Orationes 46
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Ἀγησίλαον, ὃς φιλότιμος ὢν καὶ φιλέταιρος πέρα τοῦ μετρίου παραλαβὼν τὴν πόλιν τὴν Λακεδαιμονίων γῆς καὶ θαλάττης ἄρχουσαν οὐ διεφύλαξεν ἐν τούτῳ τῷ σχήματι. καὶ σκόπει παρʼ οὕστινας αὐτὸν ἐξετάζω· Λυκοῦργον, Παυσανίαν, Λύσανδρον, Ἀγησίλαον. ἀλλὰ ταῦτα μὲν οὐδʼ ἂν εἷς αἰτιάσαιτο· ἐκρατεῖτο δὲ ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν, ὥσπερ Θίβρωνα τὸν Σπαρτιάτην ἤδη τινὲς ᾐτιάσαντο καὶ μυρίους ἑτέρους ἔστι λέγειν καὶ Ἑλλήνων καὶ βαρβάρων. ἀλλʼ οἷα δὴ τὰ τῆς δημοκρατίας ἐπιχώρια,
φαίνειν, ἐνδεικνύναι, δημεύειν, ὥσπερ Κλέωνα καὶ Κλεοφῶντα καὶ Ὑπέρβολον καὶ ἑτέρους ἀνθρώπους, οὐ ῥήτορας οὐδαμῶς, —οὔκουν εἴπερ γε ἦσαν τοιοῦτοι—εἴδωλον δέ τι ῥητορικῆς ἀπειληφότας, εἰ δὴ τὸ μηδαμῆ μὲν ὅμοιον, πανταχῆ δʼ ἀσθενέστερον εἴδωλον χρὴ καλεῖν. ἀλλʼ ἐκεῖνός γε πάντων τούτων καθαρός. πῶς οὖν οὐκ ἐλυσιτέλει τοῖς Ἕλλησι τοιοῦτος ὤν; ἢ πῶς οὐκ ἐποίει βελτίους, εἴ τις προσεῖχεν αὐτῷ τὸν νοῦν; πολλῆς ταῦτα τῆς ἀνάγκης ἐστίν. εἰ δὲ μὴ σοφὸς ἦν τὰ μετέωρα ὥσπερ Ἀναξαγόρας, οὐδὲ Σωκράτης σοφὸς ἦν ταῦτά γε, καὶ ταῦτά γε, ὥς φασιν, ὁμιλήσας ἐκείνῳ. ἀλλʼ οὐδὲ Σωκράτης Ἀναξαγόρου φαυλότερος, οὔκουν, ὥς γε ὑμεῖς ἂν φαίητε, οὐδὲ Μιλτιάδης οὐδὲν ἴσως τῶν σοφιστῶν. οἶμαι δὲ κἂν ἐν θεῶν δικαστηρίῳ Μιλτιάδην κρινόμενον ἁπάσαις ἀποφυγεῖν, οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ τὰς ἡμισείας μεταλαβόντα. εἰκότως· ὁ μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως, ὁ δὲ τὴν Ἑλλάδα ἔσωσε δικαίως, καὶ τὰ τροφεῖα κάλλιστα ἀνθρώπων ἐξέτισεν οὐ μόνον τῇ πατρίδι, ἀλλὰ καὶ τῇ κοινῇ φύσει τοῦ γένους τοῦ Ἑλληνικοῦ. καὶ γάρ τοι κατὰ πόλειςμὲν ἄλλους ἄλλοι νομίζουσιν ἀρχηγέτας, κοινὸν δὲ τῆς Ἑλλάδος ἀρχηγέτην ἐκεῖνον δικαίως ἄν τις ἡγοῖτο. νομίζω δʼ ἔγωγε καὶ τὴν αἰτίαν ἣν ὕστερον ἔσχεν, εἰ δεῖ τι καὶ περὶ ταύτης εἰπεῖν ἤδη, μέγιστον σύμβολον εἶναι τοῦ πολλῷ τινι τῶν ἄλλων ἐκεῖνον διενεγκεῖν. ἅπαντας γὰρ ἠξίουν ἡττᾶσθαι τῆς ἀρετῆς τῆς ἐκείνου καὶ μηδὲν ἀήττητον εἶναι μηδὲ ἀνάλωτον, ὅπου Μιλτιάδης παρείη. εἶτʼ ἐγὼ τὸν οὕτως ἀνδρεῖον καὶ φρόνιμον καὶ σώφρονα, τὸν διὰ βίου μελετήσαντα ἀρετὴν, τοῦτον κολακείας μορίῳ σχολάσαι δοκῶ; τὸν οὐδʼ ὅτʼ ἐκρίνετο οὐδὲν πλέον τοῖς δικασταῖς δείξαντα τοῦ τραύματος, οὐ δακρύσαντα, οὐ παιδία ἀναβιβασάμενον, ὄντος αὐτῷ Κίμωνος, τοῦτον ἐγὼ κόλακα οὑτωσὶ προσείπω μεγαλοπρεπῶς; καὶ τοῦτʼ ἦν τὸ κεφάλαιον τῶν ἐκείνῳ πεπολιτευμένων καὶ βεβιωμένων,
κολακεία; καὶ πῶς οὐ δικαίως ἄν τις ἡμᾶς αἰτιῷτο αὐτοὺς κολακεύειν καὶ διακόνων ἔργον, οὐκ ἐλευθέρων ποιεῖν, εἰ τὴν ἑτέρου χάριν διώκοντες τἀληθὲς ἑκόντες διαφθείροιμεν; καὶ μὴν Πλάτωνι μὲν ἂν καὶ ἄλλα πολλὰ χαριζοίμεθα, ἐκείνου δὲ εἰ ταῦτα καταψηφιούμεθα, ἄλλην τίνʼ ἂν αὐτῷ τιμὴν ἀποδοίημεν ἔγωγε οὐχ ὁρῶ.λοιπὸς τοίνυν Θεμιστοκλῆς, ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα ἔχειν, εἰ τὰ μάλιστα καὶ τοῦτʼ αὐτὸ ἐκείνῳ μόνῳ τῶν πάντων ὑπάρξαν φαίνεται. ἀλλὰ μᾶλλον ὅστις ἐκείνου δεύτερος, τοῦτʼ ἴσως ἔργον εὑρεῖν. τοσούτῳ γὰρ ἡμῖν τὸν Μαραθῶνι, τὸν πάνυ, τὸν ὡς
βούλει λέγε, τοσούτῳ δʼ οὖν ἐκεῖνον ὑπερεβάλετο πᾶσι
τοῖς εἰς αὐτὸν ἐλθοῦσι πῶς ἂν εἴποιμι ὁμολογουμένως, ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλόμενος. καὶ μὴν ὁ μὲν τοὺς ὑπάρχους τοῦ βασιλέως, ὁ δʼ αὐτὸν ἐνίκα βασιλέα· καὶ μετὰ μέν γε τὴν Μαραθῶνι μάχην αὖθις ἐπεστράτευσε, μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν φεύγων ᾤχετο. πρὸς μὲν γὰρ ἐκείνην τὴν ἧτταν παρωξύνθη, πρὸς δὲ ταύτην ἀπεῖπεν, ὥσθʼ ἱκανὸν κέρδος ἡγεῖτο, ἂν σωθῇ. ᾔδει γὰρ τότε μὲν πολλοστὸν μέρος τῆς πάσης ἐλθὸν δυνάμεως, νῦν δὲ σχεδὸν μετὰ πάντων ἀνθρώπων ἡττώμενος. οὔτʼ οὖν αὐτὸς ἐθάρρει μένειν οὔτʼ ἄλλον ἔπεμψε τοῦ λοιποῦ· οὐ γὰρ ἦν ὅ τι ἐλπίσοι. ἀλλὰ καὶ ὃν κατέλιπε Μαρδόνιον θανατῶντα ὡς εἰπεῖν κατέλιπε, καὶ ἅμα ἐμοὶ δοκεῖν ὅπως ἔχοιεν πρὸς ὃν ἀσχολοῖντο οἱ Ἕλληνες. Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον ἡ τῆς ἀνδρείας ἀπόδειξις ἧκεν, εἰ καὶ τὰ μάλιστα ἐχρῆτο αὐτῇ παρὰ πᾶσαν τὴν πολιτείαν· Θεμιστοκλέα δὲ τὰ δεύτερα ἀεὶ τῶν προτέρων μείζονα ἐξεδέχετο καὶ τὸ τῆς παροιμίας αὐτῷ περιειστήκει· τὸ μὲν γὰρ ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν. καὶ Μιλτιάδῃ μὲν σχεδὸν ἀνδρείας μᾶλλον ἢ σοφίας ἔδει πρὸς τὰ παρόντα, Θεμιστοκλεῖ δὲ ἀνδρείας μὲν οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ μείζους οἱ φόβοι· πρὸς δὲ τούτῳ καὶ ἄλλων πολλῶν καὶ οὐδὲν ἀτιμοτέρων ὑπεύθυνος ἦν ἐκ τῶν περιεστηκότων, συνέσεως, μαντικῆς μὲν οὖν ὡς εἰπεῖν, μεγαλοψυχίας, δεινότητος, πραότητος, καρτερίας, εὐαρμοστίας πρὸς τοὺς καιροὺς, πρὸς τὰ πράγματα, πρὸς τοὺς ἄνδρας τοὺς ἀπὸ τῆς πόλεως, τοὺς ἀπὸ τῆς Ἑλλάδος, τοὺς πολεμίους. καί μοι δοκεῖ τὸ μὲν Μιλτιάδου στρατηγίᾳ μᾶλλον ἐοικὸςσυμβῆναι πρὸς τοὺς βαρβάρους, τὸ δὲ τοῦ Θεμιστοκλέους ἀκριβῶς πολιτεία γενέσθαι ἐν ἅπασι τοῖς Ἕλλησιν ἐξεταζομένη. τοσαῦτʼ ἦν τὰ πραττόμενα καὶ δημιουργούμενα, τὰ μὲν ἐν τῇ γῇ, τὰ δʼ ἐν τῇ θαλάττῃ· περὶ ὧν ἔμοιγε δοκεῖ καὶ Ὅμηρος ἂν, εἰ περιῆν, βουληθεὶς εἰπεῖν οὐχ ἧττον καλέσαι τὰς Μούσας ἢ περὶ τοῦ πῶς ἐνεπρήσθη ναῦς μία τῶν Θετταλῶν· εἰ δὲ βούλει, τίς πρῶτος ἀντῆρε τῷ Ἀγαμέμνονι τῶν ἐπικούρων ἢ τῶν Τρώων αὐτῶν. μᾶλλον δὲ τοῦτο μὲν οὐκ εἶχεν οἶμαι πυθέσθαι τίς ἦν ὁ πρῶτος ἀντάρας τῷ βασιλεῖ τῆς Ἀσίας, μικροῦ καὶ τῆς Εὐρώπης· ἀπὸ ποίων δέ τινων ἔργων ἢ λόγων ταῦτα ἠδυνήθη τελέσασθαι καὶ πρὸς πόσας τινὰς τῶν πολεμίων ναῦς καὶ πρὸς ποίαν τινὰ τὴν πᾶσαν παρασκευὴν καὶ ἔφοδον τοῦ βαρβάρου παρετάξατο, καὶ πῶς εἶχε τότε τἀνθρώπεια, τοῦτʼ ἔμοιγʼ ἂν ἐρωτᾶν δοκεῖ καὶ δεῖσθαι φράζειν, εἴπερ καὶ κατὰ μικρὸν ἔμελλε τῆς ἀξίας ἐφάψεσθαι. τί οὖν κωλύει καὶ νῦν ἡμᾶς, ἀρχὴ δὲ ἡμῖν ἐκ θεῶν, ἐξετάσαι πάλιν πῶς εἶχε τὰ τῶν καιρῶν, τὸν αὐτὸν τρόπον ὅνπερ ἀρτίως ἐξητάσαμεν, καὶ δεῖξαι διὰ βραχέων ἐν ποίοις τισὶ πράγμασι ποῖός τις ἦν ὁ Θεμιστοκλῆς; καίτοι τοῦτό γε οὐδὲν ἴσως προὔργου. ἃ γὰρ οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ, πῶς ἄν τις ἐκ τούτων ἐκεῖνον θεωρήσειε; πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθεὶς, ὅτι ὑπὲρ ὧν οὐδʼ εἰπεῖν ὡς βούλεταί τις
ἐγχωρεῖ, ταῦτʼ ἐκεῖνος μετεχείρισεν ὡς ἐβούλετο. δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἡ ἤπειρος, φιλονεικοῦντες ἅπαντες ἄνθρωποι δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν, ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάττης πάντα. Αἰγύπτου δὲ ἀποστάσης ἐν τῷ διὰ μέσου βασιλεὺς οὐδὲν σπουδάσας αὖθις ἦν ἐν τοῖς αὐτοῖς· οὕτω ῥᾳδίως ἐκείνην παρεστήσατο. δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι καὶ γένηπάντα ὥσπερ μετανισταμένης ἑτέρωσε τῆς οἰκουμένης· καὶ βασιλεὺς ἀπῄει δεδοικὼς μὴ οὐ δέξαιτο τὸ πλῆθος ἡ Ἑλλὰς, ὥσπερ ἀρχὴ γῆς πάσης, τοῦ στρατοπέδου γιγνόμενος καθʼ ὃ βούλοιτʼ ἀεί. χρυσὸς δὲ καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος, πάντα ὁμότιμα ἤγετο, ὁμοίως ἐγγείοις ὀχήμασι καὶ ναυτικοῖς. ὡς δʼ εἰς ταυτὸν ἀπήντησαν αἱ δυνάμεις, οἱ μὲν πεζοὶ τὴν παραλίαν, αἱ δὲ νῆες τὴν θάλατταν ἀπέκρυψαν· εἰς δὲ τοὺς Ἕλληνας ἠγγέλλετο ἄξιον μὲν τῶν ἐπιόντων κακῶν οὐδὲν, ὅμως δὲ πολλὰ καὶ παντοῖα καὶ οἷα οὔπω πρότερον· καὶ οὐ τοσοῦτόν γʼ ἂν αὐτοὺς ἡ τοῦ ἡλίου συμβᾶσα ἔκλειψις ἐξέπληττεν, ὅσον ἡ τῆς γῆς καὶ θαλάττης ἔκλειψις γιγνομένη, πρὸς τὴν τοῦ βασιλέως ἐμοὶ δοκεῖν ἐπιθυμίαν μᾶλλον ἢ χρείαν. ἐδόκει γὰρ μόνος ὡς ἀληθῶς γῆς καὶ θαλάττης εἶναι κύριος, καὶ ποιεῖν
καὶ διαφθείρειν· ᾧ γε ὁ μὲν Ἄθως τὰς ναῦς, ὁ δὲ Ἑλλήσποντος τὸ πεζὸν ἐδέξατο. πρὸς δὲ τούτοις τείχη μὲν ᾠκοδομεῖτο ὅπως ἀριθμοίη κατὰ μυρίους. ὁ δὲ ἥλιος συνεκρύπτετο τοῖς τοξεύμασιν· ἦν δὲ πλήρης ἡ μὲν θάλαττα νεῶν, ἡ δὲ γῆ πεζῶν, ὁ δʼ ἀὴρ βελῶν. παρεῖναι δὲ καὶ μέλλειν ἴσον ἦν, ὥστʼ ἔχεσθαι πάντας· πάντα δʼ ὥσπερ τοῦ Ποσειδῶνος κατιόντος ἐσείετο. πολλὰ δὲ τῶν ἐθνῶν ἐξανηλίσκετο εἰς δεῖπνον τῷ βασιλεῖ. ἀπειλαὶ δὲ κηρύκων οὐ διέλιπον πάντοσε φοιτώντων, αἰτούντων γῆν καὶ ὕδωρ ὅστις βούλεται σῶς εἶναι. τὸ δὲ μαντεῖον φωνὰς ἠφίει δεινὰς καὶ χαλεπὰς ἅπασι τοῖς Ἕλλησιν. ἐδόκουν δὲ οὔτε τῶν νεῶν τὴν εἰρεσίαν ἀνέξεσθαι οὔτε τῶν ἵππων τὸν κτύπον. εἶχον δὲ οὔτε ἱεροῖς οὔτε συμμάχοις θαρρεῖν, οὐδʼεὑρεῖν οἵτινες ἀνθρώπων γένωνται. πρὸς δὲ τούτοις Γέλων
μὲν καλούμενος οὐχ ὑπήκουεν, Ἀργεῖοι δʼ ἐκποδὼν ἦσαν, Κερκυραῖοι δὲ σοφώτερα ἢ δικαιότερα ἐβουλεύοντο, Θετταλοὶ δὲ ὑπʼ ἀνάγκης μὲν, ὅμως δὲ ἐμήδιζον, Βοιωτοὶ δὲ οὐδὲν βέλτιον Θετταλῶν ἐπεπράγεσαν, Δελφοὶ δὲ οὐκ εἶχον ὅ τι χρήσονται, ὀλίγον δὲ ἦν τὸ ὑγιαῖνον τῆς Ἑλλάδος, καὶ τοῦτο εἰς δύο πόλεις ἀνήρτητο, μᾶλλον δὲ εἰς ἕνα ἄνδρα, ὅ τι φρονήσειεν ἢ συμβουλεύσειε Θεμιστοκλῆς. ἐν τοῖς τοιούτοις μέντοι καιροῖς καὶ τοιαύτῃ πραγμάτων ἀωρίᾳ καὶ συγχύσει τῶν πάντων ἀνὴρ ἐκεῖνος ἑστηκὼς οὐκ ἠπόρησεν, οὐδʼ ἐξεπλάγη, οὐδʼ ηὔξατο αὑτῷ χανεῖν τὴν γῆν, οὐδʼ εὐδαιμόνισε τοὺς πάλαι κειμένους, οὐδʼ ἔπαθε ταὐτὸ τοῖς πολλοῖς, ἀλλὰ κατέστη τοῖς Ἕλλησιν ἀντʼ ἀγαθοῦ δαίμονος. πάντα γὰρ εἰς αὑτὸν ἀναδεξάμενος καὶ τὴν αὑτοῦ γνώμην ὑποθεὶς ἀντʼ ἄλλου του φυλακτηρίου, καὶ μόνος ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἀντισχὼν ἅπασι καὶ τοῖς παροῦσι καὶ τοῖς ἐπιοῦσι πράγμασι, καὶ οὐκ ἀποστραφεὶς ὥσπερ οἱ πρὸς τὸν ἥλιον βλέποντες, ὃ πᾶσι μικροῦ δεῖν συνέβη τοῖς τότε, οὐκ ἂν εἴποιμι ὡς οὐκ ἔψευσε τῆς ἐλπίδος τοὺς Ἕλληνας, ἀλλὰ καὶ πολὺ τὴν προσδοκίαν ἐνήλλαξεν αὐτοῖς. οὐδὲν γὰρ τῶν ἐσχάτων ὅ τι οὐ πείσεσθαι τῶν πολλῶν νομιζόντων, καὶ βλεπόντων εἰς αἰσχρὰς μηχανὰς καὶ ἀπόρους καταφυγὰς, τοσοῦτον μετέστησε τὰ πράγματα ὥστε εἴ τις ὕστερον αὐτοὺς ἀπελθόντων τῶν βαρβάρων ἤρετο εἰ ἐβούλοντʼ ἂν μήτʼ ἐκείνους ἐπιστρατεῦσαι μήτε σφίσι ταῦτα πεπρᾶχθαι μήτε τοὺς κινδύνους σφίσι μηδὲ τὰς πράξεις γεγενῆσθαι, τεθνάναι πάντας ἂνεἰπεῖν ἐθέλειν μᾶλλον ἢ ταῦτα ἄπρακτα αὑτοῖς εἶναι. οὕτως οὐ μόνον τὰς ἐλπίδας ὅσοι γε καὶ τὰ μήκιστα ἤλπισαν αὐτῶν, ἀλλὰ καὶ τὰς εὐχὰς τῶν πλείστων ὑπερεβάλετο καὶ ἔγωγε ἡδέως ἂν, εἴ πως ἐνῆν, ἠρόμην Πλάτωνα, πρὸς θεῶν τῶν Ἑλληνίων, τί χρῆν ποιεῖν τὸν Θεμιστοκλέα κατʼ ἐκείνους τοὺς χρόνους, ἢ τί λέγειν κάλλιον ὧν εἶπεν; ἢ τί γράφειν βέλτιον ὧν ἔγραψεν; ἢ τίνα ὁδὸν τῶν πραγμάτων ἐλθεῖν; ἢ ποίαν ἡγήσασθαι τοῖς Ἀθηναίοις; ἢ τίσι κρείττοσι χρήσασθαι λογισμοῖς; εἰπὲ γὰρ ὦ πρὸς θεῶν, εἰ δὲ μὴ, ἄλλος τις κληρονομείτω τοῦ λόγου, λεγέτω, δεικνύτω τί χρῆν πράττειν τὸν Θεμιστοκλέα τότε καὶ πῶς χρήσασθαι τοῖς παροῦσι. πότερʼ εἰς τὴν πνύκα συλλέξαντʼ Ἀθηναίους περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέγεσθαι καὶ διδάσκειν τί αὐτοδίκαιον καὶ τί αὐτοκαλὸν, καὶ τί τὸ ὂν μὲν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; ταχέως μέντἂν αὐτοὺς καὶ γένεσις καὶ τὸ εἶναι καὶ πάντα ἐπέλιπεν. ἀλλʼ ὅθεν ἀνδρεία τὸ πρῶτον ἐκλήθη καὶ ὅθεν δειλία ζητεῖν, καὶ πότερον ῥεῖ τὰ πάντα ἢ οὔ; ἔγνωσαν μέντἂν κακῶς ῥέοντα τὰ πάντα αὐτοῖς. ἀλλὰ τί μὴν ὅλως ἔδει λέγειν ἢ ποιεῖν; τρίτον γὰρ ἤδη τὸ ἐρώτημα ὥσπερ σύνθημα περιήκει. πόθεν ἐξετάσομεν τὸν Θεμιστοκλέα πότερον τῷ ὄντι
σύμβουλος καὶ προστάτης καὶ ἡγεμὼν ἦν, ἢ τί καὶ ἄλλο πρέπον ἀκοῦσαι; καὶ μὴν δεῖ γε δυοῖν θάτερον, ἢ τὰ πραχθέντα ὑπʼ αὐτοῦ μέμψασθαί τινα ἔχειν, ἢ δεῖξαι τί δέον πρᾶξαι παρέλιπε, τὸ ῥᾷον καὶ ἥδιον ἀντὶ τοῦ καλοῦ προελόμενος. καίτοι τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν καὶ τοὺς ἐπὶ τῆς ἀδείας ἐλέγχους οὐδὲν ἔχειν φασὶ λαμπρὸνοὐδʼ ὑπερήφανον· ἐγὼ δʼ οὖν καὶ τοῦτο συγχωρῶ κἄν τις ἀμείνω τινὰ πρᾶξιν, ἢ λόγους βελτίους, ἢ προαίρεσιν δικαιοτέραν ἢ τοῖς πᾶσι βελτίω δείξῃ τότε ἐγχωροῦσαν παρʼ ἣν ἐκεῖνος ἐνεστήσατο, ἕτοιμος αὐτὸς τῆς αἰτίας κληρονομεῖν. εἰ δὲ μήθʼ ὧν ἐπολιτεύσατο μηδὲν ἔστι καταιτιάσασθαι μήθʼ ὧν ἄν τις φήσαι χρῆναι πεποιηκέναι μηδὲν ἔστʼ εἰπεῖν ὡς οὐκ ἐποίησεν, ἐπαινοῦσι μᾶλλον ἐκεῖνον ἡμῖν αὐτοῖς συνηδώμεθα ἢ ζητοῦσιν ὅπως εἴποιμεν κακῶς. οὑτωσὶ δὲ σκοπῶμεν, ἐπαναγαγόντες ἡμᾶς αὐτοὺς ἐπʼ αὐτὰ τὰ πράγματα. ἦσαν τῶν Ἑλλήνων μερίδες τρεῖς, ἡ μὲν ἔξω πραγμάτων, ὥσπερ Ἀργεῖοι καὶ Κερκυραῖοι καὶ Σικελιῶται καὶ Ἰταλιῶται μικροῦ πάντες, καὶ Κρῆτες δὴ καὶ ἕτεροι λέγονται· οἱ δὲ καὶ συνεπεστράτευον μετὰ τῶν βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, ὥσπερ οἱ Θετταλοὶ καὶ πάντες οἱ μέχρι τῆς Ἀττικῆς, πλὴν Θεσπιέων καὶ Πλαταιέων ὁπόσων δή τινων ὄντων· τρίτον δʼ ἦν λοιπὸν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ ὅσοι παρὰ τούτους κατέφυγον. ἀλλὰ μήπω τοῦτο ὅτι Ἀθηναῖοι, μηδʼ ὅτι καὶ τοὺς ἄλλους οὗτοι παρεσκεύασαν. ἀλλὰ διῄρητο μὲν εἰς τοσαῦτα μέρη τὸ Ἑλληνικὸν πᾶν καὶ προὔκειτο τριῶν τούτων αἵρεσις ἐν μέσῳ πᾶσιν, ἔδει δὲ καὶ πόλιν καὶ ἰδιώτην πρὸς ταῦτα βουλεύεσθαι, τὸ διάφορον δʼ οὐ μικρὸν ἦν, ἢ τῷ βαρβάρῳ προσθεμένους ἀκολουθεῖν ἐπὶ τοὺς ἀντιτείνοντας, ἢ
τὴν ἡσυχίαν ἄγειν αὐτοῖς ἐξεῖναι δεηθέντας, μὴ τί τοῖς ἄλλοις συμβήσεται ζητεῖν, ἀλλʼ εἰ μηδὲν αὐτοὶ πείσονται κέρδος ἡγεῖσθαι· ἢ τρίτον γʼ ἤδη κατελείπετο, φάσκοντας τοῦ καλοῦ καὶ τοῦ δικαίου φροντίζειν, καὶ πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι πράγμασιν ἀνταγωνίζεσθαι, καὶ μήτʼ ἀκούοντας ἀκούειν τὰ δεινὰ μήθʼ ὁρῶντας ὁρᾶν, ἀλλὰ πάντων ὡσπερεὶ φλυαρίαν καταγνόντας παρʼ αὐτὸν τὸν θάνατον ἐσκηνῶσθαι, ἔσχατα τοῦ βίου ταῦτʼ εἶναι προκρίναντας ἑαυτοῖς μᾶλλον ἢ παρʼ ἀξίαν τι συγχωρῆσαι. εἶεν. τί δὴ προσῆκεν ἑλέσθαι τότε τοὺς Ἀθηναίους, ἢ τί τὸν σύμβουλον παραινεῖν αὐτοῖς; ἐνταῦθά μοι σκέψαι τὰ τοῦ Θεμιστοκλέους δόγματαἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη,οὐκ εἰς λόχον συγκαθημένων ἡμῶν, ἀλλʼ ἐπʼ αὐτοῦ τοῦ ξυροῦ τῆς ἀκμῆς ἑστηκότος εἶναι τὴν Ἑλλάδα ἢ μή. αὕτη πρώτη Θεμιστοκλέους ἐξέτασις καὶ κρίσις.
ἐντεῦθεν ὅρα τὸν ἄνδρα ἀπὸ γραμμῆς ἀρξάμενος· καὶ μή μοι λόγῳ τὸν χρυσὸν, ἀλλὰ τὴν βάσανον προσάγων σκόπει. τῆς γὰρ εἰκόνος μέμνησο τῆς σαυτοῦ· ἔδει τῶν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀγωνιζομένων Ἀθηναίους εἶναι, ἢ δυοῖν τοῖν ὑπολοίποιν θάτερον ποιεῖν· ἔδει τῶν ἀγωνιζομένων εἶναι. τί οὖν; συνεβούλευε ταῦτα Θεμιστοκλῆς, ἢ διεκώλυεν; οὒκ, ἀλλʼ ἐκεῖνος ἦν ὁ ταῦτα συμβουλεύων. οὐκοῦν ταῦτα ἔδει πράττειν καὶ ταῦτα συμβουλεύειν; ταῦτα ἔπραττον μὲν Ἀθηναῖοι, συνεβούλευε δὲ Θεμιστοκλῆς. μέχρι μὲν δὴ τούτων τὰ μέγιστα συνεβούλευε καὶ οὐδὲν ἔχει Πλάτων αἰτιάσασθαι, οὐ μὲν οὖν, εἰ μὴ λαμπρῶς ἐπαινοίη,
ὅπως οὐκ ἂν αἰσχύνοιτο οὐκ ἂν ἔχειν μοι δοκεῖ. οὐ γὰρ μόνους τοὺς Ἀθηναίους ἐπὶ ταῦτʼ ἀγαγὼν καὶ τάξας ἐνταυθοῖ γνώμης φαίνεται, ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, ὅσον μετέσχον τῶν πραγμάτων, εἷς ἀνὴρ οὗτος μάλιστα ἐπιρρώσας καὶ παροξύνας, καὶ τοὺς μὲν ἑκόντας, τοὺς δὲ ἄκοντας αὐτῶν πείσας γενέσθαι χρηστοὺς καὶ λυσιτελοῦντας ἑαυτοῖς· ὅς γε καὶ τοῖς κήρυξι τοῖς παρὰ τοῦ βασιλέως ἐλθοῦσι περὶ τῆς γῆς καὶ τοῦ ὕδατος τοιαύτας ἔδωκε τὰς ἀποκρίσεις, ὥσθʼ ἅπασι τοῖς Ἕλλησιν ὑπάρχειν μαθεῖν ὁποῖʼ ἄττα ἀποκρίνασθαι χρὴ τοῖς ἐπὶ ταῦθʼ ἥκουσι τῶν βαρβάρων. καὶ οὐκ ἐνταῦθʼ ἔστη τῆς ἐλευθερίας, ἀλλὰ καὶ τὸν ἑρμηνεύσαντα ἀπέκτεινε, κατηγορῶν ὅτι τὴν φωνὴν ὥσπερ ἄλλο τι τῷ Πέρσῃ κατὰ τῶν Ἑλλήνων ἔχρησε. καίτοι τί τοῦτο δεινὸν ἦν τοῖς Ἀθηναίοις μαθεῖν ὅ τί ἐστι τὰ λεγόμενα, μαθόντας δὲ βουλεύσασθαι; οὐ γὰραὐτός γʼ εἰσηγεῖτο οὐδʼ ἐπηνάγκαζεν. ἀλλʼ ὅμως οὐδʼ ἄχρι τούτου διακονεῖν ἠξίου, οὐδὲ γὰρ προσήκειν ἀκούειν τὰ τοιαῦτα. ταχύ γʼ ἂν αὐτὸς διηκόνησεν ὁ τοῖς διακόνοις
οὕτω χρώμενος, ἢ παρʼ ἃ βέλτιστα ἐνόμιζεν ἐδημηγόρησεν, ὁ μηδʼ ἑρμηνεύειν ἐῶν περὶ ὧν οὐ βέλτιον λέγειν.τὰ μὲν δὴ προοίμια τοιαῦτα τῆς Θεμιστοκλέους πολιτείας καὶ τοῦ περὶ τῆς ἐλευθερίας ἀγῶνος, οὐδὲν τοῖς Μέλητος ἐοικότα τοῦ κιθαρῳδοῦ, οὐδʼ οἷς ἐκεῖνον ᾁδειν φησὶ Πλάτων, ἀλλʼ ἀπεναντίον μᾶλλον. τό τε γὰρ βέλτιστον ἔνεστι καὶ τὸ ἥδιστον πρόσεστιν ἀκοῦσαι παντὶ γενναίῳ καὶ ἐλευθέρῳ. ὥστʼ ἔμοιγε δοκεῖ τῆς Τερπάνδρου μᾶλλον ἂν εἶναι μουσικῆς εἰκάσαι, πλήν γʼ ὅτι καὶ παρελήλυθεν. ὁ μέν γε μίαν πόλιν τὴν Λακεδαιμονίων εἰς ταυτὸν ἤγαγεν, ὁ δὲ τὴν Ἑλλάδα πᾶσαν ἥρμοσε καὶ συνέστησε· — λέγω γὰρ οὖν Ἑλλάδα τοὺς τῇ Ἑλλάδι πάσῃ βοηθῆσαι δυνηθέντας—τοσούτῳ μείζονος καὶ κοινοτέρας καὶ ἐπὶ πλέον φερούσης ὁμονοίας ἡγεμὼν ἐγένετο. πρῶτον μέν γε τοὺς πολέμους τοὺς συνεστῶτας τότε ἐν τῇ Ἑλλάδι καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς καὶ στάσεις ἔπαυσεν ἁπάντων, καὶ ἕνα μὲν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους, αὐτοὺς δὲ φίλους καὶ συγγενεῖς, ἔπεισεν ἡγήσασθαι. ἔπειθʼ ὅσοι τῶν πολιτῶν μεθειστήκεσαν, τούτους καταγαγεῖν συνεβούλευσεν Ἀθηναίοις, ἐν οἷς καὶ τῶν διαφόρων τινὲς ἦσαν αὐτῷ, τὴν αὐτὴν γνώμην ἔν τε τοῖς Ἑλληνικοῖς καὶ τοῖς κατὰ τὴν πόλιν σώζων· αὕτη δʼ ἦν τὸ κοινῇ βέλτιστον σκοπεῖν ἅπασαν μικροψυχίαν ἀνελόντας. παραλαβὼν τοίνυν τὰ πράγματα καὶ προστάτης τοῦ παντὸς κινδύνου γενόμενος ποῖόν τινα ἑαυτὸν παρέσχε καὶ συνεῖναι τὰ δέοντα καὶ πρᾶξαι διὰ τέλους; τοιοῦτον οἷον, εἴ τις ἔροιθʼ ὁντινοῦν τί τὸ σῶσαν τὰ πράγματα τῶν Ἑλλήνων ἐγένετο,
μὴ λελοιπέναι ζήτησιν, ἀλλὰ πᾶσιν ὑπάρχειν εὐθὺς εἰπεῖνὅτι θεοὶ μὲν πρῶτον, ἔπειθʼ, ὅσον εἰς ἀνθρώπους ἧκε, μία μὲν πόλις ἡ τῶν Ἀθηναίων, γνώμη δὲ ἑνὸς ἀνδρὸς ἡ Θεμιστοκλέους. ὁρῶν γὰρ ὡς εἰ μή τις τῷ ναυτικῷ κρατήσει τῶν βαρβάρων, οἰχήσεται κατὰ πόλεις ἡ Ἑλλὰς, προσβαλλόντων ἐν μέρει πᾶσι καὶ πορθούντων, καὶ πρὸς τούτῳ κἀκεῖνο εἰδὼς ὅτι τἀν τῇ γῇ πολὺ πλείους καὶ δεινοτέρας ἔχει τὰς ἀπορίας καὶ πολὺ πλείοσιν ἢ κατὰ θάλατταν μαχοῦνται καὶ ἀπορωτέροις προσφέρεσθαι, εἵλετο πρῶτον μὲν τὴν ἐλάττονα ὑπερβολὴν ἀντὶ τῆς μείζονος· ἔπειτα οὗ πρὸς καιρὸν τῇ τόλμῃ χρήσεται. καὶ ταῦτα ἐπεψήφιζεν ὁ θεὸς ὁ ἐν Δελφοῖς. ὅμως δὲ καὶ τῆς μαντείας ἐλθούσης ἦν ἀπορία τοῖς πολλοῖς τί ποτʼ εἴη τὸ ξύλινον τεῖχος τοῦτο. ὡς οἱ μὲν πρεσβῦται τῆς ἀκροπόλεως ἔχεσθαι παρῄνουν, οὕτω παρελήρουν, πεφράχθαι γὰρ αὐτὴν ῥάχῳ τὸ ἀρχαῖον καὶ τὸν χρησμὸν εἰς τοῦτο φέρειν. χρησμολόγοι δὲ πάντʼ ᾖδον, πλὴν ἓν τῶν πάντων οὐκ ᾖδον, ὡς δεῖ ναυμαχεῖν. ἀλλὰ καὶ φυλάττεσθαι παρῄνουν τὴν
Σαλαμῖνα παντὸς μᾶλλον—οἱ δέ γε αὐτοί ποτε οὗτοι τὸν εἰς Σικελίαν πλοῦν ἐπέσπευδον· τοὺς γὰρ αὐτοὺς ταυτὸν ἔθνος λέγω, πλήν γε δὴ οἱ μὲν Ἀλκιβιάδῃ συναγορεύοντες, οἱ ὕστερον, οἱ δὲ τότε ἀντέλεγον τῷ Θεμιστοκλεῖ—τό τε σύμπαν ἠξίουν ἄλλο τι ζητεῖν, καὶ φυγόντας ἔξω τῆς Ἑλλάδος ἄλλην χώραν οἰκίζειν. τέλος δʼ ἔδοξεν Ἀθηναίοις τοὺς μὲν δὴ χρησμῳδοὺς χαίρειν ἐᾶν, Θεμιστοκλεῖ δὲ μᾶλλον πιστεῦσαι, ξύλινον μὲν εἶναι τεῖχος τὰς τριήρεις ἐξηγουμένῳ, ἀποκεῖσθαι δέ τι χρηστὸν ἐν τῇ Σαλαμῖνι,διὸ δὴ καὶ θείαν αὐτὴν ὑπὸ τοῦ θεοῦ προσειρῆσθαι· ἐπεὶ κακοῦ γέ του μέλλοντος καταλήψεσθαι τοὺς Ἕλληνας ἐν αὐτῇ, σχετλίαν καὶ οὐ θείαν τὸ πρόσρημα ἂν αὐτῆς εἶναι. ἀλλὰ γὰρ εἰς τοὺς βαρβάρους εἰρῆσθαι τὸ πολλοὺς ἀπολεῖσθαι. δεῖν οὖν ναυμαχεῖν. καὶ ταῦτʼ εἰκότως οἱ μὲν ἄλλοι χαλεπῶς εἶχον συμβαλεῖν, Θεμιστοκλῆς δὲ ῥᾳδίως ἐξευρεῖν. οὐ γὰρ ὅτε ἦλθον τὰ λόγια, οὐ τότε πρῶτον ταύτην ἔσχε τὴν γνώμην, οὐδʼ αὐτοσχεδιάζων, οὐδʼ ἐπὶ τοῦ καιροῦ σοφὸς ταύτην τὴν σοφίαν, ὥσπερ οἱ θεομάντεις, γενόμενος, ἀλλὰ καὶ πρὶν πέμπειν Ἀθηναίους εἰς Δελφοὺς καὶ πρὶν τὸν βάρβαρον κινηθῆναι, πάλαι καὶ πόρρωθεν ἐκεῖνος ταῦτʼ ἐσκέψατο καὶ συνεῖδε, καὶ ὅπως ἐπὶ τοῦ καιροῦ καὶ τῆς χρείας μὴ ἀπορήσῃ προὐνοήθη. περιγενομένων γὰρ τῇ πόλει χρημάτων συχνῶν ἀπὸ τῶν ἔργων τῶν ἀργυρείων, καὶ ταῦτα μελλόντων εἰκῆ νέμεσθαι,
μόνος τῶν πάντων ἐτόλμησεν ἀντειπεῖν, οὐ διακόνου πρᾶγμα πράττων, οὐδʼ ὑπηρετοῦντος ταῖς ἐπιθυμίαις, οὐδʼ ἀποπιμπλάντος τὰς ἡδονὰς, ἀλλὰ μᾶλλον, ὥς γέ μοι φαίνεται, συμβούλου καὶ διδασκάλου, καὶ τὸ μὲν ἥδιστον ἑκόντος ὑπερβαίνοντος, τὸ δὲ βέλτιστον προορωμένου καὶ πράττοντος, κἂν δέῃ λυπῆσαι, καὶ τὸν ἰατρὸν, ἀλλʼ οὐ τὸν ὀψοποιὸν μιμουμένου, μᾶλλον δὲ καὶ τὸν γυμναστὴν, ὡς ἂν σὺ φαίης, εἴπερ πρὸ τοῦ κινδύνου καὶ τῶν δυσχερῶν ἔπραττε τὸ συμφέρον καὶ ὅπως μὴ ὑποδώσει τοῖς Ἕλλησι τὰ πράγματα. ἐκέλευε τοίνυν Ἀθηναίους τῆς μὲν διαδόσεως ὑπεριδεῖν, ναῦς δὲ ποιήσασθαι ἐκ τῶν χρημάτων, πρόφασιν μὲν ὡς ἐπὶ τὸν πόλεμον τὸν πρὸς Αἰγινήτας, οὗτος γὰρ ἐνειστήκει τότε, τῇ δʼ ἀληθείᾳ τὰ μέλλοντα ἔσεσθαι προορῶν καὶ νομίζων τὴν Μαραθῶνι μάχην ὡσπερεὶ προοίμιον γεγενῆσθαι τοῖς Ἀθηναίοις, εἶναι δʼ οὐ πέρας τοῦ πολέμου τοῦ παντὸς οὐδὲ τελευτὴν, ἀλλʼ ἀρχὴν μᾶλλον καὶ παρασκευὴν ἑτέρων ἀγώνων μειζόνων. καὶ ταῦτα κατʼ ἀρχάς τε λέγων ἔπειθε καὶ αἱ τριήρεις ἐποιήθησαν, καὶ τότʼ ἔπεισεν ὡς δεῖ ταῖς τριήρεσι χρήσασθαι καὶ τῇ θαλάττῃ προσέχειν, ὡς οὐκ ὂν αὐτοῖς κάλλιον ὁρμητήριον τοῦ πρὸς τοὺς βαρβάρους πολέμου. καὶ πρῶτον μὲν ἐπʼἈρτεμίσιον πλεύσας δυοῖν ναυμαχίαιν δύο ἵστησι τρόπαια, οὔτε λόγους ἀσχήμονας εἰπὼν οἶμαι πρὸς τοὺς ἐμπλέοντας Ἀθηναίων ἢ τῶν Ἑλλήνων οὔτʼ ἔργα φαῦλα ἀποδειξάμενος, ἀλλʼ, ὥς φησι Πίνδαρος, κρηπῖδα τῆς ἐλευθερίας τοῖς Ἕλλησι βαλόμενος. ἔπειτα γράφει τὸ ψήφισμα τοῦτο, οὗ θαυμαστότερον οὐδʼ ἐλευθεριώτερον οὐδείς πω μέμνηται γραφέν.
ἔοικα δʼ ὑπερβαίνειν πολλὰ τῶν ἐν μέσῳ· βέλτιον οὖν ἴσως ἐπανελθεῖν. οὕτω γὰρ ὡς ἀληθῶς ἐκεῖνος θείᾳ τινὶ μοίρᾳ καὶ ὑπὲρ τῆς Ἑλλάδος πάσης ἔφυ καὶ οὐδὲν βέλτιον ἑώρα πλέον τοῦ κοινῇ συμφέροντος, ὥστʼ ἐπειδὴ συνελέγησαν εἰς ταυτὸν οἱ Ἕλληνες, ὑπερέβαλον μὲν Ἀθηναῖοι τῷ πλήθει τῶν νεῶν σχεδὸν πάντας, ὡρμημένων δὲ τῶν Ἑλλήνων μᾶλλον πρὸς τοὺς Λακεδαιμονίους κἀκείνους ἐθελόντων προΐστασθαι, συνιδὼν ὁ πάντα ἄριστος ἐκεῖνος ὡς, εἰ τὸ δίκαιον ἀκριβῶς ἐξετάζοι καὶ στάσις ἐγγένοιτο ὑπὲρ τῆς ἡγεμονίας, ἅπαντʼ ἀπολεῖται κακῶς, καὶ οὐχ ἕξουσιν ὅ τι χρήσονται, πείθει τοὺς Ἀθηναίους ὑφίεσθαι καὶ συγχωρῆσαι τοῖς Λακεδαιμονίοις ἐν τῷ τότε τὴν ἡγεμονίαν ὑποσχόμενος παρʼ ἑκόντων αὐτοῖς τῶν Ἑλλήνων αὐτὴν ἀνακτήσεσθαι. καὶ οὐκ ἐψεύσατο, σχεδὸν δέ τι καὶ τοὔνομα τῆς ἡγεμονίας, ἀλλʼ οὐκ αὐτὴν ἔπεισε παρεῖναι, ἐπεὶ τό γʼ ἀληθὲς εἰπεῖν αὑτοῖς μὲν τὴν ἡγεμονίαν, ἐκείνοις δὲ τὴν ἐπωνυμίαν ἀνέθεσαν, καὶ περιεγένετο αὐτοῖς ἄνευ τῆς σωτηρίας τῆς κοινῆς καὶ τὸ τῶν μὲν πολεμίων ἀνδρείᾳ, τῶν δὲ συμμάχων πρᾳότητι κρατῆσαι, καὶ τὸ σχῆμα τῷ παντὶ κάλλιον καὶ σεμνότερον· ἡγεμόνων γὰρ ἡγεμόνες κατέστησαν. καὶ εἰ φῂς, ὦ Πλάτων, ὅτι οὐ τριήρων οὐδὲ νεωρίων αἱ πόλεις δέονται, ἀλλʼ εὐβουλίας καὶ
σωφροσύνης, ὁ Θεμιστοκλῆς οὐ μόνον τὰς τριήρεις τοῖς Ἀθηναίοις ἐξεῦρεν οὐδʼ, ὃ τούτου μεῖζόν ἐστιν, ὑπὲρ τῶν κοινῶν δικαίων καὶ εἰς τὸ δέον πᾶσι τοῖς Ἕλλησιν ἐχρήσατο αὐταῖς, ἀλλὰ καὶ τὴν ὁμόνοιαν τὴν ἀγαθὴν αὐτὸς ταῖς πόλεσι προσεισηνέγκατο καὶ κατέπραξεν, ὃ τῶν νεῶν αὐτῶν οὐχ ἧττον ἔσωσε τὴν Ἑλλάδα· μᾶλλον δὲ καὶ ταῖς ναυσὶν αὐταῖς ἐποίησε χρήσασθαι. καὶ ὃ μικρῷ πρόσθεν ἔφην, ἐνταῦθα καλῶς ἀναφαίνεται, ὅσῳ τοῦ Τερπάνδρου κρείττων ἁνὴρ τὴν μουσικήν. ὁ μὲν γὰρ ἐφʼ ἑαυτῶν τοὺς Λακεδαιμονίους ὁμονοεῖν ἐποίησεν, ὁ δʼ Ἀθηναίους καὶ Λακεδαιμονίους τότε ταυτὸν ἔπεισε φρονῆσαι, μᾶλλον δʼ ἅπαντας τοὺς Ἕλληνας μιᾶς γενέσθαι γνώμης· οὕτως εὖ καὶ καλῶς τὴν Ἑλλάδα ἡρμόσατο, καὶ αὐτός τε ἀπέστη τῆς ναυαρχίας καὶ ἐκείνους ἔπεισε τῆς ἡγεμονίας, οὕτω πολὺ νικῶντας καὶ μόνους ὄντας εἰς ἐλπίδα τοῖς πράγμασι. καίτοι τοσοῦτον δεῖγμα σωφροσύνης καὶ καρτερίας τίς πώποτε ἐξήνεγκε τῶν ἐν τοῖς τρίβωσι κατασαπέντων; οὐ τοίνυν ὥσπερ τοῦ σχήματος, οὕτω καὶ τῆς προνοίας τῆς περὶ τῶν πραγμάτων ὅπερ εἶπον ἐξέστη, οὐδʼ ὑπεχώρησεν οὔτε πόλει οὔτʼ ἀνθρώπων οὐδενὶ, ἀλλʼ αὐτός τε ἅπαντα συνεβούλευσεν, ὥσπερ ἂν εἰ μόνος ἦν τῶν πάντων ἡγεμὼν, καὶ τὸν τῶν Λακεδαιμονίων ναύαρχον τὸν Εὐρυβιάδην ὥσπερ παῖδα κοσμῶν καὶ περιστέλλων καὶ προδιδάσκων διεγένετο, ὥσπερ οἱ τοὺς νεῖν ἀδυνάτους ἀνέχοντες ταῖς ἑαυτῶν χερσὶν, οὐκ ἐξελέγχων, ἀλλʼ οἷον ὑποκοριζόμενος τῷ τῆς ναυαρχίας ὀνόματι, ἐπεὶ ὅτι γε αὐτός τε ναύαρχος καὶ κύριος ἦν τῶν ἁπάντων, πρώτου δʼ αὐτοῦ τοῦ ναυάρχου στρέφειν ὅποι βούλοιτο, παρὰ πᾶσαν ἔδειξε τὴν ἀρχὴν,
καὶ δὴ καὶ τότε εὐθύς. ἐκπλαγέντος γὰρ τοῦ Εὐρυβιάδου πρὸς τὸ πλῆθος τῶν τριήρων τῶν βαρβαρικῶν, ὧν τὰς μὲν ἑώρα καταντικρὺ προσφερομένας, τὰς δʼ ἤκουε περιπλεῖν, καὶ διανοουμένου τὸν ἀγῶνα καταλιπεῖν οὐκ ἐπʼ ἐλπίδι βελτίονι, ἀλλʼ ὅπερ ἐν τοῖς τοιούτοις συμβαίνει τὸ παρὸν διακρούσασθαι κέρδος ἡγεῖσθαι, τοιοῦτον πάθοςπαθόντος καὶ πρὸς τὴν Πελοπόννησον βλέποντος, αὐτὸς ὥσπερ θεός τις τῶν ἀπὸ μηχανῆς χεῖρα ὑπερέσχε καὶ διεκώλυσε διαφθαρῆναι τὰ πράγματα ἀπʼ αἰσχρᾶς οὕτω τῆς ἀρχῆς ἀρξάμενα· καὶ τὸν Εὐρυβιάδην ὡς οὐκ ἔπειθε λέγων, ἐπρίατο, οὐχ ὡς ἄν τις διάκονος ἀξιῶν τινὸς εἶναι, ἀλλʼ ἐκείνῳ μᾶλλον ὡς διακόνῳ χρησάμενος· καὶ τήν τε Εὔβοιαν περιεποίησε καὶ τὰ πράγματα τῶν Ἑλλήνων ἔστησε μὴ παντελῶς ἄπορα εἶναι, παρασχὼν πειραθεῖσι πιστεῦσαι. ἀγγελθέντος δὲ τοῦ περὶ τὰς Πύλας πάθους καὶ τῆς κοινῆς, εἰ θέμις εἰπεῖν, τοῦ τε Ἀπόλλωνος τοῦ Πυθίου καὶ Θεμιστοκλέους μαντείας δεύτερον ἤδη φανερᾶς γεγονυίας, ὅτι πάντα ἐν ταῖς ναυσὶν ἄρʼ ἦν—οἵ τε γὰρ εἰς τὴν Θετταλίαν εἰσελθόντες ὡς τὰ Τέμπη φυλάξοντες προδοθέντες ὑφʼ ὅτων δή ποτε ἀνεχώρησαν, οἵ τε εἰς Πύλας ἀπαντήσαντες κατεχώσθησαν ὑπὸ τῶν βαρβάρων· καὶ οὐ τοσοῦτόν γʼ ἔστι μόνον εἰπεῖν περὶ αὐτῶν, ἀλλʼ ὅτι καὶ Λακεδαιμόνιοι δοκοῦσί μοι ταῦτα γνόντες ἐξ ἀρχῆς ὥσπερ ἀφοσιούμενοι πρὸς τοὺς Ἕλληνας ἀποστεῖλαι
τοσούτους ὁπόσων ἠδύναντο ἐνεγκεῖν στερηθέντες, ὡς τοῦ γε ἀποτυχεῖν ὑπάρχοντος—οὕτω δὴ τούτων κεχωρηκότων καὶ τῶν ἐν ταῖς ναυσὶ κατὰ κράτος ἤδη φευγόντων εἰς τὸ εἴσω τῆς Ἑλλάδος, καὶ τὴν Πελοπόννησον σχεδὸν Ἑλλάδαποιουμένων, τὰ δʼ ἄλλα παρεικότων, ἔσχατος μὲν ἀνεχώρει μετὰ ἐσχάτων Ἀθηναίων, οὐ τὴν αὐτὴν τάξιν φυλάττων ἥνπερ ὅτε ἐκπλεῖν ἔδει· τότε μὲν γὰρ πρῶτος ἦν ἐν πρώτοις. εἰ δʼ αὖ βούλει κἀνταῦθα τὸ τῆς ὁδοῦ πάρεργον, ὃ πρὸς τοὺς Ἴωνας ἐπολιτεύσατο, οὐκ ἀπὸ τοῦ βήματος, οὐδʼ ὁρώμενος αὐτοῖς, ἀλλʼ ἀπὸ τῶν πετρῶν καὶ τῶν τόπων τῶν ναυλόχων, οἷς ἤλπιζεν αὐτοὺς προσμίξειν, ποῖος Μίνως Ὁμηρικὸς ταῦτα μέμψαιτʼ ἂν, ἢ τίς Αἰακὸς ἄρας τὰς χεῖρας ὑπὲρ τῶν Ἑλλήνων τῷ Διί; ἐνταῦθα δὴ πολὺ μείζων καὶ καλλίων ἡ τρίτη πεῖρα ἐπεγένετο ὡς αἱ τριήρεις τὸ πᾶν ἔφερον, τὰ δʼ ἄλλα μάταιον καὶ προσδοκᾶν ἦν. ἀναχωρησάντων γὰρ ἀπʼ Ἀρτεμισίου τῶν Ἑλλήνων Ἀθηναῖοι μὲν καὶ οὕτως αὐτοί τε παρεσκευάζοντο καὶ τοὺς ἄλλους ἐκέλευον ἀπαντᾶν εἰς τὴν Βοιωτίαν καὶ προκινδυνεύειν τῆς λοιπῆς Ἑλλάδος· οἱ δʼ εἰς τοῦτο κατέστησαν τῆς ἀπορίας, οὐ γὰρ ἄξιον λέγειν προδοσίαν, ὥστʼ ἐξιέναι μὲν οὐκ ἐθάρρουν, διαλαβόντες δὲ τὸν Ἰσθμὸν ἐτείχιζον, ἐκ θαλάττης εἰς θάλατταν, παραπλήσιον δρῶντες ὥσπερ ἂν εἰ συγκαλυψάμενοι σφᾶς αὐτοὺς
παρεδίδοσαν. ὅπου γὰρ ἐξῆν τοῖς βαρβάροις περιπλεύσασι κατὰ πόλεις ἑλεῖν αὐτοὺς, τί πλέον τοῦ τείχους ἦν, εἰ καὶ σεμνότερον τοῦ τῶν Βαβυλωνίων ἐστάθη καὶ πάσης κρεῖττον μηχανῆς; οὐκοῦν τῶν μὲν Ἀθηναίων μονωθέντων, τῶν δʼ Ἑλλήνων ἀνόνητα πονούντων, λοιπὸν ἦν ἅπαντα ἔχεσθαι σιωπῇ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. ἃ Θεμιστοκλῆς πόρρωθεν προορώμενος οὐκ ἐξεπλάγη τότε, ἀλλʼ εἰσχεομένων ἀμφοτέρωθεν ἤδη τῶν βαρβάρων, καὶ τῶν τε νεῶν κοινῷστόλῳ προσαγουσῶν καὶ τοῦ πεζοῦ κατὰ τὴν Βοιωτίαν εἰσβαλόντος, καὶ τοῦ πυρὸς πάντα ἐπιφλέγοντος καὶ δηλοῦντος ἀντὶ φρυκτῶν προσάγειν βασιλέα, γράφει τὸ ψήφισμα τοῦτο, τὴν μὲν πόλιν παρακαταθέσθαι Ἀθηνᾷ, Ἀθηνῶν μεδεούσῃ παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα ὑπεκθέσθαι, τοὺς δὲ πρεσβύτας εἰς Σαλαμῖνα, τοὺς δʼ ἄλλους ἐμβάντας εἰς τὰς τριήρεις ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζεσθαι. ὦ μεγάλης μὲν τῆς ἐπινοίας καὶ ὑπερφυοῦς, θαυμαστῆς δὲ τῆς ῥώμης, ὅστις ταῦτα πρῶτος πείσειν ἤλπισε καὶ οὐκ ἀπέγνω πρᾶγμα τοσοῦτον· θαυμαστῆς δὲ καὶ τῆς τῶν πεισθέντων ἀρετῆς τε καὶ παιδείας, ἣν ἐπεπαίδευντο ὑπʼ ἐκείνῳ πάντα ἀνέχεσθαι καὶ καρτερεῖν, ὅσʼ ἂν διδῷ μὲν ὁ δαίμων, συμβουλεύῃ δὲ Θεμιστοκλῆς. τοῦτο τὸ ψήφισμα τῶν ὑφʼ ἡλίῳ μαρτύριον κάλλιστον καὶ λαμπρότατον καὶ τελεώτατον εἰς ἀρετῆς λόγον, πάντων ἀπόδειξιν τῶν ἀρίστων ἑξῆς ἔχον, τοῦ θαρρεῖν τοῖς θεοῖς, τοῦ φρονεῖν ἐφʼ ἑαυτοῖς, τοῦ παθεῖν ὁτιοῦν ἐθέλειν, πρίν τινος αἰσχροῦ πεῖραν λαβεῖν, ἔτι πρὸς τούτοις τοῦ φυλάττειν τὰ δόξαντα ἐξ ἀρχῆς, τοῦ μὴ μνησικακεῖν τοῖς ὁμοίοις, μηδʼ ἂν ἀνομοίων ἔργα δοκῶσι προῃρῆσθαι. τοῦτο τὸ ψήφισμα οὐ κόλαξ ἐμοὶ δοκεῖν ἄνθρωπος οὐδὲ κάτω
βλέπων, οὐδʼ ὑποπεπτωκὼς τοῖς ἀκούουσιν, ἀλλὰ θεῶν τις διὰ τῆς Θεμιστοκλέους γλώττης ἐφθέγξατο. ἦ πού σοι Μίθαικος ὁ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφὼς, ἢ Σάραμβος ὁ κάπηλος—νῦν γὰρ ἀνεμνήσθην τοὔνομα—ταῦτα συγγράψασθαι δοκεῖ; φέρε μοι δὴ παρὰ τοῦτο τὸ ψήφισμα τὰ τῶν σοφιστῶν, εἰ βούλει, συγγράμματα καὶ τοὺς νόμους, ὀνομαστὶ γὰρ οὐδὲν δέομαι λέγειν. οἶμαι δὲ οὐ πολλῶν ἂν αὐτὸ ἀτιμότερον φανῆναι. καίτοι διακόνου μὲν ἦν καὶ τὴν ἐν τῷ παραχρῆμα χάριν διώκοντος, μάλιστα μὲν ἃ προσέταττον οἱ πολλοὶ, ταῦθʼ ὑπηρετεῖν· εἰ δὲ μὴ, στοχαζόμενον τῆς ἐκείνων διανοίας ἃ νομίζει καθʼ ἡδονὴν αὐτοῖς ἔσεσθαι, ταῦτα καὶ λέγειν καὶ πράττειν, ἢ μικρὸν γοῦν τι παραλλάξαι τῆς ἐπιθυμίας. Θεμιστοκλῆς δὲ τοσοῦτον ἀφειστήκει τοῦ πρὸς τὴν τῶν πολλῶν ἐπιθυμίαν τε καὶ ἡδονὴν ταῦτα πράττειν καὶ πολιτεύεσθαι, ὥστε ὁρῶν μὲν αὐτοὺς δακρύοντας, ἀκούων δὲ παίδων καὶ γυναικῶν ποτνιωμένων, ἔτι δὲ ὑπολειπομένων τινῶν ἀναγκαίως, παραπλησίου δὲ μάλιστά πως ὄντος ὥσπερ ἂν εἰ ἑαλωκυίας τῆς πόλεως κατὰ κράτος, εἰκότως· τὸ μὲν γὰρ μέλλον ἅπασιν ἦν ἐν ἀφανεῖ, λεπτὴν καὶ ἄπιστον ἔχον τὴν ἐλπίδα, τὰ δὲ παρόντα στέρησις πόλεως καὶ κτημάτων καὶ διαίτης ἁπάσης τῆς πρότερον καὶ μηδὲ τὴν αὐτὴν πορεύεσθαι, μηδʼ ἐν ταυτῷ μετοικεῖν, ἀλλʼ ἀπεζεῦχθαι γονέας καὶ παῖδας καὶ γυναῖκας καὶ ἄνδρας, καὶ πάντα ἦν τὰ φρικωδέστατα ἀκοῦσαι, μὴ ὅτι ὑπομεῖναι· οὗ γε καὶ τῶν κυνῶν φασι τῶν χειροήθων ὠρυομένων πρὸς τὴν ἀπόλειψιν καὶ τῶν ἄλλων θρεμμάτων ἐφεπομένων ἄχρι
τῆς θαλάττης πολλὴν τὴν σύγχυσιν εἶναι. ταῦτα πάντα ὁρῶν καὶ ἀκούων ὁ πάντα καρτερώτατος ἠνείχετο—ἃ ποῖος Ὀδυσσεὺς ἀδακρυτὶ τὴν γυναῖκα ὁρῶν ῥᾳδίως ἂν ἤνεγκε; —καὶ παραλαβὼν αὐτοὺς ὥσπερ παῖδας ἐξῆγεν ἀτρεμιζούσῃ τῇ ψυχῇ καὶ τοῖς λογισμοῖς ἑστῶσιν, οὐ μόνον τοῖς ὀφθαλμοῖς, ὥσπερ εἰς πομπήν τινα αὐτοὺς ἐξάγων, ἢ κληρούχους, ἀλλʼ οὐκ ἄγων εἰς Σαλαμῖνα. οἱ δʼἐπείθοντο, καὶ καταλιπόντες ἱερὰ καὶ τάφους καὶ γῆν εἰς ἕνα ἑώρων Θεμιστοκλέα, παίδων καὶ γονέων καὶ τῶν τῆς φύσεως ἀναγκαίων ἐκεῖνον προκρίναντες, καὶ ὥσπερ τῆς ἱερᾶς ἀγκύρας τῆς ἐκείνου φωνῆς ἐχόμενοι. οὐκ ἂν τότε γʼ αὐτοὺς οὐδʼ Ὀρφεὺς ὡς ἑαυτὸν μετέστησεν. ἀλλὰ μὴν ἅ γʼ ἐν τῇ Σαλαμῖνι καὶ λέγων καὶ πράττων διετέλεσεν ἐν ἅπασιν ἤδη τοῖς Ἕλλησι πολιτευόμενος, καὶ ὅσας καὶ οἵας ἀφῆκε φωνὰς ὑπὲρ τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ ὁπόσους τινὰς ἄθλους διήνεγκε καὶ πράγμασιν οἵοις συνέσχετο, ὁπότε καὶ πείσειεν, ἐξ ἀρχῆς αὖθις αὖ περὶ τῶν αὐτῶν ἀγωνιζόμενος, καὶ τὴν συνουσίαν ἣν συνεγένετο Ἀριστείδῃ τῷ κατʼ ἐπωνυμίαν ἀρίστῳ τῶν Ἑλλήνων καὶ δικαιοτάτῳ, καὶ ὡς ἐφάμιλλα ὡμίλησαν, καὶ οὐ πολὺ δʼ ὕστερος ἦν τοῖς ἀμοιβαίοις, καὶ τὸ πάταξον μὲν, ἄκουσον δὲ ὑπὲρ πάντα Σωκράτη εἰρημένον πρὸς Εὐρυβιάδην καὶ μυρίʼ ἕτερα ἀπέραντον ἂν εἴη λέγειν. ὡς δʼ ἀντέλεγε μὲν οὐδεὶς αὐτῷ, παραμένειν δὲ οὐκ ἐτόλμων, ἀλλʼ ἐξεχέοντο ὑπὸ τοῦ δέους οἱ λόγοι καὶ ὁ δρασμὸς ἐνίκα καὶ πράγματα αἴσχιστα ἔμελλε συμβήσεσθαι, καὶ οὐχ ὅσον τὸ τῆς δουλείας, ἀλλʼ ἀποδρᾶναι πρῶτον, εἶτα δουλεύειν, καὶ πρότερον δούλους κακοὺς δόξαι τοῖς βαρβάροις ἢ δούλους γενέσθαι, τότε δὴ, τότε ὑπὲρ πάντας ἰατροὺς πρὸς ἀνάγκην καὶ πρὸς ἀηδίαν σώζοντας ἐπάγει τοὺς βαρβάρους
αὐτοῖς, ἀμφοτέρους ἐξαπατήσας, τοὺς μὲν ὡς κατʼ εὔνοιαν καλῶν, τοὺς δʼ ὡς οὐδὲν εἰδὼς τοῦ πράγματος· ὥσθʼ ὅ γʼ Ἀριστείδης χρηστὸς ἦν προσαγγέλλων αὐτῷ, καὶ λαβὼν αὐτοὺς καὶ τὸ τρίτον καταβαλὼν μέγιστον ἁπάντων, οἶμαι, πτωμάτων καὶ τελεώτατον, φυγάδα ἐκβάλλει Ξέρξην ἐξ ἐσχάτων ὅρων τῆς Ἀττικῆς, καὶ προσέτι γε φεύγειν εἰπών. ὁ δʼ ὥσπερ δεσπότῃ διακονῶν ἐχρῆτο ταῖς ἐντολαῖς, καὶ διώκειν τε κελεύοντι τοὺς Ἕλληνας ὑπήκουε καὶ φεύγειν προστάττοντος ἐπείθετο, καὶ πρὸς ᾔδει χάριν· καὶ πρότερον διδοὺς αὐτὸς τοῖς ἄλλοις κατὰ τῶν Ἑλλήνων ἐντολὰς, τότʼ ἀκούειν ἠναγκάζετο τῶν Ἑλλήνων ἑνὸς, καὶ ταῦτα τοῦ πάντων ἐχθίστου καὶ πολεμιωτάτου.
τοσοῦτον, ὡς ἔοικε, Θεμιστοκλεῖ περιῆν τοῦ διακονεῖν. οὐκοῦν ἐν μὲν οἷς ἀντὶ τῆς ἡσυχίας τὸν πόλεμον προῃρεῖτο, ἀνδρείας δεῖγμα ἐξέφερεν, ἐν οἷς δὲ ὑπὲρ τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους πολεμεῖν ᾑρεῖτο, ἀλλὰ μὴ
πρὸς τοὺς Ἕλληνας μετὰ τῶν βαρβάρων, ἅμα ἀνδρείας καὶ δικαιοσύνης, τοὺς μὲν ἐλάττους ἀντὶ τῶν πλειόνων καὶ μειζόνων, τοὺς δʼ οἰκείους ἀντὶ τῶν ἀλλοφύλων αἱρούμενος. καὶ μὴν τῷ μὲν εὑρίσκειν τὰ δέοντα καὶ προορᾶν καὶ μηδαμοῦ τῶν πραγμάτων ψευσθῆναι, ἀλλʼ ἄμεινον τῶν μάντεων τὸ μέλλον προλέγειν, σοφίας εἰκότως δόξαν ἠνέγκατο· τῷ δὲ μηδὲν ὧν γνοίη διαφθείρειν ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν, ἀλλʼ ἀεὶ σχολάζοντα τοῖς βελτίστοις ἑαυτὸν παρέχειν καὶ προσέχειν τοῖς λογισμοῖς τοῖς περὶ τῆς ἡγεμονίας, καὶ τῷ γε κατασχεῖν τοὺς Ἀθηναίους περὶ τῆς ἡγεμονίας, καὶ πᾶσι τούτοις οὐκ ἔνι δή που σωφρονεῖν, ὅστις μὴ τὰ πρῶτα ἐκείνῳ σωφροσύνης νέμει. ἆρά