Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
καλῶς ἔχον ἐλθεῖν ἐπʼ αὐτόν; καίτοι εἴ γε τοὺς ἐχθροὺς καὶ οὓς καθʼ ὑπερβολὴν μισεῖ τις ἐατέον ἦν ἀδικοῦντας, καὶ ἡ ῥητορικὴ φαῦλον καὶ ἄχρηστον ἡ δίκην ποιοῦσα παρʼ αὐτῶν εἶναι λαμβάνειν καὶ μὴ ἐῶσα προχωρεῖν ὡς ἐπὶ πλεῖστον, χρῆν δήπουθεν αὐτὸν μάλιστα μὲν διακωλύειν τὸν Δίωνα, ἑταῖρόν γε αὐτοῦ καὶ μαθητὴν ὄντα, καὶ ὑπομιμνήσκειν ὧν ποτʼ ἤκουσεν, εἴπερ ἤκουσεν, εἰ δὲ μὴ, τότε ἐπὶ τῶν ἔργων διδάσκειν ὅτι χρὴ φέρειν σιγῇ καὶ σκοπεῖν ὅπως μὴ μόνον αὐτὸς στερήσεται τῆς πατρίδος καὶ τῶν αὑτοῦ ὑπὸ Διονυσίου, ἀλλὰ καὶ ἄλλοι πολλοὶ καὶ ταῦτα καὶ τοιαῦθʼ ἕτερα πείσονται διὰ τέλους καὶ μὴ διαλείψει πάντας ἀνθρώπους ἀδικῶν Διονύσιος· καὶ ὅπως γε μὴ μόνον Σικελίας ἔσται τύραννος, ἀλλὰ καὶ Καρχηδόνος καὶ Λιβύης, εἰ οἷόν τε, καὶ συμπάσης νὴ Δία τῆς γε Εὐρώπης, εἰ δέ τις εἴη μηχανὴ, καὶ τῆς Ἀσίας συνεύξασθαι· καὶ μὴ μόνον αὐτὸν μηδὲν ἐνθυμεῖσθαι περὶ καταλύσεως τοῦ τυράννου, ἀλλʼ ὅπως μηδʼ ἄλλος μηδεὶς ἐπιθήσεται μήτʼ ἐπʼ ἀναιρέσει μήθʼ ὥστʼ ἐκβαλεῖν, ἀλλὰ τοὐναντίον φυλακὴν τοῦ σώματος Διονυσίῳ φροντίσαι, ὅπως ἀθάνατος ᾖ πονηρὸς, καὶ πάντας πάντʼ ἀδικῶν ἐν ἅπασι τοῖς χρόνοις ἐν ἅπασι τοῖς κακοῖς ᾖ. μάλιστα μὲν ταῦτʼ ἐχρῆν προδιδάσκειν τὸν Δίωνα καὶ νουθετεῖν, εἴπερ
τούτοις τοῖς λόγοις ἐπίστευεν, εἰ δὲ μὴ, σκοπουμένῳ γε περὶ τιμωρίας μὴ συμπράττοντα φαίνεσθαι· ὃ πολλοῦ δεῖ ποιήσας, ἔργῳ μάρτυς ἡμῖν περὶ ὧν ἀπιστοῦμεν γεγένηται τοῦ μὴ ληρεῖν. βούλομαι τοίνυν αὐτὸν καὶ πανοικησίᾳ τρόπον τινὰ μαρτυροῦντα ἐπιδεῖξαι. ὁ γὰρ ἐν Ποτιδαίᾳ παραταττόμενος Σωκράτης καὶ πάλιν γʼ ἐπὶ Δηλίῳ καὶ τῆς τροπῆς συμβάσης ἀναχωρῶν, δῆλος ὢν παντὶ καὶ πάνυ πόρρωθεν ὅτι εἴ τις ἅψεται τούτου τοῦ ἀνδρὸς, μάλα ἐρρωμένως ἀμυνεῖται, πῶς οὐ σαφῶς οὑτοσὶ μαρτυρεῖ τοῖςἀδικεῖν ἐπιχειροῦσι μὴ δεῖν ἐπιτρέπειν; οὐδεὶς ἀντερεῖ δήπουθεν. οὐ γὰρ ἃ καὶ τελευτᾶν ὡραῖον ἤδη νομίζων εἶναι καὶ χαλεπὸν τὰς πολλὰς διαβολὰς ἐξελεῖν ἐκ πολλοῦ καὶ ὑπὸ πολλῶν συνειλεγμένας ὕστερον εἶπεν, οὐ ταῦτʼ ἐστὶν ἰσχυρὰ τεκμήρια τῆς ἐκείνου γνώμης, ἀλλʼ ἃ κωλύειν ἢ μὴ κύριος ὢν ἐφαίνετο ποιῶν. διὸ δὴ καὶ ἀσφαλῶς, φησὶν, ἀπῄει καὶ οὗτος καὶ ὁ ἑταῖρος· σχεδὸν γάρ τι τῶν οὕτω διακειμένων οὐδὲ ἅπτονται ἐν τῷ πολέμῳ, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. τουτὶ
γὰρ προσγέγονε πλέον ἐκ τούτων αὐτῷ, πάλιν σὺν τῷ Σωκράτει Πλάτωνος Πλάτωνα αὐτὸν συμμαρτυρῆσαι τῷ λόγῳ· τῶν οὕτω διακειμένων οὐ πάνυ τι ἅπτονται, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. δηλονότι κἀν ταῖς πολιτείαις τῶν μὲν οὕτω διακειμένων ὡς ἀμύνεσθαι οὐ πάνυ τι ἅπτονται οἱ τὰ τοιαῦτα τηροῦντες, τοὺς δʼ ὑπείκοντας διώκουσιν. ὥστʼ εἰ τοὺς ἐν τοῖς πολέμοις ἀνδρείους ἐπαινεῖν εἰκὸς, καὶ τοὺς ἐνταῦθα τοιούτους. ὥστʼ εἰ μηδὲ διʼ ἓν ἄλλο, διὰ τοὺς συκοφάντας ἡ ῥητορικὴ καλόν. καὶ μὴν εἰ μὴ θαρροῦσι τοὺς τοιούτους ἀδικεῖν, ἄμφω χρηστὰ συμβαίνει καὶ τοῖς ἄρτι λόγοις ἀκόλουθα, μήτʼ αὐτὸν ἀδικεῖσθαι μήθʼ ἕτερον ἀδικεῖν ἐᾶν. ὁ τοίνυν καὶ μέχρι τοῦ Βαβυλωνίου πεδίου Κύρῳ συνανιὼν Ξενοφῶν ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ στρατεύοντι ἀδικήσαντα πρότερον, πῶς οὐ καὶ οὗτος οἴκοθεν ὢν Πλάτωνι μάρτυς ἡμῖν ἐστιν εἰς τοὺς παρόντας τουτουσὶ λόγους; οὐ γὰρ ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς ἐν μὲν τοῖς ὅπλοις καὶ ὑπὲρ τῶν ἀλλοτρίων εἰκός ἐστιν ἀμύνεσθαι τοὺς ἀδικεῖνἐπιχειροῦντας, εἰ δέ τις λόγῳ ταυτὸν τοῦτο ποιοίη, φαυλίζειν, κἂν ὑπὲρ ὧν αὐτὸς πέπονθεν ἐπεξίῃ· οὐδέ γʼ ἐκεῖνο μᾶλλον οὐκ ἔστιν εἰπεῖν, ὡς τὸ μὲν τοῖς ὅπλοις ἀμύνεσθαι τοῖς ἐν τοῖς λόγοις βεβιωκόσι τῶν προσηκόντων ἐστὶ, τὸ δὲ αὐτοῖς τοῖς λόγοις ἀμύνεσθαι ἐν ἀλογίᾳ θετέον. οὐδʼ ἂν εἷς εἴποι ταῦτα. καὶ μὴν ὅσῳ κάλλιον φρόνησις
ἀνδρείας, τοσούτῳ ῥητορικὴ τῆς κατὰ πόλεμον εὐψυχίας. εἰ γὰρ δεῖ συνελόντα εἰπεῖν, οὐδέν ἐστιν ἄλλο ῥητορικὴ ἢ φρόνησις λόγων δύναμιν προσειληφυῖα, ὡς μὴ μόνον αὐτὸς ἔρδειν τὰ βέλτιστα, ἀλλὰ καὶ ἑτέρους πείθειν ἔχοι. ἡγοῦμαι μὲν τοίνυν καὶ ταῦτʼ ἔχειν πίστεις ἱκανὰς τῆς ἀληθείας, εἰ μὴ καὶ πλείους ἄρα τῶν ἱκανῶν.εἶμι δʼ ἐπʼ αὐτὸν ἤδη τὸν κολοφῶνα τῶν Πλάτωνος, ὡς ἄν τις εἴποι, ῥημάτων. οὐ γὰρ μόνον ἐξ ὧν ἐλέγχεται βούλομαι φανῆναι μαρτυροῦντʼ αὐτὸν, ἀλλὰ καὶ ὥσπερ ἂν εἰ παραστὰς αὐτὸς ἐμαρτύρει τῇ ἑαυτοῦ φωνῇ τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μήτε ἀδικεῖν ἄλλους μήτε ὑφʼ ἑτέρων αὐτοὺς ἀδικεῖσθαι. τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπὸν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον· καὶ οὐκ ἔστιν αὐτὸ τελέως ἔχειν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν. ἰοῦ ἰοῦ τῆς μαρτυρίας. τούτων ἐδεόμην. ταῦτα λέγει Πλάτων, ὁ τοῦ ἐπιγράμματος μετέχων καὶ διʼ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς. τελέως ἄρα, ὦ δαιμόνιε, ῥητορικὴ καλὸν καὶ οὐ πρὸς παντὸς οὔτε λαβεῖν οὔτε κεκτῆσθαι. φαίνει γὰρ καὶ σὺ τοῦτό γε συγχωρῶν, ὅτι ἐπὶ τῷ μὴ ἀδικεῖσθαι τέτακται. οὐκοῦν ὅτʼ ἀδικεῖν μὲν οὐκ ἐπηνάγκαζεν, ἀδικεῖσθαι δʼ οὐκ ἐᾷ, ὡς δʼ ἐκ τοῦ λόγου συνέβαινεν, οὐδέτερον τούτων ἐᾷ, οὔτʼ ἀδικεῖν οὔτʼ ἀδικεῖσθαι,
εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται. εἰ δʼ ἐξαρκεῖ τῇ φιλοσοφίᾳ μὴ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον· τὸ γὰρ
χαλεπώτερον κτήσασθαι καὶ μεῖζον ἤδη προστίθησιν, ὅπως μηδʼ αὐτὸς ὑπʼ ἄλλων ἀδικήσεται. πῶς οὖν τὸ αὐτὸ ἅμα μὲν τελέως ἀγαθὸν καὶ μέγιστον τῶν ἀγαθῶν, ἅμα δʼ ἔσχατον τῶν κακῶν καὶ κολακεία; καὶ πῶς ἐλάχιστον οἱ ῥήτορες δύνανται, εἴ γε οὗ παγχάλεπον κτήσασθαι δύναμιν, τοῦτʼ αὐτοῖς περίεστιν; ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν. εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι, κατὰ τὸν Πλάτωνος λόγον οἱ ῥήτορες, εἴ γε ὁ μὲν τελέως ἀγαθὸς εὐδαίμων, τὸ δʼ οὐκ ἔστι κτήσασθαι μὴ τελέως ἀγαθὸν γενόμενον. εἶτʼ ἐλέγχειν μὲν βούλεται ῥητορικὴν, κατηγορεῖ δὲ τῶν τυράννων καὶ δυναστῶν, τὰ ἄμικτα μιγνὺς, ὥσπερ ἂν εἰ ὁ Ἡρακλῆς, ἵλεως δʼ εἴη τῷ παραδείγματι, προσταχθὲν αὐτῷ τὸν ἐν τῇ Νεμέᾳ ἀνελεῖν λέοντα, εἶτʼ ὄνῳ συμπλακεὶς καὶ πνίγων τὸν λέοντα ἄγχειν ᾤετο καὶ τοῦθʼ ὅπερ προὔθετο πράττειν. τοσοῦτον δὲ λείπεται τὸ παράδειγμα ὅσον οὗτός γε οὐχ ἕτερον ἀνθʼ ἑτέρου ποιεῖ τοῦτον τὸν τρόπον τῷ λόγῳ χρώμενος, ἀλλὰ καὶ τοῖς ἐναντίοις περιπίπτει. τίς γὰρ οὐκ οἶδεν ὅτι ῥητορικὴ καὶ τυραννὶς τοσοῦτον ἀλλήλων κεχώρισται ὅσον τὸ πείθειν τοῦ βιάζεσθαι; ἀλλὰ μὴν ταῦτά γε οὐδείς ἐστιν ὅστις ἂν τὴν ἐναντίαν φύσιν εἰπὼν ἔχειν αἰσχυνθείη. ὥστʼ εἰ δεινὸν τὸ βιάζεσθαι καὶ πλεονεκτεῖν, τό γε πείθειν καὶ τοῦ δικαίου προεστάναι καλὸν καὶ προσῆκον. οὐκοῦν οὐχ οὕτω ῥητορικὴ κακὸν ὡς τυραννὶς, ἀλλʼ εἰ κακὸν ἡ τυραννὶς, ἡ ῥητορικὴ χρηστὸν ἐκ τῶν αὐτῶν· ἡ μὲν γὰρ βιάζεσθαι πανταχοῦ ζητεῖ, ἡ δὲ τὸ πείθειν τετίμηκεν. ὥσθʼ ὅμοιον ποιεῖ τούτοις ἐκεῖνό γʼ ἐλέγχειν νομίζων ὥσπερ ἂν εἴ τις τὸν ἐν τῇ νυκτὶ σκότονκαταμεμφόμενος καὶ τὰς ἄλλας ἀτοπίας τῆς ἡμέρας ἡγοῖτο κατηγορεῖν. καὶ τοτὲ μὲν κολακείαν εἶναί φησι τὴν ῥητορικὴν, πάλιν δʼ εἰς ταυτὸν τοὺς δυνάστας καὶ τοὺς ῥήτορας τίθησιν, οὐ μόνον οὐδέτερον προσὸν τῇ δυνάμει ταύτῃ λέγων, πρὸς δὲ τῷ μὴ προσεῖναι καὶ παντελῶς ἀλλότριον αὐτῆς, ἀλλὰ καὶ αὐτὰ τὰ ἐναντιώτατα δύο συντιθεὶς ἐγκλήματα. πῶς γὰρ ὁμοῦ μὲν κολακεύουσιν οἱ ῥήτορες, ὁμοῦ δʼ ἐν τοῖς δυνάσταις εἰσίν; οἱ μὲν γὰρ κόλακες οἱ μέγιστοι δή που καὶ τελεώτατοι αὐτῶν εἰσὶ τῶν τυράννων πάντη θεραπευταί· εἰσὶ δʼ, οἶμαι, καὶ τῶν τυχόντων τινές· ὥσθʼ ὅπερ δοῦλος πρὸς δεσπότην, τοῦτο κόλαξ πρὸς τύραννον συμβαίνει· οἱ δʼ αὖ τύραννοι τοσοῦτον ἀπέχουσι τοῦ κολακεύειν ὥστε βίᾳ πάντας ὠθοῦσι καὶ οὐδὲ τῶν μετρίων οὐδενός ἐστι παρʼ αὐτῶν τυχεῖν, μή τί γε δὴ τῆς ὑπὲρ τὸ προσῆκον θεραπείας· ὥσθʼ ὁ τύραννος μικροῦ δεῖν καὶ τὸ τοῦ δεσπότου μέτρον παρελήλυθε. κόλακος μὲν γὰρ οὐδέν ἐστι ταπεινότερον οὐδʼ ὅ τι μᾶλλον
ᾑρῆσθαι δουλεύειν, τυράννου δὲ οὐδὲν ἂν εἴποις ἀγριώτερον οὐδʼ ὅ τι μᾶλλον πρὸς τὸ δεσπόζειν ἐθέλειν ἐστίν. ὥστʼ εἰ μὲν κολακεία ἡ ῥητορικὴ, τὰ τῶν τυράννων ἐγκλήματα οὐ πρὸς αὐτήν ἐστιν, εἰ δʼ ὁμοῦ τῇ τυραννίδι, τὴν κολακείαν μεγάλοις τοῖς ὁρίοις παρελήλυθεν. οὐκοῦν τά γε ἕτερα πάντως ἤδη ψευδῆ. ἐμοὶ μὲν τοίνυν, εἰ καὶ μηδὲν ἔχοιμι χρηστὸν εἰπεῖν περὶ αὐτῆς, ἱκανὸν τοῦτο, εἰ δείκνυμι καὶ οὑτωσὶ μὴ τἀληθῆ λέγοντα· τῷ δὲ, εἰ καὶ θάτερα ὀρθῶς ἐγκέκληκε, περὶ τῶν ἑτέρων λόγος οὐ λείπεται. ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἅμα ἀμφότερα ὑπὸ τῶν αὐτὸς αὑτοῦ λόγων ἐλέγχεται συγκρουόντων, ὡς δʼ οὐδέτερον ὀρθῶς ἡμεῖς ἀρτίως ἐπεδείξαμεν, ἰδίᾳ μὲν ὡς οὐ κολακεία δείξαντες, πάλιν δʼ ὡς οὐ κοινωνεῖ τῇ τυραννίδι. πῶς οὖν οὐ τρὶς ἡττᾶται, τῷ τε τοῦ συναμφοτέρουλόγῳ καὶ τῷ καθʼ ἕτερον χωρίς; ταυτὸν δὲ ἡμῖν ἐν ἅπασι σώζεται. περί τε γὰρ ἀμφοτέρων ὁμοῦ τοῖς αὐτὸς αὑτοῦ λόγοις περιωθεῖται καὶ πάλιν καθʼ ἕτερον αὐτὸς αὖ μαρτυρεῖ, τῷ τε τὸ πείθειν φανῆναι τῶν χρησίμων ἕν τι παρʼ αὐτῷ καὶ τῷ τῶν βιαζομένων καὶ ὑβριζόντων
κατηγοροῦντα παρʼ ὅλον τὸν λόγον φαίνεσθαι. τοσοῦτον γὰρ ἡ ῥητορικὴ κεχώρισται δυναστείας ὅσον, εἰ καὶ τοῦτʼ εἰπεῖν δεῖ, Πλάτων Διονυσίου. ἔστι τοίνυν μαθεῖν καὶ παρʼ αὐτοῦ τοῦ πράγματος καὶ τῶν συμπεπτωκότων ὅσον τὸ διάφορον τούτων ἑκατέρου, καὶ καθʼ ὅσην τινα τὴν ἀνάγκην ἐστί. φανήσεται γὰρ οὔθʼ ὅπου ῥητορικὴ σώζεται τύραννος ἐγγιγνόμενος, μέχρι ἂν σώζηται λόγῳ, οὔτʼ αὖ ῥητορικὴ περιοῦσα ἔνθα τυραννὶς κρατεῖ, ἀλλʼ ὅ τε ῥήτωρ πάντα πράττων ὅπως μηδεὶς τύραννος ἐγγένηται τό τε αὑτοῦ καὶ τὸ κοινὸν ὁμοῦ προορῶν, ὅπως μηδεὶς αὐτὸν τὸ λόγῳ πείθειν παρελόμενος αὐτὸς ἄγῃ κατʼ ἀρχὴν τὰ πράγματα, οἵ τε τύραννοι σκοποῦντες καὶ φοβούμενοι τῶν πάντων οὐδὲν μᾶλλον ἢ μή τις ἐγγένηται λέγειν καὶ πείθειν δυνατὸς, ὅστις συναγαγὼν τὰ πλήθη καὶ σύμβουλος καὶ μηνυτὴς τοῦ προσήκοντος γενόμενος ὁμοῦ τῆς τε ἀρχῆς καὶ τῆς ἐξουσίας ἀκύρους καταστήσει. διόπερ τὴν ἔχθραν ἀλλήλοις ἀναγκαίως ἔχουσιν· ἡ γὰρ τῶν ἑτέρων σωτηρία καὶ δύναμις μὴ εἶναι τοὺς ἑτέρους ἐστὶ τὴν ἀρχήν. ὥστε πόσου ποτʼ ἂν πρίαιντο οἱ ῥήτορες, εἰ οἷόν τʼ εἰπεῖν, φανῆναί τινα ὥσπερ ἐν μάχῃ σφίσιν, ἢ Πλάτωνα λέγω, ἢ καὶ ὁντινοῦν ἐπίκουρον καὶ βοηθὸν, τὰ τῶν τυράννων κακὰ εἰς μέσον οἴσοντα καὶ δείξοντα καὶ μηδὲ νύκτωρ ἀνήσοντα λέγοντʼ αὐτοὺς κακῶς. σχεδὸν γὰρ ἤδη τοὺς τῆς ῥητορικῆς αὐτῆς ἀναλώσει καὶ δείξει λόγους ὁ ταῦτα δεικνὺς, καί τινα τρόπον οἴκοθεν τοῖς ῥήτορσιν ἡ βοήθεια ἀφίξεται. οἱ δʼ αὖ τυραννεῖν ἐπιθυμοῦντες πόσου ποτʼ ἂν πρίαιντο ἀπιστηθῆναι τὸ τῶν ῥητόρων ἔθνος ἐν ταῖς πόλεσι καὶ κόλακας καὶ μαγείρων οὐδὲν βελτίουςὑποληφθῆναι, τοὺς τῷ λόγῳ πείθειν ἐπιχειροῦντας, ἵνα μὴ μάτην ἡ παροιμία τὰς ἐρήμους τρυγᾶν ἀγορεύῃ. εἶθʼ ἃ τοῖς ἀδικεῖν ἐπιχειροῦσι λυσιτελεῖ, πῶς ταῦτα συγχωρητέον τοῖς τὰ δίκαια τιμῶσι; πῶς οὖν τἀναντία λέγουσιν ἀλλήλοις οἱ ῥήτορες; —ἔστι μὲν οὐκέτι τοῦτʼ ἐν τοῖς εἰρημένοις ὑπὸ Πλάτωνος, ὅμως δὲ ὑπὲρ τοῦ πανταχῆ διακαθᾶραι τὸν λόγον μηδὲ τοῦθʼ ἡμῖν ἀνεξέταστον ἀφείσθω, καὶ ταῦτʼ ἰσχυρότατον πάντων ὂν σχεδὸν ὡς ἐν ψεύδεσιν ὧν ἐκεῖνος εἴρηκεν. —ὅτι, οἶμαι, καὶ ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐν τοῖς λόγοις, αὐτὸ τοῦτο ὃ κἀγὼ νῦν πεποίηκα· ἀλλʼ οὐδὲν μᾶλλον ὅ γʼ ἐξ ἀρχῆς λόγος διαφθείρεται, ἐπεὶ καὶ οἱ φιλοσοφεῖν οὕτω λεγόμενοι οὐ τοῖς αὐτοῖς λόγοις ἅπαντες δή που χρῶνται, ἀλλὰ καὶ τοῖς ἐναντιωτάτοις ἀλλήλοις. ἀλλʼ οὐδὲν κωλύει κατὰ τοὺς τυγχάνοντας τῆς ἀληθείας φιλοσοφίαν εἶναι καλὸν, οὐ δή που διπλοῦν ἐστιν οὐδʼ ἐναντίον αὐτὸ ἑαυτῷ. πῶς οὖν ἂν φαίη τις; ἢ φιλοσοφεῖν ἀμφοτέρους φήσομεν τἀναντία λέγοντας; ἢ τὸ φιλοσοφεῖν εἶναι καλὸν οὕτως ὡς ἔφην; ἴδοις δʼ ἂν καὶ κυβερνήτας ἐναντία ἀλλήλοις ναυμαχοῦντας, ἀλλʼ ὅμως τῆς κυβερνητικῆς ἐστι σώζειν τὴν ναῦν. οὕτω τοίνυν καὶ ὅταν οἱ ῥήτορες ἐναντία ἀλλήλοις, ὡς ἄν τις φαίη, λέγωσιν, οὐ κωλύεται τὸ ἐξ ἀρχῆς κεφάλαιον τῆς ῥητορικῆς, ἀλλὰ τὸ συμβαῖνον τῷ λόγῳ χρὴ σκοπεῖν μεμνημένους ὧν ἕνεχʼ εὑρέθη. ὁ μὲν οὖν ὑπὲρ ῥητορικῆς λόγος οὗτος.
ἐπεὶ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καθήψατο καὶ Κίμωνος καὶ Περικλέους, οὐ πρὸς τὸ βέλτιστον φάσκων προστῆναι τῆς πόλεως, ἔστι μὲν οὐδὲν ἴσως κατεπεῖγον περὶ τούτων νῦν διαφέρεσθαι. οὗτοι μὲν γὰρ, εἰ δίκαια Πλάτων αὐτῶν κατηγόρηκε, δικαίως ἂν φαῦλοι νομίζοιντο· ῥητορικὴ δʼ, εἰ καὶ πάντων μοχθηροτάτους τούτους θείημεν, οὐδὲν μᾶλλον ἐλέγχεται. συγχωρούντων μὲν οὖν ἡμῶν ὅ γε ὑπὲρ ῥητορικῆς οὐκ ἀπόλωλε λόγος. εἰ δὲ δὴ καὶ περὶ τούτων ἐλέγχοιτο οὐ παντάπασιν εὐγνωμόνως τῷ λόγῳ κεχρημένος, πανταχῆ δειχθήσεται φιλονεικῶν. τοῦτʼ ἔστι προὔργου τὸ καὶ περὶ τούτων εἰπεῖν. φέρε δὴ πρὸς Διὸς, εἴ πως ἀναστάντες ἢ λαβόντες αἴσθησιν, ὥσπερ Πλάτωνι Δίων ὑπόκειται πρὸς Συρακοσίους λέγων, ταυτὶ πρὸς αὐτὸν εἴποιεν, ἡμεῖς, ὦ Πλάτων, ἄλλο μὲν οὐδὲν χρηστὸν τὴν Ἀθηναίων πόλιν εἰργασάμεθα· οὐ
γὰρ ἦμεν τῆς σῆς ἀρετῆς καὶ σοφίας ἐπιστήμονες, πάντα δʼ οὐ πᾶσιν οἱ θεοὶ διδόασιν· ἃ δʼ εἰς ἡμᾶς ἧκεν, εὔνοια, προθυμία, πίστις, ἀνδρεία, τὰ τοιαῦτα παρεσχόμεθα, ὥσθʼ ὑπερβολὴν ἑτέρῳ μὴ λιπεῖν, ἐν τοῖς τοιούτοις καιροῖς, ὦ Πλάτων, ἐν οἷς ἦν ἐν μὲν τῷ κρατεῖν ἅμα δόξα καὶ σωτηρία καὶ τὰ ἐκ τῶν εὐχῶν, ἡττηθέντας δὲ μηδʼ εἶναι τὸ παράπαν. λαβόντων δὲ ἡμῶν τούτους τοὺς λογισμοὺς καὶ τῶν θεῶν εὐμενῶς συναιρομένων ἐλευθέρα μὲν ἡ σὴ καὶ ἡμετέρα πατρὶς καὶ σώα καὶ ἀθῶος τῆς τῶν βαρβάρων ὕβρεως καὶ παρανομίας, ἐλευθέρα δὲ καὶ πᾶσα ἡ Ἑλλὰς, ἐξουσία δὲ καὶ σοὶ φιλοσοφεῖν καὶ τοῖς σοῖς ἑταίροις ἐγένετο καὶ πλεῖν ἐλευθέρως ὅποι ἐβούλεσθε καὶ ἔχειν ἡμῶν μνησθῆναι, καὶ ἔπειτα, εὔγνωμον δʼ ἦν, ὡς ἐπὶ τὰ βελτίω. ὡς εἰ τότε ἡμεῖς ἀπειπόντες παρεδώκαμεν ἡμᾶς αὐτοὺς τοῖς βαρβάροις ἀμαχητὶ, τίς ἂν ἡμῶν λόγος κατʼ ἀνθρώπους ἐγένετο; ἀλλʼ οὔτε αὐτοὶ τοιοῦτον οὐδὲν ἐπάθομεν οὔτε τοὺς ἄλλους ἠνεσχόμεθα, οὐδʼἐκολακεύσαμεν οὐδετέρους, οὔτε τὸν βασιλέα διʼ οὐδέτερον τούτων, ἢ φόβον, ἢ κέρδους ἐλπίδα, οὔτʼ αὖ τὸν δῆμον τῶν Ἀθηναίων. οὐ γὰρ ἦν, εἰ κολακεύειν ἐβουλόμεθα, αὐτοὺς σῶσαι, οὐδʼ ὅπως τι πρὸς ἡδονὴν ἀκούσονται
παρεδίδου τόθʼ ὁ καιρὸς, ἀλλὰ τοσοῦτον ἀπείχομεν τοῦ κόλακες τοῦ πλήθους εἶναι ὥστʼ οὐδὲ βουλομένοις ἡμῖν κολακεύειν ἐνῆν. ἀλλʼ οὔτε προῃρούμεθα οὔτʼ ἦν δυνατὸν οὔθʼ οὕτω τὴν Ἑλλάδα ἐσώσαμεν χαριζόμενοι καὶ ψυχαγωγοῦντες, ὥσπερ ὧν σὺ μέμνησαι τῶν κιθαρῳδῶν, ἀλλʼ ἐπεγείροντες, διδάσκοντες, αὐτοὶ παράδειγμα τοῖς ἄλλοις γιγνόμενοι τοῦ πῶς δεῖ καρτερεῖν ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ ταῖς ἀκμαῖς τῶν κινδύνων, τὴν ἡμετέραν αὐτῶν, εἰ συγχωρεῖς εἰπεῖν, ἀρετὴν ἐπιδεικνύμενοι. τί οὖν ἡμῖν προφέρεις κολακείαν καὶ διακονίαν, καὶ τοὺς ἰδίᾳ τροφεῖα μὴ ἐκτίνοντας φαύλους ἂν εἶναι συμφήσας αὐτὸς ἡμῖν οὐ καλὴν χάριν ἐκτίνεις τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ τροφῆς, ἣν σύ τε καὶ οἱ ἄλλοι διʼ ἡμᾶς ἐν ἐλευθερίᾳ τέθραφθε; εἰ ταῦτα λέγοιεν οἱ ἄνδρες, ποίους λαβυρίνθους σοφίας ἀνελίττων ἢ τί λέγων τῶν πάντων οἷός τε γένοιτʼ ἂν ἀντειπεῖν; πᾶσι τοίνυν προτέροις ἐστὶ λόγος πρὸς ταῦτα ἢ Πλάτωνι. διὰ τί; ὅτι ἐν αὐτοῖς τούτοις ἃ πρὸς τοὺς Δίωνος γέγραφεν ἑταίρους καὶ ἐν οἷς ὁ Δίων αὐτῷ τετελευτηκὼς ὑπόκειται λέγων ὡς ἔμπνους ἔνεστι ταυτὶ δεξάμενοι δὲ τοὺς τοιούτους νόμους, ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτʼ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέρον γένοιτο ἡμῖν πᾶσι μέσον τεμεῖν τοῖς τε φεύγουσιτῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν ἐρῶσι τυχεῖν· ὧν οἱ πρόγονοι τὸ μέγιστον ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστʼ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ
ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῆ οὐδαμῶς. ἡμῶν δέ γε οὐχ οἱ πρόγονοι, φαῖεν ἂν, ἀλλʼ ἡμεῖς αὐτοὶ τοῖς ἡμετέροις αὐτῶν ἔργοις καὶ βουλεύμασι καὶ λόγοις ἀπὸ τῶν βαρβάρων τοὺς Ἕλληνας ἐσώσαμεν, οὐ τὸ ἐν Σικελίᾳ κατοικοῦν μέρος αὐτῶν, ἀλλὰ τοὺς σύμπαντας καὶ τοὺς τῆς ἁπάσης οἰκουμένης τὸ ἕτερον μέρος νομισθέντας, ἐξ οὗ τότε τοῖς βαρβάροις ἀντάραντες ἐώσαντο, ὥστʼ ἐξεῖναί σοι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους, καὶ περὶ αὐτῶν ἡμῶν, ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῆ οὐδαμῶς. νῦν οὖν φησὶν ὁ Δίων τοῖς μὲν ἐλευθερία γιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος βασιλικὴ, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν. ἐπὶ δὲ τούτοις ξύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν υἱὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός· ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δὶς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε. δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταυτὸν κεκτημένον ὄνομα, υἱὸν δὲ Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου· ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀΐδιον ἀντὶ τυραννίδος ἐφημέρου καὶ ἀδίκου κτώμενος. τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲπατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ, βαρβάροις ἐπίχαρτος γενόμενος.
εἰ τοίνυν καὶ τοιαῦτα γέρα τοὺς τῶν ἠλευθερωκότων τὴν πόλιν ἐκγόνους λαμβάνειν εἰκὸς, ὥστʼ αὐτοὺς γίγνεσθαι δυνάστας καὶ βασιλέας ἀντὶ τῶν προτέρων ἐκείνων, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας ἅπαν τὸ τῶν Ἑλλήνων γένος οὐχὶ δίκαιον πρὸς τῷ μηδενὸς πλείονος ἀξιοῦν μηδʼ ἐλευθέρους τὸ κοινὸν ἐᾶν εἶναι δοκεῖν. εἰ δὲ δὴ καὶ τὸν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου δίκαιον βασιλέα ποιεῖσθαι, ἐὰν ἐθελήσῃ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους ἐλεῆσαι, καὶ ὅπως μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος, τούς γε οὐ μετὰ πολεμίων ταξαμένους, ἀλλὰ πρὸς τοὺς ἐξ ἁπάσης γῆς πολεμίους ἀντιταξαμένους, ποῦ θήσομεν, οἳ πρὸς τῇ σφετέρᾳ πατρίδι καὶ ἄλλοις πολλοῖς ὤρθωσαν τὰς πατρίδας, καὶ ἱερὰ καὶ τάφους διετήρησαν, καὶ οὔτε αὐτῶν οὐδεὶς βαρβάροις ἐπίχαρτος ἐγένετο οὔθʼ ἡ Ἑλλὰς διʼ αὐτούς; ἆρά γε φαῦλα ἢ φαύλης χάριτος ταῦτʼ ἄξια τοῖς ἀνδράσιν; εἶθʼ οὓς, εἰ δεῖ πείθεσθαι τοῖς Πλάτωνος λόγοις, τιμῶν ἀξιοῦν δεῖ καὶ πολὺ μειζόνων ἢ κατὰ τὰς συνήθεις, τούτους τοῖς Πλάτωνος λόγοις πεισθέντες κόλακας καὶ διακόνους καὶ τοῦ μηδενὸς ἀξίους προσεροῦμεν; οὐ μέντἂν δίκαια ποιοῖμεν.
τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι χρῆται μὲν τούτοις ἐν ἐλέγχῳ τοῦ κολακείαν εἶναι τὴν ῥητορικὴν, ὡς δὴ τούτους ὄντας ῥήτορας, πάλιν δʼ αὐτὸς αὐτοὺς ἀφίησι τῆς κολακείας. οὔκουν φησί γʼ αὐτοὺς ταύτῃ χρῆσθαι ἐν οἷς περὶ ὧν ἔπαθον λέγει. κἀν τούτοις οὖν ἀνάγκη θάτερον ἐψεῦσθαι. εἰ μὲν γὰρ ἡ ῥητορικὴ κολακεία, πάντως κόλακας δεῖ τούτους εἶναι, ῥήτοράς γε ὄντας, ὥς φησιν· εἰ δὲ
οὐδὲν οὗτοι κολακείᾳ προσήκουσι, ποῦ ῥητορικὴ κολακεία διὰ τούτους ἢ τί τούτων ἔδει τῶν παραδειγμάτων; ᾤμην δὲ οὐδὲ τοῦτο τῶν δικαίων εἶναι, τὰς προαιρέσεις τὰς ἐκείνων ἐξετάζοντας τὰς συμφορὰς αἷς ἐχρήσαντο ὑπολογίζεσθαι. οὐ γὰρ εἰ μὴ κατὰ νοῦν ἀπήλλαξαν, φαῦλοι γεγόνασιν, ἀλλʼ εἰ μὴ τὰ βέλτιστα ἐβουλεύοντο τοῖς πράγμασιν. ἐκεῖνο μὲν γάρ ἐστι τῆς τύχης κατηγορεῖν, τοῦτο δὲ τὴν γνώμην ἐλέγχειν. φέρε γὰρ σὺ πρὸς τὸ βέλτιστον, ὦ Πλάτων, προύστης Ἀθηναίων ἤ τινος ἄλλου δήμου τῶν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις; ἐκείνων φαίη τις ἂν ἡδέως. οὐκ ἔχοις ἂν εἰπεῖν· οὐδὲ γὰρ προύστης ὅλως. τί δὲ ὁ σὸς διδάσκαλος καὶ ἑταῖρος Σωκράτης; οὐδʼ οὗτος. τί δὲ Σπεύσιππος ἢ Χαιρεφῶν; οὐκ ἂν φαίης. πότερον οὖν ἔστι δῆμον καθάπαξ ἀποφῆναι χρηστὸν καὶ ἄμεμπτον καὶ δίκαιον, ἢ τοῦτο μὲν οὐδʼ ἐπʼ ἀνδρὸς οἷόν τε διισχυρίζεσθαι; καὶ μὴν εἰ μὲν ἐγχωρεῖ, τί παθὼν οὐκ ἀπέδειξας αὐτὸς, οὐδʼ
ἐπʼ αὐτῶν τῶν πραγμάτων ἐφάνης βελτίων πολίτης ἡμῶν; εἰ δʼ ἀμήχανόν ἐστι, τί προφέρεις ἡμῖν εἴ τι καὶ προσεκρούσαμεν, φαῖεν ἂν αὖθις ἐκεῖνοι, καὶ τί τῶν ἀδυνάτων αἰτεῖς εὐθύνας; τοσούτῳ γὰρ ἡμεῖς λυσιτελέστεροι σοῦ τῷ δήμῳ γεγόναμεν ὅσῳ σὺ μὲν οὔτε χεῖρον οὔτε βέλτιον οὐδὲν οὔτʼ εἶπας οὔτʼ ἔπραξας, ἀλλʼ ἀπώκνησας ἁπλῶς, ἡμεῖς δʼ ὅσον ἧκεν ἐφʼ ἡμᾶς οὐ καθυφείκαμεν, ἀλλʼ ὥσπερ χρημάτων εἰσφορὰν πλήρη τὴν ἀπὸ τῶν λογισμῶν καὶ τῶν λόγων παρεσχόμεθα τῇ πατρίδι, καὶ οὔτε πλῆθος τῶν τἀναντία ἐρούντων ὠκνήσαμεν οὔτʼ ἰσχὺν πλουσίων κατεδείσαμεν, οἷς ἀναγκαῖον ἦν τὸν ὑπὲρ τῶν κοινῶν πράττοντα προσκρούειν, οὔτε δικαστὰς οὔτε κινδύνους οὔτε τοὺς οἴκοι οὔτε τοὺς ἔξω πρὸς τοὺς πολεμίους οὔθʼ ὅλως τὰ τῆςτύχης καὶ τοῦ μέλλοντος ἄδηλα. ἃ φυγεῖν μὲν δή που ῥᾷον ἢ ὑποστῆναι παντί. τοῦτο δʼ εἰ πάντες ἐν ταῖς ἀνάγκαις λογίσαιντο, οἴχεται τὰ τῶν πόλεων πράγματα. ταῦτʼ ἂν, οἶμαι, φαῖεν, μετρίως, ὡς ἐγᾦμαι, λέγοντες. εἶεν. τί δʼ εἰ βελτίστους μὲν μὴ ἀπέφηναν καθάπαξ Ἀθηναίους, βελτίους δʼ ἔστιν ᾗ; τί δʼ εἰ μείζω καὶ περὶ τούτους καὶ περὶ ἄλλους ἐξήμαρτον ἂν, εἰ μὴ τοῖς ὑπʼ ἐκείνων λόγοις κατείχοντο; ἔπειτα τὸν μὲν ἰατρὸν φῂς λιμῷ ἂν ἀποθανεῖν, εἰ πρὸς τὸν ὀψοποιὸν ἀγωνίζοιτο ἐν παισὶν ἢ τοιούτοις ἀνθρώποις, οἳ μὴ δύνανται γνῶναι τἀληθές· εἰ δὲ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς πρὸς τὸ βέλτιστον ἄγοντες τὰ πράγματα ἔσθʼ ἃ καὶ προσέπταισαν, τοῦτο θαυμάζεις;
ἐνθυμοῦμαι δʼ ἔγωγε πῶς ἀνέχεσθαι χρὴ ὅτʼ
Ἀλκιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδʼ ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν, τούτους μὲν οὔ φασι δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νέους διέφθειρεν, οὐδʼ εἶναι τἀκείνων ἁμαρτήματα οὐδʼ ὁτιοῦν πρὸς Σωκράτη τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις· εἰ δʼ Ἀθηναίων δῆμος ἐν πολλοῖς καὶ μεγάλοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν Ἑλλήνων διεχείρισεν ἔσθʼ ἃ μὲν ὀρθῶς καὶ προσηκόντως ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστηκότας, ταῦτʼ ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι. καὶ Λεσβίους μὲν Τέρπανδρος οὐχ οἷός τʼ ἐγένετο πάντας ποιῆσαι μουσικοὺς, οὐδʼ Ἀρίων, οὐδʼ εἴ τις ἄλλος ἐν Λέσβῳ μουσικὴν ἐποιήσατο· εἰ δὲ Θεμιστοκλῆς καὶ Περικλῆς μὴ καθάπαξ ἐπαίδευσαν Ἀθηναίους τὴν πολιτικὴν ἀρετὴν, τοῦτʼ ἐκείνους, ὡς ἔοικεν, ἐλέγχει τοῦ μηδενὸς ἀξίους ὄντας, ὥσπερ ἂνεἴ τις καὶ θεῶν κατηγοροίη τοῖς αὐτοῖς λόγοις, ὅτι χρῆν αὐτῶν τὴν πρόνοιαν εἶναι τοιαύτην ὥστʼ ἀδικίαν καὶ ἀγνωμοσύνην ἀνελεῖν παντάπασιν ἐξ ἀνθρώπων καὶ μηδὲν ἁμαρτάνειν μηδένας ἀνθρώπων μηδαμῆ. νῦν δὲ πῶς ἢ προνοεῖν αὐτοὺς χρὴ νομίζειν, ὅταν μὴ παύωνται πλημμελοῦντες ὧν ἄρχουσιν ἢ μὴ δικαίως ὑπʼ ἐνίων ἀμελεῖσθαι; οὔκουν οἵ γʼ ἵπποι τοὺς μὲν οὐδεπώποθʼ ἁψαμένους αὐτῶν γνωρίζουσι προσβλέποντες, τοὺς δʼ ἐφεστῶτας
μισοῦσι καὶ φεύγουσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄνοις ἀπέδωκεν ἡ παροιμία, τὸν ξύοντα ἀντιξύειν· ἄνθρωποι δʼ ἄρα ὑπὸ θεῶν ἀγόμενοι θεοὺς οὐ νομίζουσιν, ἢ περὶ αὐτούς τι φαῦλον τοὺς θεοὺς λέγουσι καὶ πράττουσι. καὶ ὁ μὲν ἡνίοχος παραλαβὼν λακτίζοντας τοὺς ἵππους πραΰνει καὶ τιθασεύει καὶ τελευτῶν ἐπʼ αὐτῶν ἀσφαλῶς καὶ κατὰ πολλὴν ῥᾳστώνην εἶσιν ὅποι βούλεται· οἱ θεοὶ δὲ οὔπω καὶ νῦν ἐξῃρήκασιν ἐξ ἀνθρώπων ἀδικίαν ἐκ τοσούτου, καὶ ταῦτα ἐκ τοῦ παντὸς αἰῶνος πολιτευόμενοι, καὶ προσέτι εἰς ἑαυτοὺς ἁμαρτάνοντας ὁρῶντες ἔστιν οὓς αὐτῶν. ἀλλὰ μὴν ὅτε ταῦτα οὐδʼ ἂν εἷς ὑγιαίνων εἴποι σπουδῇ πλὴν ὡς ἡμεῖς νῦν εἰς ἔλεγχον λόγου, πῶς οὐ κομιδῆ Πλάτων συκοφαντεῖ; εἰ γὰρ ἃ μηδʼ οἱ θεοὶ πώποτε πεποιήκασι, μηδὲ παρʼ αὐτῆς τῆς Ἀθηνᾶς τῆς πολιάδος εἶχεν ἀπαιτῆσαι, ταῦτα παρὰ Θεμιστοκλέους καὶ Περικλέους ἀπαιτεῖ, αὐτὸν ἐρωτῶ πῶς οὐ συκοφαντεῖ. ἀλλʼ οἶμαι τὴν μὲν τοῦ δήμου φύσιν οὐκ ἠδυνήθησαν μεταποιῆσαι οὐδʼ ἀφανίσαι· ἔστι δʼ αὕτη μηδέποτε γενέσθαι πάντα χρηστὸν μηδʼ ἀναμάρτητον· ὅσα δʼ ἢ κινδυνεύοντας ἔδει προνοήσασθαι, ἐν οἷς ἅμα καὶ τῶν πολλῶν καὶ τῶν ἐπιεικῶν ἦν εὐεργέτας εἶναι, ἢ κατʼ ἐξουσίαν πράττοντας ἀπάγειν ἀπὸ τῶν δυσχερεστάτων ἀεὶ καὶ ὡς ἐλάχιστον τρέπειν τὰ τῆς φύσεως ἁμαρτήματα, ταῦτʼ οὐκ ἔστιν ὅπως οὐ παρὰ τούτοις ὄντα φανήσεται, καὶ ταῦτα πρὸς τῷ λόγῳ τῷ παρʼ ἡμῶν καὶ ταῖς ἀποδείξεσι Πλάτων αὐτὸς ἐπισφραγίζεται καὶ ἔστιν ἡμῖν κἀνταῦθαμάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεὶ καὶ τὸ λοιπὸν, ἐὰν αὐτὸς αὐτοὺς ἐπαινῶν ἐπιδειχθῇ. πῶς οὖν ἄν τις περιφανέστερον ἢ λαμπρότερον τοὺς ἄνδρας ἐπῄνεσεν ἢ ὡς οὗτος τὸν ἐπιτάφιον λόγον αὐτοῖς ποιήσας; ἐν ᾧ καὶ τοῖς ἄλλοις προξενεῖν φησι καὶ προμνᾶσθαι, εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι, κοσμήσαντας ἀξίως τῶν πραξάντων, λέγω δὴ τὰ τούτων ἔργα. τοῦτο γάρ ἐστι τὸ χαριέστατον, ὅτι καὶ πάντα τἄλλα παρεὶς καὶ παριδὼν ἐπʼ αὐτὰ τὰ τούτων ἴδια καὶ τὴν τούτων πολιτείαν ἐλήλυθεν, ὡς μάλιστα ἐκ τούτων ἐμφανιῶν τὴν τῶν τετελευτηκότων ἀρετὴν, μέγιστον μὲν θεὶς ἁπάντων τῶν ἔργων τὸ Μαραθῶνι, δεύτερον δὲ τὸ Σαλαμῖνι, κεφάλαιον δʼ ἐπιθεὶς ὡς τοῖς βαρβάροις ἐπέδειξαν ὅτι πᾶς πλοῦτος καὶ δύναμις ἀρετῇ ὑπείκει.
οὐκοῦν ὅτε τοὺς ταῦτα βουλευσαμένους καὶ πράξαντας ἐπαινεῖ, τὸν Θεμιστοκλέα καὶ τὸν Μιλτιάδην ἐπαινεῖ. οὗτοι γὰρ ἦσαν οἱ τούτων ἡγούμενοι. καίτοι πῶς οὐκ ἄτοπον ὧν τὰ ἔργα κοσμεῖ, τούτων τὴν πολιτείαν φαυλίζειν, καὶ ἃ τῆς τῶν πεισθέντων ἀρετῆς τίθεται δείγματα, ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ὑπάρχειν ἡγεῖσθαι; καὶ γὰρ ὅσοι μὲν ὑπὸ τῆς βουλῆς αἱρεθέντες ἐπὶ τοῦ πλήθους τοὺς ἐπιταφίους τούτους διεξέρχονται ἔχουσιν ἴσως ἀποφυγὴν ὡς ἐξ ἀνάγκης ἐκόσμησαν καὶ οὐκ ἄν τις πρᾶγμα ποιοῖτο τοὺς λόγους αὐτῶν· ὅστις δʼ ἐξεπίτηδες καὶ καθʼ ἑαυτὸν ἐποίησε περὶ αὐτῶν, εὔδηλον ὡς
οὐκ ἂν, εἰ μὴ καὶ αὐτοὺς ἀξίους λόγου καὶ τὰ ἔργα ἡγοῖτο. οὐ γὰρ κολακεύων γε Ἀθηναίους ταῦτα εἰρηκέναι φησὶν, οὐδʼ ἂν αὐτὸς λέγῃ πιστεύσομεν ἡμεῖς. εἰ γὰρ αὖ