Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ, βαρβάροις ἐπίχαρτος γενόμενος.
εἰ τοίνυν καὶ τοιαῦτα γέρα τοὺς τῶν ἠλευθερωκότων τὴν πόλιν ἐκγόνους λαμβάνειν εἰκὸς, ὥστʼ αὐτοὺς γίγνεσθαι δυνάστας καὶ βασιλέας ἀντὶ τῶν προτέρων ἐκείνων, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας ἅπαν τὸ τῶν Ἑλλήνων γένος οὐχὶ δίκαιον πρὸς τῷ μηδενὸς πλείονος ἀξιοῦν μηδʼ ἐλευθέρους τὸ κοινὸν ἐᾶν εἶναι δοκεῖν. εἰ δὲ δὴ καὶ τὸν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου δίκαιον βασιλέα ποιεῖσθαι, ἐὰν ἐθελήσῃ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους ἐλεῆσαι, καὶ ὅπως μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος, τούς γε οὐ μετὰ πολεμίων ταξαμένους, ἀλλὰ πρὸς τοὺς ἐξ ἁπάσης γῆς πολεμίους ἀντιταξαμένους, ποῦ θήσομεν, οἳ πρὸς τῇ σφετέρᾳ πατρίδι καὶ ἄλλοις πολλοῖς ὤρθωσαν τὰς πατρίδας, καὶ ἱερὰ καὶ τάφους διετήρησαν, καὶ οὔτε αὐτῶν οὐδεὶς βαρβάροις ἐπίχαρτος ἐγένετο οὔθʼ ἡ Ἑλλὰς διʼ αὐτούς; ἆρά γε φαῦλα ἢ φαύλης χάριτος ταῦτʼ ἄξια τοῖς ἀνδράσιν; εἶθʼ οὓς, εἰ δεῖ πείθεσθαι τοῖς Πλάτωνος λόγοις, τιμῶν ἀξιοῦν δεῖ καὶ πολὺ μειζόνων ἢ κατὰ τὰς συνήθεις, τούτους τοῖς Πλάτωνος λόγοις πεισθέντες κόλακας καὶ διακόνους καὶ τοῦ μηδενὸς ἀξίους προσεροῦμεν; οὐ μέντἂν δίκαια ποιοῖμεν.
τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι χρῆται μὲν τούτοις ἐν ἐλέγχῳ τοῦ κολακείαν εἶναι τὴν ῥητορικὴν, ὡς δὴ τούτους ὄντας ῥήτορας, πάλιν δʼ αὐτὸς αὐτοὺς ἀφίησι τῆς κολακείας. οὔκουν φησί γʼ αὐτοὺς ταύτῃ χρῆσθαι ἐν οἷς περὶ ὧν ἔπαθον λέγει. κἀν τούτοις οὖν ἀνάγκη θάτερον ἐψεῦσθαι. εἰ μὲν γὰρ ἡ ῥητορικὴ κολακεία, πάντως κόλακας δεῖ τούτους εἶναι, ῥήτοράς γε ὄντας, ὥς φησιν· εἰ δὲ
οὐδὲν οὗτοι κολακείᾳ προσήκουσι, ποῦ ῥητορικὴ κολακεία διὰ τούτους ἢ τί τούτων ἔδει τῶν παραδειγμάτων; ᾤμην δὲ οὐδὲ τοῦτο τῶν δικαίων εἶναι, τὰς προαιρέσεις τὰς ἐκείνων ἐξετάζοντας τὰς συμφορὰς αἷς ἐχρήσαντο ὑπολογίζεσθαι. οὐ γὰρ εἰ μὴ κατὰ νοῦν ἀπήλλαξαν, φαῦλοι γεγόνασιν, ἀλλʼ εἰ μὴ τὰ βέλτιστα ἐβουλεύοντο τοῖς πράγμασιν. ἐκεῖνο μὲν γάρ ἐστι τῆς τύχης κατηγορεῖν, τοῦτο δὲ τὴν γνώμην ἐλέγχειν. φέρε γὰρ σὺ πρὸς τὸ βέλτιστον, ὦ Πλάτων, προύστης Ἀθηναίων ἤ τινος ἄλλου δήμου τῶν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις; ἐκείνων φαίη τις ἂν ἡδέως. οὐκ ἔχοις ἂν εἰπεῖν· οὐδὲ γὰρ προύστης ὅλως. τί δὲ ὁ σὸς διδάσκαλος καὶ ἑταῖρος Σωκράτης; οὐδʼ οὗτος. τί δὲ Σπεύσιππος ἢ Χαιρεφῶν; οὐκ ἂν φαίης. πότερον οὖν ἔστι δῆμον καθάπαξ ἀποφῆναι χρηστὸν καὶ ἄμεμπτον καὶ δίκαιον, ἢ τοῦτο μὲν οὐδʼ ἐπʼ ἀνδρὸς οἷόν τε διισχυρίζεσθαι; καὶ μὴν εἰ μὲν ἐγχωρεῖ, τί παθὼν οὐκ ἀπέδειξας αὐτὸς, οὐδʼ
ἐπʼ αὐτῶν τῶν πραγμάτων ἐφάνης βελτίων πολίτης ἡμῶν; εἰ δʼ ἀμήχανόν ἐστι, τί προφέρεις ἡμῖν εἴ τι καὶ προσεκρούσαμεν, φαῖεν ἂν αὖθις ἐκεῖνοι, καὶ τί τῶν ἀδυνάτων αἰτεῖς εὐθύνας; τοσούτῳ γὰρ ἡμεῖς λυσιτελέστεροι σοῦ τῷ δήμῳ γεγόναμεν ὅσῳ σὺ μὲν οὔτε χεῖρον οὔτε βέλτιον οὐδὲν οὔτʼ εἶπας οὔτʼ ἔπραξας, ἀλλʼ ἀπώκνησας ἁπλῶς, ἡμεῖς δʼ ὅσον ἧκεν ἐφʼ ἡμᾶς οὐ καθυφείκαμεν, ἀλλʼ ὥσπερ χρημάτων εἰσφορὰν πλήρη τὴν ἀπὸ τῶν λογισμῶν καὶ τῶν λόγων παρεσχόμεθα τῇ πατρίδι, καὶ οὔτε πλῆθος τῶν τἀναντία ἐρούντων ὠκνήσαμεν οὔτʼ ἰσχὺν πλουσίων κατεδείσαμεν, οἷς ἀναγκαῖον ἦν τὸν ὑπὲρ τῶν κοινῶν πράττοντα προσκρούειν, οὔτε δικαστὰς οὔτε κινδύνους οὔτε τοὺς οἴκοι οὔτε τοὺς ἔξω πρὸς τοὺς πολεμίους οὔθʼ ὅλως τὰ τῆςτύχης καὶ τοῦ μέλλοντος ἄδηλα. ἃ φυγεῖν μὲν δή που ῥᾷον ἢ ὑποστῆναι παντί. τοῦτο δʼ εἰ πάντες ἐν ταῖς ἀνάγκαις λογίσαιντο, οἴχεται τὰ τῶν πόλεων πράγματα. ταῦτʼ ἂν, οἶμαι, φαῖεν, μετρίως, ὡς ἐγᾦμαι, λέγοντες. εἶεν. τί δʼ εἰ βελτίστους μὲν μὴ ἀπέφηναν καθάπαξ Ἀθηναίους, βελτίους δʼ ἔστιν ᾗ; τί δʼ εἰ μείζω καὶ περὶ τούτους καὶ περὶ ἄλλους ἐξήμαρτον ἂν, εἰ μὴ τοῖς ὑπʼ ἐκείνων λόγοις κατείχοντο; ἔπειτα τὸν μὲν ἰατρὸν φῂς λιμῷ ἂν ἀποθανεῖν, εἰ πρὸς τὸν ὀψοποιὸν ἀγωνίζοιτο ἐν παισὶν ἢ τοιούτοις ἀνθρώποις, οἳ μὴ δύνανται γνῶναι τἀληθές· εἰ δὲ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς πρὸς τὸ βέλτιστον ἄγοντες τὰ πράγματα ἔσθʼ ἃ καὶ προσέπταισαν, τοῦτο θαυμάζεις;
ἐνθυμοῦμαι δʼ ἔγωγε πῶς ἀνέχεσθαι χρὴ ὅτʼ
Ἀλκιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδʼ ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν, τούτους μὲν οὔ φασι δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νέους διέφθειρεν, οὐδʼ εἶναι τἀκείνων ἁμαρτήματα οὐδʼ ὁτιοῦν πρὸς Σωκράτη τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις· εἰ δʼ Ἀθηναίων δῆμος ἐν πολλοῖς καὶ μεγάλοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν Ἑλλήνων διεχείρισεν ἔσθʼ ἃ μὲν ὀρθῶς καὶ προσηκόντως ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστηκότας, ταῦτʼ ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι. καὶ Λεσβίους μὲν Τέρπανδρος οὐχ οἷός τʼ ἐγένετο πάντας ποιῆσαι μουσικοὺς, οὐδʼ Ἀρίων, οὐδʼ εἴ τις ἄλλος ἐν Λέσβῳ μουσικὴν ἐποιήσατο· εἰ δὲ Θεμιστοκλῆς καὶ Περικλῆς μὴ καθάπαξ ἐπαίδευσαν Ἀθηναίους τὴν πολιτικὴν ἀρετὴν, τοῦτʼ ἐκείνους, ὡς ἔοικεν, ἐλέγχει τοῦ μηδενὸς ἀξίους ὄντας, ὥσπερ ἂνεἴ τις καὶ θεῶν κατηγοροίη τοῖς αὐτοῖς λόγοις, ὅτι χρῆν αὐτῶν τὴν πρόνοιαν εἶναι τοιαύτην ὥστʼ ἀδικίαν καὶ ἀγνωμοσύνην ἀνελεῖν παντάπασιν ἐξ ἀνθρώπων καὶ μηδὲν ἁμαρτάνειν μηδένας ἀνθρώπων μηδαμῆ. νῦν δὲ πῶς ἢ προνοεῖν αὐτοὺς χρὴ νομίζειν, ὅταν μὴ παύωνται πλημμελοῦντες ὧν ἄρχουσιν ἢ μὴ δικαίως ὑπʼ ἐνίων ἀμελεῖσθαι; οὔκουν οἵ γʼ ἵπποι τοὺς μὲν οὐδεπώποθʼ ἁψαμένους αὐτῶν γνωρίζουσι προσβλέποντες, τοὺς δʼ ἐφεστῶτας
μισοῦσι καὶ φεύγουσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄνοις ἀπέδωκεν ἡ παροιμία, τὸν ξύοντα ἀντιξύειν· ἄνθρωποι δʼ ἄρα ὑπὸ θεῶν ἀγόμενοι θεοὺς οὐ νομίζουσιν, ἢ περὶ αὐτούς τι φαῦλον τοὺς θεοὺς λέγουσι καὶ πράττουσι. καὶ ὁ μὲν ἡνίοχος παραλαβὼν λακτίζοντας τοὺς ἵππους πραΰνει καὶ τιθασεύει καὶ τελευτῶν ἐπʼ αὐτῶν ἀσφαλῶς καὶ κατὰ πολλὴν ῥᾳστώνην εἶσιν ὅποι βούλεται· οἱ θεοὶ δὲ οὔπω καὶ νῦν ἐξῃρήκασιν ἐξ ἀνθρώπων ἀδικίαν ἐκ τοσούτου, καὶ ταῦτα ἐκ τοῦ παντὸς αἰῶνος πολιτευόμενοι, καὶ προσέτι εἰς ἑαυτοὺς ἁμαρτάνοντας ὁρῶντες ἔστιν οὓς αὐτῶν. ἀλλὰ μὴν ὅτε ταῦτα οὐδʼ ἂν εἷς ὑγιαίνων εἴποι σπουδῇ πλὴν ὡς ἡμεῖς νῦν εἰς ἔλεγχον λόγου, πῶς οὐ κομιδῆ Πλάτων συκοφαντεῖ; εἰ γὰρ ἃ μηδʼ οἱ θεοὶ πώποτε πεποιήκασι, μηδὲ παρʼ αὐτῆς τῆς Ἀθηνᾶς τῆς πολιάδος εἶχεν ἀπαιτῆσαι, ταῦτα παρὰ Θεμιστοκλέους καὶ Περικλέους ἀπαιτεῖ, αὐτὸν ἐρωτῶ πῶς οὐ συκοφαντεῖ. ἀλλʼ οἶμαι τὴν μὲν τοῦ δήμου φύσιν οὐκ ἠδυνήθησαν μεταποιῆσαι οὐδʼ ἀφανίσαι· ἔστι δʼ αὕτη μηδέποτε γενέσθαι πάντα χρηστὸν μηδʼ ἀναμάρτητον· ὅσα δʼ ἢ κινδυνεύοντας ἔδει προνοήσασθαι, ἐν οἷς ἅμα καὶ τῶν πολλῶν καὶ τῶν ἐπιεικῶν ἦν εὐεργέτας εἶναι, ἢ κατʼ ἐξουσίαν πράττοντας ἀπάγειν ἀπὸ τῶν δυσχερεστάτων ἀεὶ καὶ ὡς ἐλάχιστον τρέπειν τὰ τῆς φύσεως ἁμαρτήματα, ταῦτʼ οὐκ ἔστιν ὅπως οὐ παρὰ τούτοις ὄντα φανήσεται, καὶ ταῦτα πρὸς τῷ λόγῳ τῷ παρʼ ἡμῶν καὶ ταῖς ἀποδείξεσι Πλάτων αὐτὸς ἐπισφραγίζεται καὶ ἔστιν ἡμῖν κἀνταῦθαμάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεὶ καὶ τὸ λοιπὸν, ἐὰν αὐτὸς αὐτοὺς ἐπαινῶν ἐπιδειχθῇ. πῶς οὖν ἄν τις περιφανέστερον ἢ λαμπρότερον τοὺς ἄνδρας ἐπῄνεσεν ἢ ὡς οὗτος τὸν ἐπιτάφιον λόγον αὐτοῖς ποιήσας; ἐν ᾧ καὶ τοῖς ἄλλοις προξενεῖν φησι καὶ προμνᾶσθαι, εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι, κοσμήσαντας ἀξίως τῶν πραξάντων, λέγω δὴ τὰ τούτων ἔργα. τοῦτο γάρ ἐστι τὸ χαριέστατον, ὅτι καὶ πάντα τἄλλα παρεὶς καὶ παριδὼν ἐπʼ αὐτὰ τὰ τούτων ἴδια καὶ τὴν τούτων πολιτείαν ἐλήλυθεν, ὡς μάλιστα ἐκ τούτων ἐμφανιῶν τὴν τῶν τετελευτηκότων ἀρετὴν, μέγιστον μὲν θεὶς ἁπάντων τῶν ἔργων τὸ Μαραθῶνι, δεύτερον δὲ τὸ Σαλαμῖνι, κεφάλαιον δʼ ἐπιθεὶς ὡς τοῖς βαρβάροις ἐπέδειξαν ὅτι πᾶς πλοῦτος καὶ δύναμις ἀρετῇ ὑπείκει.
οὐκοῦν ὅτε τοὺς ταῦτα βουλευσαμένους καὶ πράξαντας ἐπαινεῖ, τὸν Θεμιστοκλέα καὶ τὸν Μιλτιάδην ἐπαινεῖ. οὗτοι γὰρ ἦσαν οἱ τούτων ἡγούμενοι. καίτοι πῶς οὐκ ἄτοπον ὧν τὰ ἔργα κοσμεῖ, τούτων τὴν πολιτείαν φαυλίζειν, καὶ ἃ τῆς τῶν πεισθέντων ἀρετῆς τίθεται δείγματα, ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ὑπάρχειν ἡγεῖσθαι; καὶ γὰρ ὅσοι μὲν ὑπὸ τῆς βουλῆς αἱρεθέντες ἐπὶ τοῦ πλήθους τοὺς ἐπιταφίους τούτους διεξέρχονται ἔχουσιν ἴσως ἀποφυγὴν ὡς ἐξ ἀνάγκης ἐκόσμησαν καὶ οὐκ ἄν τις πρᾶγμα ποιοῖτο τοὺς λόγους αὐτῶν· ὅστις δʼ ἐξεπίτηδες καὶ καθʼ ἑαυτὸν ἐποίησε περὶ αὐτῶν, εὔδηλον ὡς
οὐκ ἂν, εἰ μὴ καὶ αὐτοὺς ἀξίους λόγου καὶ τὰ ἔργα ἡγοῖτο. οὐ γὰρ κολακεύων γε Ἀθηναίους ταῦτα εἰρηκέναι φησὶν, οὐδʼ ἂν αὐτὸς λέγῃ πιστεύσομεν ἡμεῖς. εἰ γὰρ αὖλόγου χάριν καὶ δύναμιν δεικνὺς ἐνεχείρησε, πῶς ἔνεστιν αὐτῷ ῥητορικὴν ψέγειν ἐν ᾗ ταυτὸν ἦν; περὶ μὲν τοίνυν τούτων τῶν ἀνδρῶν οὕτω μεμαρτύρηκεν, ὅτι οὐ πρὸς τὸ χείριστον ἦγον τοὺς πολίτας, οὐδὲ τὰς ἐπιθυμίας αὐτῶν διετέλουν ἀποπληροῦντες, ἀλλὰ τοιούτων ἔργων ἡγεμόνες αὐτοῖς ἐγένοντο, ἃ καὶ Πλάτων οὐκ ἂν αἰσχυνθείη κοσμῶν, καὶ προστιθεὶς ἀρετὴν τοῖς εἰργασμένοις· οὐχ ὡς κατὰ Μίθαικον τὸν ὀψοποιὸν καὶ Θεαρίωνα τὸν ἀρτοποιὸν τὴν φύσιν γενομένων, ἀλλʼ ὡς χαλεπὸν τοῖς ἄλλοις καὶ εἰπεῖν πρεπόντως περὶ αὐτῶν. εἰς δὲ τὸν καθάπαξ λόγον πῶς αὖ καὶ ποῦ μαρτυρεῖ οὑτοσί; ἐν αὐτῷ Γοργίᾳ τούτῳ ἐν τοῖς Σωκράτους καὶ Καλλικλέους λόγοις. ἐλθὼν γὰρ ἐπʼ αὐτὸ τὸ λῦον τὸν λόγον καὶ φανερᾶς τῆς κρίσεως γενομένης σχίζεται περὶ αὐτὸ, καὶ ὁ μὲν οὕτως ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται ἀναμὶξ ὡδὶ πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως
οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον· εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν; οὐχ ἁπλοῦν ἔτι τοῦτο ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτό ἐστι διπλοῦν, τὸ μὲν ἕτερόν που τούτων κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δὲ ἕτερον καλόν. οὐκοῦν καὶ παρʼ ἡμῶν ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν καὶ μὴ ἀεὶ μὲν τὰ βέλτιστα λέγουσιν οἱ ῥήτορες, ἔστι δʼ ὅτε καὶ τὰ βέλτιστα, ἢ νὴ Δίʼ οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως λέγουσιν, ὁ κολακείαν ὁριζόμενος τὴν ῥητορικὴν εἶναι λόγος ἐν βραχεῖ λύεται. ἔτι τοίνυν σαφέστερον ἐπὶ τελευτῆς τοῦ διαλόγου τὸ πᾶν ἀποκαλύψας ἐκπέφαγκεν· οὐγὰρ ὑφʼ ἡμῶν γε ταῦτα παρεμβέβληται ἀλλὰ γὰρ, ὦ Καλλίκλεις, ἐκ τῶν αὐτῶν εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων. χαλεπὸν γὰρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι, ἐπεὶ καὶ ἐνθαδὶ καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἄν τις ἐπιτρέπῃ. εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ
εἰς τοὺς ἄλλους Ἕλληνας Ἀριστείδης ὁ Λυσιμάχου· οἱ δὲ πολλοὶ, ὦ ἄριστε, κακοὶ γίγνονται τῶν δυναστῶν. ἐνταῦθα τοσοῦτον αὖ περαιτέρω προβέβηκεν, ὅσον οὐ μόνον ὡς ἐγχωρεῖ γίγνεσθαι προσωμολόγηκεν, ἀλλὰ καὶ ἕνα γε αὐτὸς ὠνόμακε, γεγόνασι δὲ, φησὶ, καὶ ἕτεροι καὶ ἐνταῦθα καὶ ἄλλοθι. ἐγὼ τοίνυν ἀφαιρῶ τοῦτο τὸ καὶ ἕτεροι καὶ εἴ τις ἑτέρωθι· ὃν δὲ καὶ πάνυ ἐλλόγιμόν φησι γεγενῆσθαι καὶ οὐ μόνον εἰς τοὺς πολίτας, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, τοῦτον τίθημι μόνον. ἔγκειται μὲν γάρ που ταῦτα μεταξὺ τοῦ μύθου οὐκ ἀσκέπτως ἐμοὶ δοκεῖν οὐδὲ φαύλως οὐδὲ ὡς ἐξέπεσεν, ἀλλʼ ὅπως συγκρυφθείη τε ὡς δυνατὸν μάλιστα, καὶ εἴ τις εὑρὼν χρῷτο, μηδʼ αὐτὸς δοκοῖ παρελθεῖν, ἀλλʼ ἐνείη. οὕτω μέσην τινὰ τάξιν εὗρε, καὶ ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου τοῦ παντὸς ἃ θεὶς ἐν ἀρχῇ τοῖς ἐφεξῆς οὐκ ἔμελλεν ἔξειν οἶμαι χρῆσθαι. οὐ μὴν τούτου γε ἕνεκα καὶ ἡμᾶς παρήσειν, ἕως ἂν τοῦ γε αὐτοῦ καὶ περὶ τῶν αὐτῶν ὄντος τοῦ λόγου, προσθήσω δʼ ὅτι κἀν τοῖς αὐτοῖς τούτοις ἐνόντα φαίνηται. οὐκοῦν εἰ ὅτι μάλιστα ἕτερος μὲν ἐν τοῖς πᾶσι μήτʼ Ἀθήνησι μήτʼἄλλοθι μηδαμοῦ ῥήτωρ ἐλλόγιμος, μηδʼ ἔξω τῆς τοῦ κολακεύειν αἰτίας, γεγένηται δὲ εἷς Ἀθήνησι, τί μᾶλλον τό γε πρᾶγμα κακιστέον ὡς ἀναγκαίως φαῦλον; οὐ γὰρ εἰ ῥᾴδιον ἢ μὴ τῷ ὄντι γενέσθαι ῥήτορα προὔκειτο σκοπεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμεῖς, εἰ βούλει, μαρτυροῦμεν, κἂν εἰ τὴν Στέντορος φωνὴν κτησαίμεθα, φθεγξαίμεθʼ ἂν ὡς οὐ ῥᾴδιον, κἂν ὁ Νεῖλος, ὦ μακάριε, τοῖς ἑπτὰ στόμασιν εἰ λάβοι φωνὴν, ὥσπερ ὁ Σκάμανδρος κατὰ τὸν Ὅμηρον, ἀλλʼ εἰ δυνατὸν ἢ μὴ καὶ φύσιν ἔστʼ ἔχον συμβῆναι, τοῦτʼ ἦν ἐκ τοῦ λόγου. φέρε γὰρ πρὸς Διὸς, εἰ πρὶν Ἀριστείδην γενέσθαι, τοὺς κατὰ τῆς ῥητορικῆς λόγους τούτους ἐποιεῖτο, προθυμούμενος ἐκ παντὸς τρόπου δεικνύναι φαῦλόν τι καὶ φυγῆς ἄξιον, λέγων ὡς ἀδύνατον χρηστόν ποτε ἄνδρα ἢ δίκαιον γενέσθαι λόγων τοιούτων προσαψάμενον, οὐκ ἂν ἐψεύδετο; δηλοῖ τό γε Ἀριστείδην φανῆναι τοιοῦτον, εἴπερ μὴ ψευδῆ Πλάτων εἴρηκε περὶ αὐτοῦ. οὐκοῦν δεινὸν εἰ πρὶν μὲν Ἀριστείδην γενέσθαι προσδοκᾶν ἔδει γενήσεσθαί τινα
καὶ μὴ νομίζειν καθάπαξ ἀδύνατον, ἐπεὶ δʼ οὗτος ἐμφανὲς παράδειγμα ὑπάρχει, μήθʼ ὡς γενομένου τούτου μήθʼ ὡς ἐγχωροῦν ὅλως ἐγκαλεῖν. καὶ μὴν οὐδʼ ἐκεῖνο ἴσον, μὴ γενομένου μὲν ὅλως χρηστοῦ μηδενὸς τοῦτʼ ἂν ποιεῖσθαι τεκμήριον κατὰ τῆς ῥητορικῆς ὡς ἄφυκτον, ὁμολογουμένου δʼ ὑπʼ αὐτοῦ τοῦ κακῶς ἀγορεύοντος αὐτὴν καὶ γεγενῆσθαί τινας ἀξίους λόγου καὶ ἔσεσθαι, τοῦτο γάρ ἐστιν ὑπερφυὲς τὸ καὶ περὶ τῶν μελλόντων προλέγειν ὡς ἔσονται, εἶτʼ οἴεσθαι μηδὲν εἶναι πλέον. ἕτερον τοίνυν, ὅπερ ἐστὶν ἐκ τῆς τελευταίας ταυτησὶ μαρτυρίας, ὅτι καὶ πολλῷ μειζόνων εἶναι τοὺς τοιούτους ἐπαίνων ἀξίους προσωμολόγηκεν αὐτός. χαλεπὸν γὰρ, φησὶν, ὦ Καλλίκλεις, — οὐκοῦν καὶ ὦ Πλάτων—ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι. εἰ τοίνυν ῥητορεύειν μέν ἐστινἀδικεῖν δύνασθαι κατʼ αὐτόν σε, δυνατὸν δʼ ἐστὶ καὶ δικαίως διαβιῶναι ῥητορεύοντα, μεῖζον δὲ τεκμήριον δικαιοσύνης τὸ δυνάμενον ἀδικεῖν ἡσυχάζειν ἢ τὸ μὴ, πῶς οὐ πολὺ τῶν κολάκων ἀπέχουσιν οἱ τοιοῦτοι, οἵ γε καὶ τῶν ἀναγκαίως δικαίων τοσοῦτον προέχουσιν; ἔοικεν οὖν τὸ τοῦ Ὁμήρου συμβαίνειν
καί τι ἔπος προέηκεν ὅπερ τʼ ἄρρητον ἄμεινον.τὸν γὰρ Ἀριστείδην οὐ μόνον οὐ κακῶς εἰπεῖν δυνηθεὶς, ἀλλὰ καὶ διαφέροντα ἀναγκαίως θεὶς, καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους τοῦτο ὃ κατηγόρηκεν αὖθίς ἐστι διεφθορώς. ἀνδρῶν γὰρ ἂν εἴη τοῦτό γε ἤδη κατηγορεῖν, οὐ ψέγειν ῥητορικὴν, ὡς αἰτίαν τοῦ λέγειν ἢ πράττειν κακῶς. ὥσπερ τοίνυν αὐτὸς τὰ μὴ ἀναγκαῖα κατηγόρηκεν ἐκείνων, τί κωλύει καὶ ἡμᾶς αὖ τὰ μὴ ἀναγκαῖα ὑπὲρ αὐτῶν ἀντιθεῖναι; καίτοι διά γε τοῦτον ἐξ ἡμισείας ἀναγκαῖα. φανήσεται γὰρ οὐχ ἁπλῶς οὐδʼ ὡς νῦν μόνον δείκνυμεν εἰς τοὺς ἐναντίους λόγους ἐληλυθὼς αὐτὸς αὑτῷ, ἀλλὰ καὶ ἐξ ὧν ἐκείνους ᾐτίαται τοῦτον ἐπαινεῖν οὐκ ἔχων, ἢ εἴπερ ὀρθῶς ἐπαινεῖ τοῦτον, διʼ αὐτὸ τοῦτο οὐδʼ ἐκείνους ἔχων αἰτιάσασθαι. πῶς; ὅτι σύμβολον οἶμαι ποιεῖται τοῦ κακῶς Ἀθηναίων ἐκείνους προστῆναι τὸ παθεῖν αὐτοὺς ὑπʼ Ἀθηναίων κακῶς, ὡς οὐκ ἂν τούς γε βελτίους ὑπʼ αὐτῶν γενομένους ἁμαρτόντας εἰς τούτους ὑφʼ ὧν μηδʼ εἰς τοὺς ἄλλους ἁμαρτάνειν ἐπαιδεύθησαν. ταῦτα δʼ οὕτω
θεὶς καὶ ἡνιόχους καὶ τὰ τοιαῦτα ἐπεισαγαγὼν ἐνταυθοῖ τόν γε Ἀριστείδην οὐ μόνον οὐδὲν φλαῦρον εἴρηκεν, ἀλλὰ καὶ σαφῶς ἐξαίρετον τῶν ἄλλων πεποίηται. καίτοι εἰ τὸ παθεῖν κακῶς ὑπʼ Ἀθηναίων δεῖγμα τοῦ μὴ καλῶς Ἀθηναίων προστῆναί ἐστιν, οὐδʼ Ἀριστείδης προὔστη καλῶς·
οὐδὲ γὰρ οὗτος ἀθῶος δή που διέφυγεν, ἀλλʼ ἐξέπεσε, προσθήσω δʼ ὅτι οὗτός γε οὐδὲ ἐν δικαστηρίῳ δυστυχήσας ὥσπερ Μιλτιάδης καὶ Περικλῆς οὐδʼ ὑπὸ τούτων οἷς προσέκρουσεν ὑπὲρ τῶν πολλῶν, ἀλλʼ ἐξοστρακισθεὶς ὑπʼ αὐτοῦ τοῦ δήμου. οὐκοῦν εἰ μὲν μηδέν ἐστι τοῦτο σύμβολον κακίας, εἴ τις ῥήτωρ ἠτύχησε πρὸς τούτους ὧν προὐστήκει, οὔτε Μιλτιάδης οὔτε Θεμιστοκλῆς, οὐδʼ εἴ τις ἄλλος, ἅμα τʼ ἔπταισαν καὶ δικαίως ἂν φαῦλοι νομίζοιντο· εἰ δʼ ἐκεῖνοι τούτοις ἐξελέγχονται, τί κωλύει μηδʼ Ἀριστείδην ἐλλόγιμον μηδʼ ἔξω τῆς ἐκείνων αἰτίας τιθέναι; ὥστʼ οὐ μόνον τοῖς κατὰ ῥητορικῆς λόγοις, ἀλλὰ καὶ τοῖς ἰδίᾳ κατὰ τῶν ἀνδρῶν, ὅ γε Ἀριστείδης ὑπεναντίως ὑπʼ αὐτοῦ τιμηθεὶς ἐκείνοις οὓς κακίζει βοηθῶν φαίνεται, ὥσπερ ἐπεισόδιον παρὰ δόξαν προχωροῦν. ἔπειτʼ ἄγει τὸν κυβερνήτην, καὶ τίνος ἕνεκα, φησὶν, οὐ φρονεῖ μέγα οὐδὲ ἴσον τῷ ῥήτορι, σώζων ἐκ θανάτου καὶ οὗτος ἀνθρώπους καὶ αὐτοὺς καὶ χρήματα; ἐγὼ δὲ ὁρῶ μὲν κἀκεῖνο ὑπάρχον ἀντερωτῆσαι, τίνος οὖν ἕνεκα οὐδὲ αὐτὸς τῷ κυβερνήτῃ παραχωρεῖς; εἰ γὰρ φιλοσοφίας ἕνεκα ἀτίμως ὑπὸ τῶν πολλῶν ἀγομένης πλεῦσαι φῂς εἰς Σικελίαν τῷ Δίωνι βοηθὸς, οὐχ ἧττον ὁ κυβερνήτης ἐκεῖνον ἔσωζεν ὁ σὲ ἄγων, καὶ ταῦτα μέντοι διὰ τοῦ μεγίστου τῶν πελαγῶν, ἀλλὰ τοσούτῳ σοῦ πλέον εἰπεῖν ἔχει, ὅσῳ καὶ αὐτὸν τὸν μέλλοντα σώζειν τὸν Δίωνα ἔσωζεν. ἀλλʼ ἐῶ ταῦτα. ἀλλὰ πῶς οὐκ ἄτοπον ὡς ἀληθῶς, εἰ αὐτὸς μὲν ὁ κυβερνήτης μὴ ἀξιοῖ τὸ ἴσον φρονεῖν τῷ ῥήτορι μηδʼ