὅμηρος ἀξιόπιστος, λέγωνἂψ εἰς Αἰγύπτοιο, διιπετέος ποταμοῖο.ἐγὼ γὰρ ὡς μὲν ἅπαντά τις ἂν προσθείη τε καὶ χρὴ Διὶ,
καὶ Νεῖλον ἂν δοίην εἶναι διιπετῆ καὶ ἔργον ἐκείνου, ἐπεὶ καὶ πατέρα αὐτὸν ἀνδρῶν τε θεῶν τε καλοῦμεν Ὁμήρου καὶ τοῦτο τὸ ῥῆμα φθεγγομένου, καίτοι τῶν θεῶν, ἀλλʼ οὐ πάντων πατὴρ αὐτῶν τῶν θεῶν ἐστι κατʼ αὐτοὺς τοὺς ποιητὰς, καὶ οὐ δή που βιάσαιτʼ ἄν τις καὶ τὸν Ποσειδῶ τούτου χάριν υἱὸν εἶναι Διὸς καὶ τὴν Ἥραν θυγατέρα, καὶ ταῦτα Ὁμήρῳ δοκεῖν· αὐτὸς γὰρ Ὅμηρος οὐχ οὕτω νομίζων δείκνυσιν. καὶ μὴν εἴ γε πατὴρ ἀνδρῶν τε θεῶν τέ ἐστιν ὁ Ζεὺς, καὶ ποταμῶν ἂν εἴη καὶ τῶν γιγνομένων ἐν τῷδε τῷ παντὶ, πρέπων γʼ ἐστὶ καὶ Νείλου κεκλῆσθαι πατὴρ οὐχ ἧττον ἢ Ξάνθου τοῦ Τρωικοῦ. οὕτω μὲν δὴ καὶ Νεῖλον φήσαιμʼ ἂν ὅπερ εἶπον, εἶναι Διὸς ἔργον τε καὶ παῖδα. εἰ δʼ ὡς περὶ Σκαμάνδρου καὶ τούτου ἢ Ὅμηρος ἤ τις ἄλλος ποιήσεται τοὺς λόγους, ἢ Σιμοῦντος, ἢ Γρανίκου, συγγνώμην ἂν ἡμῖν ἔχοι, εἰ μᾶλλον ἂν αὐτὸν φαῖμεν τῶν ἐν Τροίᾳ γιγνώσκειν ἢ τῶν κατʼ Αἴγυπτον· ἐπεὶ καὶ Φάρον ἐν τοῖς ἔπεσιν εἴρηκεν Ὅμηρος διαρρήδην
ἡμερήσιον πλοῦν ἀπέχειν Αἰγύπτου, καὶ ὥσπερ οὐκ ἀρκοῦν, ἀλλὰ προσεπισφραγιζόμενος τὸ τῆς ἐξουσίας προσέθηκεν, Ἧι λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, τῇ νηὶ δὴ λέγων τῇ πλεούσῃ. καίτοι τῆς μὲν ἠπείρου ἀπέχει Φάρος ἑπτὰ μάλιστα σταδίους, αὐτὴ δʼ ἐστὶν ὡσπερεὶ μεθόριον Λιβύων καὶ Αἰγυπτίων. εἰ δὲ τοσοῦτον ναῦς πανημερία θεῖ, καὶ εἰ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, ἐγὼ μὲν οὐκ ἔχω πιστεῦσαι· καίτοι φασί τινες τῶν ὑπὲρ τῶν ἄλλων ῥᾳδίως ἀπολογουμένων ὅτι ἀπεῖχεν, ὡς ἔοικεν, ἡ Φάρος τότε τῆς Αἰγύπτου πολὺ, νῦν δʼ ὁ ποταμὸς συντέτμηκε προσχῶν ἀεί. καὶ τοῦτʼ οὖν ἔχει νῦν οὕτω κἀκεῖνα, φασὶν, ὀρθῶς Ὅμηρος εἴρηκε. τούτοις δὲ ἤδη σαφῶς Ὅμηρος αὐτὸς ἀντιλέγει. πῶς; ὅτι οἶδε καὶ αὐτός που τὸν Μενελάου σὺν Ἑλένῃ πλοῦν εἰς Αἴγυπτον. ὁ τοίνυν Κάνωβος ὄνομά ἐστι Μενελάου κυβερνήτου, ὡς Ἑκαταῖός τε δή φησιν ὁ λογοποιὸς καὶ τὸ κοινὸν τῆς φήμης, οὗ τελευτήσαντος περὶ τὸν τόπον τοῦτον λείπεται τοὔνομα, ταυτὶ φημὶ, ὡς Ἕλληνες λέγουσιν, ἐπεὶ ἔγωγε ἤκουσαἐν αὐτῷ Κανώβῳ τῶν ἱερέων οὐ τοῦ φαυλοτάτου ὅτι μυρίοις ἔτεσι πρότερον ἢ Μενέλαον ἐκεῖσε προσχεῖν τὸ χωρίον οὕτως ὠνομάζετο. καὶ οὐκ ἄντικρυς μὲν ἔλεγε τοὔνομα τοῦτʼ αὐτὸ ὡς ἀπογράψαι γράμμασιν Ἑλληνικοῖς, ἀλλʼ ἦν μὲν ὥσπερ ἐμφερόμενον καὶ περιτρέχον, Αἰγύπτιον δὲ καὶ δυσγράμματον μᾶλλον. τόδʼ οὖν ἡμετέρᾳ φωνῇ δηλοῦν ἔφη χρυσοῦν ἔδαφος, εἰωθός τι τοῦτο τοῖς Αἰγυπτίοις ἐπιφημίζειν τοιαῦτα τοῖς παρʼ αὑτοῖς χωρίοις, οἷον Ἐλεφαντίνη καὶ πάλιν Διὸς πόλις καὶ Ἡλίου δὲ πόλις· οὕτω καὶ τοῦτʼ ἔφη τοὔνομα χρυσοῦν ἔδαφος εἶναι εἰπεῖν ἀνδρὶ Ἕλληνι. ἀλλʼ ἐῶ τοῦτο· καίτοι Αἰγυπτίους γε ἀκριβέστερον εἰκὸς εἰδέναι τὰ σφέτερα αὐτῶν ἤπερ Ὅμηρον τὸν ἐν Σμύρνῃ καὶ Ἑκαταῖον τὸν ἐν Μιλήτῳ, οὐ μόνον κατὰ τοῦθʼ ὅ τις ἂν φήσειεν ἁπλῶς εἰκὸς καὶ κοινὸν, ἀλλʼ ὅ γε καὶ ἴδιον κατὰ τούτων ἔστιν εἰπεῖν, ὅτι διὰ παλαιότητα χρόνου καὶ τὸ μηδὲν αὐτοῖς τῶν ἐξ οὐρανοῦ πεπονθέναι τὴν χώραν, καὶ τῶν παρὰ τοῖς ἄλλοις ἐπιφανῶν μάρτυρές εἰσιν αὐτοὶ καὶ ἵστορες ἀξιόχρεῳ, καὶ πάντα φυλάττουσιν ἐν στήλαις ἐν τοῖς ἱεροῖς ἀντʼ ἄλλων κτημάτων. ἀλλʼ ὅμως καὶ τοῦτο τὸ ἰσχυρὸν παρίημι. ἀλλʼ ἔστω κατὰ τοὺς παρʼ ἡμῖν λογοποιοὺς ὁ τοῦ Μενέλεω κυβερνήτης ὁ τὴν ἐπωνυμίαν, ὡς ἐτελεύτησε, πεποιηκὼς τῷ τόπῳ. εἰ τοίνυν δεῖ τούτῳ τῷ λόγῳ πιστεύειν, Κάνωβος Φάρου σταδίους εἴκοσι καὶ ἑκατὸν ἀπέχει. καίτοι ναῦς πανημερία θέουσα ὑπʼ ἀνέμου κατὰ πρύμναν πνέοντος, προσθήσω δὲ καὶ λιγέος, οὐκ εἴκοσι καὶ ἑκατὸν σταδίους ἀνύσει μάλιστα, ἀλλʼ ἴσως μᾶλλον διακοσίους καὶ χιλίους. καὶ ἡμεῖς τοσούτους
ἐν εὐπλοίᾳ πολλάκις ἠνύσαμεν, τὸ πᾶν διελόμενοι πρὸς τὰς ἡμέρας ὕστερον.ἀλλʼ οἱ ποιηταὶ μύθους μὲν οἶμαι συνθεῖναι καὶ ποταμῶν καὶ πόλεων ὀνόματα ἀπαριθμῆσαι καὶ τοιαῦτα ποικίλλειν παντὸς μᾶλλον ἴσασί τε καὶ διώκουσι, μάρτυρες δʼ οὐχ ἱκανοὶ περὶ τῶν οὕτως ἐλέγχου δεομένων. αὐτίκα Πινδάρῳ πεποίηται, ὅσπερ μάλιστʼ ἀληθείας ἀντέχεσθαι δοκεῖ τῶν ποιητῶν περὶ τὰς ἱστορίας, καὶ οὐ πόρρωθεν, ἀλλʼ ἐξ αὐτῶν τῶν τόπων καὶ οὗτος ὁ ἔλεγχος. φησὶ γὰρ Αἰγυπτίαν Μένδητα παρὰ κρημνὸν θαλάσσας. καίτοι