Orationes 44
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
εἰ μὲν οὕτως εἶχον, ὦ ἄνδρες Ῥόδιοι, τὸ σῶμα, ὡς ἐγώ τε ἂν ἐβουλόμην καὶ ὑμεῖς συνεύξεσθε, αὐτὸς ἂν ὑμῖν διαβὰς εἰς λόγους ἦλθον πολλῶν ἕνεκα· ἐπεὶ δʼ ἴσως καὶ πρὸς ὑμᾶς ἀφῖκται λόγος ὡς διακείμεθα, ὑπὲρ μὲν τῶν κατʼ ἐμαυτὸν τοῖς θεοῖς ἐπιτρέπω, διʼ οὓς καὶ εἰς τοῦτον ἐσώθην τὸν χρόνον· πρὸς δὲ ὑμᾶς ὑπόλοιπον ἦν πέμψαι τὸ βιβλίον, καὶ τοῦτον τὸν τρόπον συγγενέσθαι τὴν πρώτην. εἰκότως δʼ ἂν οὐ περίεργος νομιζοίμην ἐν πατρίδος μοίρᾳ τὴν πόλιν ὑμῶν ἄγων. Ἑλλήνων τε γὰρ οὐκ εἰς ἐσχάτους δοκοῦντα τελεῖν παντὸς τοῦ Ἑλληνικοῦ κήδεσθαι νομίζειν αὑτῷ προσήκειν οὐ μάταιος ὁ λογισμὸς, τῶν τε πρὸς ὑμᾶς ἰδίᾳ μοι δικαίων ὑπαρχόντων οὐδʼ ὑμεῖς ἐπιλέλησθε· ἀνθʼ ὧν καὶ λέγειν καὶ πράττειν ὁτιοῦν ἀξιῶν
ὑπὲρ ὑμῶν δικαίως ἂν συγγνώμης τυγχάνοιμι. ὃν μὲν οὖν τρόπον διετέθην ἐπὶ τῇ περὶ τὸν σεισμὸν συμφορᾷ καὶ ὁποῖόν τινα ἐμαυτὸν παρέσχον τοῖς πρεσβεύσασιν ὑμῶν εἰς Αἴγυπτον κατʼ ἐκείνους τοὺς χρόνους, παρʼ αὐτῶν κάλλιστʼ ἂν πύθοισθε. ἀγγελλομένων δέ μοι πολλῷ δεινοτέρων, εἰ οἷόν τε εἰπεῖν, τῶν νῦν, ὅτι ἀπιστεῖτε ὑμῖν αὐτοῖς καὶ διῄρησθε καὶ ταραχὰς οὐ προσηκούσας ὑμῖν ταράττεσθε, οὔθʼ ὅπως χρὴ πιστεύειν οὔθʼ ὅπως ἀπιστεῖν εἶχον. οἵ τε γὰρ ἀγγέλλοντες ὑμέτεροι πολῖται καὶ τἄλλα τῶν ἀξιοπίστων καὶ καθʼ ὑμῶν τὸ παραδέξασθαι
ῥᾳδίως τοιαύτας αἰτίας οὐκ ἐνῆν. εἰ μὲν οὖν περιῆν Τέρπανδρος ὁ Λέσβιος, ἐκεῖνον ἂν ὑμῖν συνευξάμην ἐλθεῖν· ἐπεὶ δὲ λόγῳ ψιλῷ δεῖ πείσαντα καταστήσασθαι τὰ πράγματα, ἐμαυτοῦ τὸ ἀγώνισμα ποιοῦμαι. πρῶτον μὲν οὖν ἐκεῖνο ἐνθυμήθητε ὅτι ὑπὲρ μὲν ἄλλου τινὸς πράγματος οἷόν τέ ἐστι καὶ τοὺς ἐναντίους λόγους διελθεῖν, ὑπὲρ δὲ τῆς ὁμονοίας οὐδεὶς πώποτε ἠμφισβήτησε τὸ μὴ οὐ μέγιστον εἶναι τῶν ἀγαθῶν ταῖς πόλεσιν. ἀλλʼ ὑπὲρ μὲν τῶν πολιτειῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς νομίμων χωρὶς ἕκαστοι φρονοῦσι, τὸ δʼ ἐν ἁπάσῃ τῇ πολιτείᾳ μηδὲν ἐναντιώτερον εἶναι στάσεως μηδʼ ὅ τι μᾶλλον τοῖς καθεστηκόσι λυμαίνεται, τουτὶ δʼ ὡσπερεὶ μιᾷ φωνῇ νενίκηκε. καίτοι πῶς οὐκ ἄτοπον περὶ αὐτοῦ μὲν τούτου πάντας συμφρονεῖν, ὡς καλὸν ἡ ὁμόνοια καὶ σωτήριον, ταύτης δὲ ἀμελήσαντας ἐρίζειν ἀλλήλοις ἀξιοῦν, καὶ ταῦτα ἀνήνυτα, καὶ τὰ μηδενὶ τῶν ἄλλων Ἑλλήνων ἢ βαρβάρων ἀγνοεῖν ἔχοντα καλῶς, ταῦτα ἐκφυγεῖν Ῥοδίους;οὐ μὴν οὐδʼ εἰδέναι μὲν φάσκειν, ἑκόντας δὲ ὀλιγωρεῖν τῆς σωτηρίας ἀνθρώπινον. ἥδιστα δʼ ἄν μοι δοκῶ τοῦτʼ ἐπιτιμηθῆναι, ὡς ἀρχαῖα λέγων καὶ οὐδʼ ὁτιοῦν καινὸν εὑρηκώς. πῶς γὰρ οὐκ ἄτοπον τῷ μὲν λέγοντι μέμφεσθαι ὡς λίαν γνώριμα καὶ παλαιὰ καὶ πᾶσι δοκοῦντα συμβουλεύει, αὐτοὺς δὲ μὴ τολμᾶν χρῆσθαι τοῖς οὕτω φανεροῖς, ἀλλὰ μὴ μόνον πρὸς αὑτοὺς στασιαστικῶς ἔχειν, ἀλλὰ καὶ παντὶ τῷ μέχρι τούτου χρόνῳ διαφέρεσθαι; ἐγὼ δʼ οὔτε τὸν σύμβουλον οὔτε τοὺς χρωμένους ἡγοῦμαι τοῦτο δεῖν σκοπεῖν, τὸν μὲν ὅπως ἐρεῖ ταῦτα ἃ μηδεὶς,
τοὺς δʼ ὅπως ἀκούσονται ταῦθʼ ἃ μὴ πρότερον, ἀλλʼ ὅ τι μέλλει κοινῇ συνοίσειν, τοῦτο καὶ λέγειν προαιρεῖσθαι. οὐδὲ γὰρ ἐν ταῖς τοῦ σώματος χρείαις τοῦθʼ ἡμῶν ἕκαστος ἐσπούδακεν, ὅπως τι καινὸν ἀκούσεται, ἀλλʼ οὗτος ἄριστος ἰατρὸς ὅστις ἂν ὑγιεῖς ποιεῖν ἐπίστηται· οὐδʼ ἔσθʼ ὅστις ὑμῶν ἀγανακτήσει, ἐὰν διὰ τῶν αὐτῶν σωθῆ διʼ ὧν τις ἤδη καὶ πρότερον. οὐ μὴν ἀλλʼ ἔγωγε βουλοίμην ἂν ὥσπερ κἀνταῦθʼ ὑμῖν ἔχειν ἡγοῦμαι χαρίσασθαι τῷ τι καὶ πλεῖον ἂν εἰπεῖν ὧν οἱ πρὸ ἡμῶν τοῖς ὁμοίοις ἐγκεχειρηκότες, οὕτως καὶ ὑμᾶς ὑμῖν αὐτοῖς ἐθελῆσαι χαρίσασθαι καὶ μὴ μόνον τὸν χρόνον τοῦτον ὃν νῦν ἀκροᾶσθε τούτου τοῦ λόγου ταὐτὰ φρονῆσαι περὶ τῶν λεγομένων, [ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα]—πείσεσθε γὰρ σαφῶς αὐτῷ, εὖ οἶδα ἐγὼ τὴν ὑμετέραν δεξιότητα καὶ φιληκοΐαν—ἀλλὰ καὶ περὶ τῶν πρὸς ὑμᾶς αὐτοὺς μιᾷ γνώμῃ τὸ λοιπὸν χρῆσθαι καὶ τὴν ἔργῳ πίστιν ὡς ἥσθητε τῷ λόγῳ προσθεῖναι. οἶμαι δὲ ἅπαντας ἂν ὑμᾶς συμφῆσαι, ὥσπερ τῶν ἐν τοῖς δικαστηρίοις λόγων τούτους ἀληθεστάτους ἡγεῖσθε, ὧν ἂν πλεῖστοι καὶ γνωριμώτατοι μάρτυρες ὦσιν, οὕτως καὶ τῶν εἰς συμβουλὴν ἡκόντων οἷς ἂν πλεῖστοι καὶ σπουδαιότατοι μάρτυρες ὦσι, τούτοις μάλιστα χρῆναι πιστεύειν. τοῦτο τοίνυν εἰς Ὅμηρον τὸν κοινὸν τῶν Ἑλλήνων σύμβουλον καὶ προστάτην ἀνενέγκατε, ὃς ἐποίησε τὸν σοφώτατον τῶν τότε Ἑλλήνων τῇ Ναυσικάᾳ συνευχόμενον ἔτʼ οὔσῃ κόρῃ ἄνδρα τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσαι τοὺς θεοὺς αὐτοῖς·
καίτοι μὴ νομίζετε ἑτέρως μὲν ἂν μίαν οἰκίαν καλῶς οἰκῆσαι, ἑτέρως δʼ ἂν πόλιν τὴν πᾶσαν, ἀλλʼ εἰ μία τῶν καθʼ ἕνα ἐστὶν οἰκιῶν σωτηρία τὸ ταὐτὰ φρονεῖν, πολὺ μᾶλλον τὰς πόλεις οὕτω δεῖν ἔχειν, ὅσῳ μιᾶς μὲν οἰκίας διαστάσης εὐκόλως ἴασις εὑρίσκεται, πόλεως δὲ οὐδʼ εὑρεῖν ῥᾳδία γίγνεται· καὶ μιᾶς μὲν οἰκίας εὖ τε καὶ χεῖρονοὐ μὲν γὰρ τοῦδε κρεῖσσον καὶ ἄρειον,
- ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
- ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
- χάρματα δʼ εὐμενέτησι· μάλιστα δέ τʼ ἔκλυον αὐτοῦ.
πραττούσης μικρὸν ὄφελος τοῖς ἅπασι, κοινῇ δὲ εὐθενοῦντας καὶ τοῖς ἰδίοις οἴκοις ἄμεινον πράττειν εἰκός ἐστιν. εἰ τοίνυν καὶ τοῖς μέλλουσιν οἰκήσειν οἰκίαν ἤδη συνεύχεσθαι καιρὸν ἡγεῖτο ὁ σύμβουλος περὶ τῆς ὁμονοίας, ἦ που τούς γε ἐκ παλαιοῦ πόλιν οἰκοῦντας καὶ ταύτην οὕτως ἐπιφανῆ πάντα τἄλλα δεύτερα τούτου νομιστέον αὐτοῖς.
εἶεν. τριχῆ γὰρ δὴ διαστησώμεθα, καὶ θεωρήσαντες μίαν οἰκίαν ἐκ πόλεως πρῶτον, εἶτα εἰς ἄνδρα ἕνα ἀναβῶμεν τῷ λόγῳ καὶ σκεψώμεθα ποῖός τις ᾧ τις οὐκ ἂν αἰσχύναιτο ὁμοιούμενος. ἀλλʼ ἐνταῦθα καὶ μάλιστʼ ἂν κατίδοιμεν τὸ διαπεφευγὸς τῆς ὁμονοίας ἀγαθόν. τίς γὰρ οὕτως ἔξω τοῦ φρονεῖν ἢ τίς οὕτως ἄπειρος τῶν ἐν τῇ φύσει ὅστις ἂν τὸν εἰκῆ καὶ ῥᾳδίως μεταβαλλόμενον καὶ μηδέποτε ἐν ταὐτῷ μένοντα μηδὲ ἃ γνοίη φυλάττοντα τοῦ διὰ τέλους χρηστοῦ καὶ βεβαίου προέλοιτʼ ἂν εἰς χρῆσιν; οἷον τίς ἂν ἢ κηδεῦσαι τῷ τοιούτῳ πρὸ τοῦ ἑτέρου βούλοιτο, ἢ συμβαλεῖν, ἢ συσκηνῶσαι, ἤ τι τῶν πᾶσι
κοινῶν, ὁπόσαι πράξεις κατʼ ἀνθρώπους μετασχεῖν, ὅστις μηδʼ αὐτὸς οἶδεν ὃ βούλεται, ἀλλʼ ὥσπερ Εὔριπος ἄνω καὶ κάτω φέρεται, πολεμῶν καὶ στασιάζων αὐτὸς ἑαυτῷ; οὐκοῦν ὅ γʼ ἐναντίος τούτῳ νικᾷ πᾶσι τοῖς κριταῖς, ὅστις ἁπλοῦς, γενναῖος, ἀψευδὴς, ταὐτὰ γιγνώσκων περὶ τῶν αὐτῶν, ὁμονοῶν ὡς οἷόν τε μάλιστα αὐτὸς αὑτῷ. πῶς οὖν οὐκ ἄτοπον δυοῖν ἀνδροῖν ὑποκειμένοιν, τοῦ μὲν κατὰ τὴν στασιάζουσαν πόλιν, τοῦ δὲ ὡς δεῖ τὴν ὁμονοοῦσαν ἔχειν, τὸν μὲν ὡς ἀνίατον κακίζοντας, τῷ δὲ ὡς ἀρίστῳ τιθεμένους μὴ διασώσασθαι τὸ εἰκὸς, ἀλλʼ ᾧ τις ἀπεύξαιτʼ ἂν μὴ συντυχεῖν, πῶς χρὴ τοῦτον εἰς τὰ κοινὰ φανῆναι μιμουμένους; καὶ μὴν οὐδὲν ὄνειδος τοῖς ἰδιώταις οὕτως προσήκει φεύγειν ὡς πόλει κοινῇ. ὅσῳ γὰρ μεῖζον τὸ σχῆμα καὶ ὅσῳ πλείους οἱ συνεισόμενοι, τοσούτῳ μᾶλλον καθαρεύειν ἁπάντων εἰκός ἐστι τῶν αἰσχρῶν. χωρὶς δὲ τούτων οὐδὲ ὁ κίνδυνος παραπλήσιος. ἰδιώτης μὲν γὰρ οὐχ ἑστὼς τὴν γνώμην οὐδὲν μᾶλλον αὐτόχειρ αὑτοῦ γίγνεται, ἀλλʼ ὅσον δοκεῖν εἶναι φαῦλος, τοσοῦτον ζημιοῦται· πόλις δὲ διεστῶσα πρῶτον μὲν διπλῆν φέρεται τὴν ἄνοιαν,ἔπειθʼ ἃ ποιεῖ πάσχουσα ἀναφαίνεται, καὶ τὴν δίκην ἐπʼ αὐτῶν δίδωσι τῶν πραγμάτων. ἅ μοι δοκεῖ καὶ Ἡσίοδος προορώμενος τὰς ἔριδας πάσας πόρρωθεν κωλύειν, ἥτις μὴ πρὸς ἔργον παρακαλεῖ· εἰκότως. οὐ γάρ ἐστιν οὐ σίδηρος, οὐ χαράκωμα, οὐχ ὅπλον οὐδὲν φοβερὸν ταῖς πόλεσιν, ἂν εὖ φρονεῖν ἐθέλωσι μόνον· ἀλλὰ καὶ ταῦτα ὑπὸ
τῆς ἀνοίας καθʼ αὑτῶν ἰσχυρὰ ποιοῦσιν οἱ πολλοί. τὰ μὲν τοίνυν ἄλλα παροφθέντα ἐπίκαιρον ποιεῖ τὴν ζημίαν καὶ οὐ πάσαις ταῖς ψήφοις ἡμάρτηται, τὸ δʼ ἐπʼ ἀλλήλους τρέπεσθαι καὶ τὴν ἐπὶ τῇ κοινῇ σωτηρίᾳ κατοικίαν γενομένην ταύτην διαλύοντας καὶ διασπῶντας τὰ αὑτῶν εὖ τίθεσθαι νομίζειν ἑκάστους ἐξαίρει πᾶσαν ἀνθρώπων ἄνοιαν· τοσοῦτον ὑπερβάλλει.καὶ μὴν οὐδὲ Σόλωνος ἔξω τοῦ καιροῦ ποιεῖν ἄν μοι δοκῶ μνησθεὶς, ἄλλως τε καὶ οὗ νόμων καὶ πολιτείας ἐξετασμός. ἐκεῖνος τοίνυν ἐν τοῖς ἐλεγείοις διεξιὼν περὶ τῶν αὑτῷ πεπολιτευμένων ἐπὶ τούτῳ μάλιστα πάντων σεμνύνεται, τῷ καταμῖξαι τὸν δῆμον πρὸς τοὺς δυνατοὺς, ὅπως ἂν μιᾷ γνώμῃ τὴν πόλιν οἰκῶσι, μηδέτεροι πλεῖον ἰσχύοντες ἢ κοινῇ συμφέρει. καίτοι τοῦτʼ ἐστὶν οὐ μόνον προτρέποντος εἰς ὁμόνοιαν, ἀλλὰ καὶ δεικνύντος ὅπως αὐτὴν κτᾶσθαι προσήκει. καὶ τί δεῖ καθʼ ἑκάστους λέγειν; οὐ γάρ ἐστιν οὐ ποιητὴς, οὐ νομοθέτης, οὐ ῥήτωρ, ὅστις ὡς ἔπος εἰπεῖν ἄλλοθέν ποθεν ἄρχεται, οὐδʼ ἄλλο τι πρεσβεύει τῆς πρὸς ἀλλήλους φιλίας καὶ πίστεως· εἰκότως καὶ ἀναγκαίως. εἰ γὰρ τῶν συμμάχων οὗτοι πιστότατοι καὶ ἀναγκαιότατοι οἵτινες ἂν τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζωσιν, ἦ που σφᾶς γε αὐτοὺς ὡς ἐχθροὺς προσορᾶν
οὐ σωτήριον. τίσι γὰρ καὶ χρῆσθαι τῶν ἔξω δυνατὸν τοὺς αὑτοῖς οὐκ ἔχοντας; γνοίη δʼ ἄν τις καὶ τῇ προσηγορίᾳ τεκμαιρόμενος, μόνον γοῦν τοῦτο νόσημα πόλεως κέκληται. καίτοι πῶς οὐκ ἄτοπον τῶν μὲν ἐν τοῖς σώμασιν ἀρρωστημάτων, ἃ μέρει τινὶ λυμαίνεται, τοσαύτην πρόνοιαν ἔχειν ὥστε τάχιστα παύεσθαι, τῶν δὲ ἀπολλύντων δημοσίᾳ τὰς πόλεις μὴ τὴν ταχίστην ἀπαλλαγὴν ζητεῖν,ἀλλʼ ὅπως ὅτι πλεῖστα γενήσεται, καὶ τῶν μὲν ἀκουσίων ἀποτροπὰς αἰτεῖν τοὺς θεοὺς, οἷον λιμοῦ καὶ λοιμοῦ καὶ τῶν τοιούτων, ἃ δὲ μείζω μὲν τούτων κακοῖ, τῷ δʼ εὖ φρονεῖν ἔστι θεραπεῦσαι, ταῦτα μὴ βούλεσθαι; πότερον οὖν οὐδʼ εὔχεσθαι φήσετε ὑπὲρ τῆς ὁμονοίας; τί ποτʼ οὖν ἄλλο ὑμῖν αὐτοῖς ἀγαθὸν συνεύξεσθε; ἀλλὰ νὴ Δία τοῦτό γε ποιεῖν προθύμως; οὐκοῦν ἄτοπον τοὺς μὲν θεοὺς ἐνοχλεῖν, αὐτοὺς δὲ μὴ βούλεσθαι πράττειν ἅ γʼ ἐφʼ ὑμῖν εἶναι δοκεῖ τοῖς θεοῖς αὐτοῖς; καὶ μὴν εἴ γε τοῖς σώμασιν αὗται βαρύταται τῶν νόσων καὶ πλείστης δέονται τῆς ἐπιμελείας αἵτινες ἂν τῶν ἐντὸς ἅψωνται, πῶς οὐ καὶ πόλει ταῦτʼ εἶναι τῶν ἀτυχημάτων ἔσχατα χρὴ δοκεῖν ὑφʼ ὧν εἴσω φθείρεται; ἢ πολεμίους μὲν εἴσω τείχους παρελθόντας φοβερωτέρους κρίνομεν, αὐτοὺς δὲ ἐν μέσῃ τῇ πόλει πολεμεῖν ἀλλήλοις μικρόν τι νομιοῦμεν εἶναι; καὶ μὴν οὐδʼ ἐκεῖνον ἀποδέξομαι τὸν λόγον, ὡς ἄρα στάσις ἐμφύλιος τοσούτῳ πολέμου χαλεπώτερον, ὅσῳ πόλεμος εἰρήνης. ὁρῶ γὰρ πόλεμον μὲν εἰρήνης πολλάκις αἱρετώτερον συμβαίνοντα, στάσιν δὲ ὁμονοίας οὐδέποτε. πολεμήσασι μὲν γὰρ ἤδη πολλοῖς συνήνεγκε καὶ εἰς χρημάτων κτῆσιν καὶ πρὸς δόξαν καὶ πρὸς ἰσχὺν καὶ πάνθʼ ὅσʼ ἂν εἴποι τις, στάσει δὲ καὶ μίσει πρὸς ἀλλήλους χρώμενοι οὐδένες πώποτε τῶν ὄντων ἀγαθῶν ἀπώναντο, τοσοῦτον ἀπέσχον τοῦ
προσκτήσασθαί γε ἕτερα. συνελόντι δʼ εἰπεῖν εἰρήνης μὲν ὑπαρχούσης τοσούτῳ χεῖρον στασιάζειν ἢ πολεμεῖν ἐπαρθῆναι, ὅσῳ χεῖρον ἑαυτοὺς κακῶς ποιεῖν ἢ ἑτέρους. ἐν πολέμῳ δὲ τὸ αὐτὸ τοῦτο τοσούτῳ χεῖρον, ὅσῳ πόλεμος εἰρήνης. καὶ μὴν οὐ νῦν μὲν δοκεῖ, πρότερον δʼ οὐκ ἐδόκει τῶν κακῶν ἔσχατον εἶναι. τοσούτῳ γὰρ μετριώτερον στάσεως ἡ τυραννὶς, ὅσῳ πρῶτον μὲν κουφότερον εἷς κακῶς ποιῶν πόλιν ἢ πάντες κύκλῳ, ἔπειτα ἐλευθερῶσαι μὲν πόλιν ὥστε στασιάζειν οὐδεὶς πώποτʼ εὖ φρονῶν ἠξίωσεν, ὑπὲρ δὲ τοῦ μὴ στασιάζειν τυράννους ἤδη τινὲς ἐξεπίτηδες ἐστήσαντο. καὶ μετὰ μέν γε τυράννου καὶ νόμους θεῖναι τῶν νομοθετῶν αὐτῶν ἤδη τινὲς εἶπον προσφέρειν,στάσει δʼ ἢ συστῆναι τὸ πρῶτον ἢ συμμεῖναι πολιτείαν οὐδενὶ πώποτʼ ἔδοξεν ἐγχωρεῖν. καὶ μὴν τυραννούμεναι μὲν τῶν πόλεων ἤδη τινὲς εἴς τε μέγεθος καὶ κατασκευὴν ἐπέδοσαν, στάσει δὲ οἵτινες οὐκ ἐφθάρησαν οὐκ ἂν ἔχοιμεν εὑρεῖν. καίτοι πῶς εἰκὸς τοῖς μὲν τοὺς τυράννους ἀποκτιννύουσι δωρεὰς προειρηκέναι, τοῖς δὲ τὰς στάσεις καταλύουσι μηδὲ ὅσον πείθεσθαι βούλεσθαι;
ὑμεῖς τοίνυν σεμνύνεσθε ὡς ὄντες ἐλεύθεροι καὶ τὴν δημοκρατίαν οὕτως ἐπαινεῖτε ὥστε μηδʼ ἂν ἀθάνατοι δέξαισθε γενέσθαι, εἰ μή τις ὑμᾶς ἐπὶ ταύτης ἐάσει μένειν τῆς πολιτείας. καίτοι πῶς οὐκ ἄλογον αὐτὴν μὲν οὕτω τιμᾶν, ταύτῃ δʼ ἐπηρεάζοντας μὴ θέλειν συνεῖναι, καὶ μοναρχίαν μὲν εἴ τις κατασκευάζοιτο, πικρῶς ἂν ἔχειν, ὃ δὲ τούτου τοσούτοις ὅσοις εἶπον δέδεικται χαλεπώτερον, τοῦτʼ αὔξειν ἑκόντας, καὶ μηδʼ ἐκεῖνο δύνασθαι λογίσασθαι ὡς οὐκ ἔστιν ὅπως, εἰ ταῦθʼ οὕτω πρόεισιν, οὐ
κινδυνεύσετʼ ἀποστερηθῆναι τῆς δοκούσης ταύτης ἐλευθερίας· κἂν μὴ ἑκόντες ἐπιστρέψητε, ἄλλος ἀφίξεται ὅστις ὑμᾶς σώσει πρὸς βίαν. ὡς οὔτʼ ἀγνοεῖν τὰ τοιαῦτα τοῖς ἄρχουσι θεσμὸς οὔτʼ ἐν μηδενὶ ποιεῖσθαι λόγῳ. ὥστε εἰ μηδενὸς ἄλλου χάριν, τοῦ γʼ ὄντες ἐλεύθεροι ποιεῖν ὅ τι βούλεσθε, τῶν νυνὶ τούτων ἀπόστητε, ἵνα μὴ φοβῆσθε ἅμα ὅσον νῦν θαρρεῖτε καὶ μὴ φιλοτιμίαν ἀρχαίαν ἀποβάλητε. ἔστι δὴ τοῦ παρεληλυθότος χρόνου τοῦτʼ ἀπολαύειν, παραδείγμασι τοῖς γνωριμωτάτοις χρωμένους εἰς τὰ παρόντα, καὶ ταῦτα πρὸς μὲν ἄλλους τινὰς διεξιέναι μειρακιῶδες ἂν ἦν ἴσως, πρὸς δὲ ὑμᾶς καθαρῶς ὄντας Ἕλληνας καὶ τεθραμμένους ἐκ παίδων ἐν τούτοις οὐκ ἄχρηστον. τοῦτο μὲν τοίνυν εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ἀποβλέψατε, ὁμόφυλον ὑμῖν οὖσαν, ἣ μέχρι μὲν ἐστασίαζεν, οὐδεμιᾶς τῶν προσοίκων βελτίων ἦν, ἀλλὰ καὶ πολεμοῦσα ἡττᾶτο, ὡς λέγεται, τὰ πολλά· ἐπεὶ δὲ κατέστη διὰ τῶν Λυκούργου λόγων καὶ νόμων, ἡγεῖτο τῶν Ἑλλήνων καὶ κατὰ πόλεις καὶ κοινῇ. αὖθις δὲ τὸ τῶνἈθηναίων θεωρήσατε, οἳ στασιάζοντες μὲν οὔτε σφίσιν αὐτοῖς οὔτε ἑτέροις ἠδύναντʼ εἶναι χρήσιμοι, ἐπεὶ δὲ τῶν τυράννων ἀπαλλαγέντες ὡμονόησαν πρὸς ἀλλήλους, οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τὴν Ἑλλάδα ἠλευθέρωσαν ἐν τοῖς μεγίστοις καιροῖς. παραλαβόντες δὲ τὴν ἀρχὴν, ἕως μὲν μίαν γνώμην εἶχον, ἀντεῖχον μικροῦ δεῖν ἅπασιν ἀνθρώποις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἐπεὶ δὲ διέστησαν, τὰ μὲν τείχη κατέσκαψαν, τὰς δὲ ναῦς παρέδωκαν. καὶ τοῦτο τοσοῦτον ἀτύχημα ἀτυχήσας ὁ δῆμος ἐκπεσὼν καὶ κατελθὼν αὖθις, ἐξὸν αὐτῷ τιμωρήσασθαι τοὺς ἐπαναστάντας καὶ πρὸς οὓς παρετάξαντο, ὁμονοεῖν εἵλετο, τὴν κοινὴν τῆς πόλεως σωτηρίαν προτέραν τῶν ἰδίων
ἐγκλημάτων ποιησάμενος. καὶ γάρ τοι πάλιν εἰς τὰ πράγματʼ εἰσῆλθε, καὶ προὔστη τῶν Ἑλλήνων σχεδὸν ἐν μέρει πάντων. τοσοῦτον κακὸν ἡ στάσις ταῖς πόλεσι καὶ τοσοῦτον ἀγαθὸν τὸ θέλειν ὡς τάχιστα παύσασθαι. εἰ δὲ δεῖ καὶ τῶν ὑμετέρων προγόνων Ἀργείων ἀναμνησθῆναι, λέγεται καὶ τούτους ταραχθέντας ἐν ἀλλήλοις, Ἀθηναίων πρέσβεων ἀφικομένων ὡς αὐτοὺς καὶ διδαξάντων ὡς αὐτοὶ τὰ σφέτερʼ αὐτῶν ἔθεντο, ὑπακοῦσαι καὶ τὴν στάσιν ἐκποδὼν ἀνελόντας πάλιν εἰς ταυτὸν ἐλθεῖν. νῦν τοίνυν, ὦ ἄνδρες Ῥόδιοι, παρὰ πασῶν τῶν πόλεων τούτων χρὴ νομίζειν πρεσβείαν κοινὴν ἥκειν ὡς ὑμᾶς ἐπὶ τὰς διαλύσεις προκαλουμένην, προηγορεῖν δὲ ἡμᾶς συνδεομένους ἃ νομίζομεν πάντη βέλτιστα ὑμῖν εἶναι. καὶ μὴν οὐ ταυτόν γε τοῖς Ἀθηναίοις ὑμᾶς ποιῆσαι δεῖ οὐδὲ τοῖς ἐφʼ ὑμᾶς δανεισαμένοις συνεκτῖσαι τάλαντα ὅσα δὴ σημεῖον τῆς πίστεως, ἀλλʼ ἀζήμιος ἡ σωφροσύνη πρόκειται τούτων τε ὧν εἶπον ἐνθυμουμένοις καὶ μηκέτʼ εἰς πόλιν μίαν ἢ δευτέραν βλέπουσιν, ἀλλʼ εἰς τὰ κοινὰ τῶν Ἑλλήνων πράγματα καὶ πάσας τὰς πόλεις τὰς Ἑλληνίδας, αἷς οὔτε φάλαγγες ὁπλιτῶν ἐναντίον οὔθʼ ἱππέων πλῆθος οὔτʼ ἄλλʼ οὐδὲν τῶν δοκούντων εἶναι φοβερῶν, ἀλλʼ ἡ κατʼ ἀλλήλων στάσις καὶ ἀπιστία καὶ τὸ μήτε κοινῇ ταυτὸν φρονεῖν μήτʼ αὖ καθʼ ἑκάστους ὑγιαίνειν αἴτιον τῆς τοσαύτης μεταβολῆς ἐγένετο. καὶ μηδεὶς ὑμῶν ἐν ἀδείᾳποιείσθω τὸ τοὺς καιροὺς ἑτέρους εἶναι, ἀλλʼ ἐκεῖνο
κοινὸν ἐνθυμείσθω κατὰ πάσης στάσεως ὅτι τῶν παρόντων ἀγαθῶν ἀεὶ πέφυκεν ἀποστερεῖν. χωρὶς δὲ τούτων, ὦ ἄνδρες Ῥόδιοι, καὶ ἡ συμφορὰ μείζων, εἰ τοιούτων καιρῶν ἐν οἷς φόβος μὲν οὐδεὶς οὐδὲ κίνδυνος, εὐδαιμονίας δὲ ἀπολαύειν ὁπόσης τις βούλεται πάρεστι, τὸ ἐπιβάλλον ἐφʼ ὑμᾶς μέρος ὥσπερ θεωρικοῦ προήσεσθε ἐξεπίτηδες. μέχρι μὲν γὰρ διειστήκει τὰ τῶν Ἑλλήνων, εἰκὸς ἦν συνοίσειν καὶ τοὺς μὲν ταῦτα, τοὺς δὲ ἐκεῖνα ὑμῶν αἱρεῖσθαι. νῦν δὲ τίς ἢ στάσεως ἀφορμὴ, ἢ ῥᾳστώνης οὐκ ἐξουσία; οὐ κοινὴ μὲν ἅπασα γῆ, βασιλεὺς δὲ εἷς, νόμοι δὲ κοινοὶ πᾶσι, πολιτεύεσθαι δὲ καὶ σιωπᾶν καὶ ἀπαίρειν καὶ μένειν ἄδεια ὁπόσην τις βούλεται; τί οὖν δεῖ κακῶν ἐπεισάκτων, ἢ μανίας τοῖς πᾶσι περιττῆς;ἀλλὰ γὰρ οὐχ ὡς ἔσχατον ἡ στάσις τῶν κακῶν δεῖξαι χαλεπώτατον, ἀλλʼ ὅπως αὐτῆς ἀπαλλάξεσθε, τοῦτʼ ἴσως ἔργον εὑρεῖν. οὐ γὰρ ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν μοι δοκεῖτε τοσοῦτον, ὅσον, εἰ οἷόν τε εἰπεῖν, ἀπονοίᾳ τινὶ καὶ τῶν διαφορῶν ἑκόντες ἡττώμενοι. λέγω δὴ κεφάλαιον, πρῶτον μὲν ὀργὴν ἅπασαν ἀπελθεῖν ἐκποδὼν ὡσπερεὶ πολιορκίαν, τὰ ἑαυτῆς ἔχουσαν· ὡς οὐ τῷ θυμῷ κάλλιστα τὰ πράγματα κρίνεται. ἔπειτα φθόνον καὶ πλεονεξίαν ἑκατέρωθεν περιελεῖν· φθόνον μὲν λέγω τῶν ἐλαττόνων τοῖς μείζοσι, πλεονεξίαν δὲ εἰς τοὺς ἥττους τῶν μειζόνων· συνελόντι δʼ εἰπεῖν οἰκίας σχῆμα καὶ τύπον μιμήσασθαι. τί δὴ τοῦτʼ ἐστίν; εἰσὶν ἄρχοντες ἐν οἰκίᾳ, πατέρες παίδων καὶ δούλων δεσπόται. πῶς οὖν οὗτοι καλῶς οἰκοῦσιν; ὅταν οἱ μὲν ἄρχοντες μὴ πάντʼ ἐξεῖναι
νομίζωσιν ἑαυτοῖς, ἀλλʼ ἑκόντες ὑφαιρῶσι τῆς ἐξουσίας, οἱ δʼ ὅ τι ἂν δοκῇ τοῖς κρείττοσιν ὡς ἐξὸν δέχωνται. ἄνευ δὲ ταύτης τῆς ἑκατέρωθεν εὐγνωμοσύνης οὐ ῥᾴδιον εὑρεῖν οἰκίαν ἥτις σωθήσεται. τοῦτο τοίνυν καὶ ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα ἀγαγεῖν ἔμοιγε δοκεῖ νῦν, λογιζομένους τοὺς μὲν ἀξιοῦντας εἶναι κρείττους ὅ τι ἂντοὺς ἥττους ἑκόντες διαφθείρωσι τῇ σφετέρᾳ λυμαίνονται φιλοτιμίᾳ. τὸ γὰρ εἶναι τοὺς ἥττους κέρδος τοῖς κρείττοσιν, εἴπερ ἕξουσιν ὧν ἔσονται κρείττους δεικνύναι, τοὺς δὲ ἀπολειπομένους ἢ ταῖς οὐσίαις ἢ κατὰ τὴν ἄλλην τύχην, ὅτι τοῖς μείζοσιν, ἐὰν ἐπηρεάζωσι, τῇ σφετέρᾳ λυμαίνονται σωτηρίᾳ πολὺ μᾶλλον ἢ εἰ τὸ τεῖχος ἑκόντες καθῄρουν. νόμος γάρ ἐστιν οὗτος φύσει κείμενος ἀληθῶς ὑπὸ τῶν κρειττόνων καταδειχθεὶς, ἀκούειν τὸν ἥττω τοῦ κρείττονος. κἄν τις ἐλευθερίας σύμβολον ποιῆται τὸ διαφθείρειν τὸν νόμον, αὑτὸν ἐξαπατᾷ καὶ ποιεῖ παραπλήσιον ὥσπερ ἂν εἰ κοινῇ πάντες ἄνθρωποι τοῖς θεοῖς φθονήσαντες, εἶτα μὴ νομίζοιεν. εἰ δέ τις ὑμῶν τῷ πολλὰ καὶ δεινὰ πεπονθέναι πρὶν λαβεῖν δίκην, οὐκ ἀνεκτὸν ἡγεῖται καταλύσασθαι, πρῶτον μὲν αὑτῷ τοὔμπαλιν διάκειται. εἰ γὰρ τοσούτων καὶ τηλικούτων κακῶν ἡ στάσις αἰτία γίγνεται ὥστʼ ἀβίωτον νομίζειν εἰ μή τις ὁπωσοῦν δίκην λήψεται, πῶς οὐ φεύγειν κράτιστον ἀπʼ αὐτῆς; ἔστι γὰρ εὖ φρονούντων ὧν μὲν εὐφραινόντων πεπείρανται μὴ θέλειν ἀφίστασθαι, ἃ δʼ οὕτως σκληρὰ καὶ ταραχώδη καὶ πανταχοῦ μεστὰ ἀηδίας εὑρήκασι, τούτων ὡς τάχιστα παύσασθαι, μὴ τὸ κακὸν τοῦ κακοῦ φάρμακον ἡγουμένους, ἀλλὰ νομίζοντας μνήμην καὶ λήθην δύο προσρήματα ἐναντίω δυοῖν ἐναντίοιν εἶναι πραγμάτοιν, καὶ δεῖν τὰ μὲν χρηστὰ τῇ μνήμῃ σημειοῦσθαι, τὰ δὲ φαῦλα τῇ λήθη παραγράφεσθαι. ἔπειθʼ ὅταν καὶ παντάπασιν ὁ θυμὸς προσίστηται, τὸν ἀρχαῖον ἀντίπαλον
παραλαμβάνοντας αὐτοῦ δεῖ τὸν λογισμὸν ὡδὶ λέγειν πρὸς αὑτοὺς, ἡμεῖς ἐσμὲν Ῥόδιοι, κἄν τις ἡμῖν Ἑλλήνων ἢ βαρβάρων εὐγενείας ἀμφισβητῇ, βουλοίμεθʼ ἂν αὐτοῦ κρατεῖν. οὐκοῦν ὅτε τοῦτο βουλόμεθα, ἡ πατρὶς ἡμῖν σωστέα κοινῇ, ἵνʼ ἔχοιμεν ἐφʼ ᾗ φρονοῖμεν. οὐκοῦν στασιαζόντων μὲν ἀπόλλυται, μιᾷ δὲ γνώμῃ χρησαμένων ἅμα καλλίων καὶ μείζων γίγνεται. τί οὖν ἡμᾶς αὐτοὺς καταλύομεν; ταῦθʼ εἷς ἕκαστος εἰ πρὸς αὑτὸν εἰπεῖν ἐθελήσειεν, οὐ δώσειχώραν τοῖς παροξυσμοῖς. πῶς γὰρ οὐχ ὡς ἀληθῶς ἄτοπον εἰς μὲν τοὺς ὑπὲρ τῆς πατρίδος λόγους πάντας ἂν ὡσαύτως ἔχειν, εἰ δεήσειεν, εἰς δʼ αὐτὸ τὸ σῶσαι τὴν πατρίδα καὶ τῇ τῶν λόγων εὐφημίᾳ περὶ αὐτῆς ἔχειν χρῆσθαι μὴ τολμᾶν ταυτὸν φρονῆσαι, ἀλλʼ ἔργῳ μὲν ἀπολλύειν, λόγῳ δὲ κοσμεῖν, καὶ τὴν Κλεομένους τοῦ Λακωνικοῦ νίκην ἀναμένειν, ὃς τὸ αὑτοῦ σῶμα κατεχόρδευσεν ἐκ ποδῶν ἀρξάμενος; ἢ τί πρὸς θεῶν οἴεσθε, εἰ τοῦτον ἕκαστος προθέμενοι τὸν ὅρον, ὅταν τοὺς ἐχθροὺς ἐκποδὼν ποιήσηται, τότε σωφρονῆσαι; ἆρʼ ἄλλο τι λείπεσθαι ἢ τοσούτων ἀνδρῶν καὶ γυναικῶν ἕνα καὶ μίαν λειφθῆναι, καθάπερ τοὺς ἐκ τοῦ κατακλυσμοῦ λέγουσι; καὶ τί τῶν γυναικῶν διοίσετε τῶν τὸν Πενθέα διασπασαμένων, ὅταν αὐτοὶ τὸ κοινὸν σῶμα τῆς πόλεως ταῖς ὑμετέραις αὐτῶν χερσὶ διασπάσησθε; δεῖ δὲ τοὺς μὲν πεπονθότας τὰ μὲν συμβεβηκότα καιρῷ τινι καὶ τύχῃ δοῦναι, τούτου δὲ μηδὲν μεῖζον κέρδος ἡγεῖσθαι, τοὺς δʼ αὖ δεδρακότας οἷς
μὲν ἔπραξαν αἰσχύνεσθαι, μὴ φιλοτιμεῖσθαι, τῷ δὲ ἑκόντας ὑπάρξαι τῆς ὁμονοίας λῦσαι τὰ πρότερα ἀποχρῶντα, μισθὸν ἐκείνων θεμένους τὸ μὴ δοῦναι δίκην, νομίσαντας λαμβάνειν.ἡγοῦμαι δὲ τοσαῦτα ἐνεῖναι κακὰ τῇ στάσει ὥσθʼ ὑπὲρ μὲν ἄλλου τινὸς εἴ τις βούλοιτο ἀποτρέπειν, προσήκειν ὅσα βλάπτοι λέγειν, ὑπὲρ δὲ τούτου πᾶν τοὐναντίον λυσιτελεῖν σιωπᾶν μᾶλλον ἢ κινεῖν τὴν μνήμην ὧν ἕκαστοι πεπόνθασιν, ὅστις μὴ τοὐναντίον οὗ βούλεται μέλλει ποιήσειν. ἀλλʼ οὕς γε ὑπὲρ τοῦ ἑτέρου τις ἂν εἰπεῖν ἔχοι λόγους τῆς ὁμονοίας, εἰσὶ μὲν ἤδη μυρίοι, ὅμως δὲ χρὴ τοὺς ἐπῳδοὺς μιμήσασθαι, οἳ τὰς αὐτὰς φωνὰς φθεγγόμενοι πολλάκις οὕτως ἀνύτειν δοκοῦσι. μόνη μὲν γὰρ τὰς ἐκ Διὸς ὥρας βεβαιοῖ, μόνη δὲ ἅπαντα ἐπισφραγίζεται, τὰ μὲν κατὰ τὴν χώραν γεωργίαις κοσμοῦσα καὶ τῶν τε ὑπαρχόντων ἐπικαρπίας καὶ ἑτέρων κτῆσιν διδοῦσα, τὰ δʼ ἐν τῇ πόλει κατʼ εὐχὴν ἄγουσα, διʼ ἣν γάμοι τε ὡραῖοι καὶ ἐκδιδόναι καὶ λαμβάνειν εἰς οὕς τις βούλεται καὶ ὅθεν βούλεται, καὶ παίδων τροφαὶ καὶ παιδεία κατὰ τοὺς πατρίους νόμους, καὶ ὑπὲρ γυναικῶν ἄδεια καὶ πίστεις
συμβολαίων, καὶ ξένων ὑποδοχαὶ καὶ θεῶν θεραπεῖαι καὶ πρόσοδοι καὶ χοροὶ καὶ θυμηδίαι, ἔτι δὲ ἐκκλησίαι καὶ βουλευτήρια, ἃ θεῶν ἡ πρεσβυτάτη συνάγει Θέμις, καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφʼ ᾧ σωζόμεθα. καίτοι πῶς οὐκ ἄλογον
τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλʼ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους; δεῖ τοίνυν ὥσπερ ζωγράφου τινὸς εἰκόνας ἀμφοῖν προτεθεικότος βλέποντας ἐναλλὰξ εἰς ἑκατέραν, ἢ καὶ ποιητοῦ τινος διηγουμένου, ὡς ἡ μὲν εὐσχήμων καὶ εὐπαγὴς καὶ εὔχρους καὶ εὔχαρις καὶ ὁμολογοῦσα ἑαυτῇ διὰ πάντων ἀκριβῶς ἐκ θεῶν ἥκουσα ἐπὶ γῆν, ἡ δʼ ἑτέρα θεαμάτων πάντων πικρότατον, τὴν μὲν κεφαλὴν ὑπτία, τὰ δὲ χείλη πελιδνὴ, τοὺς δὲ ὀφθαλμοὺς ἀπεστραμμένη, διεφθαρμένη, ἐξῳδηκυῖα, δάκρυσι νεορράντοις ἀεὶ συνεχομένη, τὼ χεῖρε ἀκρατὴς, τὸ ξίφος εἴσω πρὸς τὸ στῆθος φέρουσα, ἐπὶ λεπτῶν τῶν ποδῶν καὶ σκολιῶν αἰωρουμένη, περὶ δὲ αὐτὴν ὥσπερ δίκτυον ἐν κύκλῳ ζόφος καὶ σκότος, ὑφʼ ὧν τὰ πολλὰ μνήμασιν ἀνθʼ ἱερῶν ἐνδιαιτᾶται. πρὸς ταῦτα χρὴ βλέποντας οὕτω τὴν αἵρεσιν ποιεῖσθαι, δοκιμάζοντας ἐπὶ σχολῆς ὁποτέρᾳ βέλτιον συνεῖναι. καὶ μὴν ἅπασι μὲν ἀνθρώποις τοῦ παντὸς ἄξιον σπουδάζειν ὑπὲρ τῆς ὁμονοίας· ὅσῳ δὲ ὑμῖν μάλιστα τῶν ἄλλων οὐ πολλοῦ λόγου δεῖξαι, οἳ τὸ μὲν ἀρχαῖον ἐστὲ Δωριεῖς ἐκ Πελοποννήσου, μόνοι δὲ εἰς τοῦτον τὸν χρόνον Ἕλληνες διὰ παντὸς, Ἡρακλείδαις δὲ καὶ Ἀσκληπιάδαις ἀρχηγέταις καὶ βασιλεῦσι κέχρησθε. πρὸς δὲ τούτοις ἡ πόλις ὑμῶν καλλίστη τῶν Ἑλληνίδων διὰ πάσης τῆς κατασκευῆς. καίτοι δεινὸν τῶν μὲν σωμάτων τῶν καλῶν καὶ τοῖς ἀλλοτρίοις πλείω τὴν πρόνοιαν εἶναι, ὑμᾶς δὲτῶν ὑμετέρων αὐτῶν καλῶν μὴ φείδεσθαι. ἐνθυμήθητε δὲ ὅσην φιλοτιμίαν ὑμῖν ἔχει τὰ ὑπὸ τῶν ποιητῶν εἰς ὑμᾶς εἰρημένα, ὧν ἐγὼ τοὺς λόγους ὑπερβὰς τῆς Ὁμήρου μόνης μαρτυρίας μνησθήσομαι. ἔχει δὲ αὕτη πῶς;
δάκνομαι μὲν ἔγωγʼ ἤδη πρὸς τὸ ῥῆμα, σκοπῶν ὡς ἀναξίως αὐτοῦ διακείμεθα, οὐδενὶ κόσμῳ νῦν ἀγόμενοι. τὰ δὲ λοιπὰ ποῖʼ ἄττα τῆς μαρτυρίας;οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες,
- Λίνδον, Ἰηλυσσόν τε καὶ ἀργινόεντα Κάμειρον.
ἐνθυμεῖσθʼ ὅτι πάντα σχεδὸν εὐφημήσας εἰς τοὺς Ἕλληνας ὁ ποιητὴς τὰ μέγιστα τῶν πάντων ὑμῖν ἀνέθηκε. πότερον οὖν στασιάζοντες καὶ τεταραγμένοι καὶ ὑμᾶς αὐτοὺς μισοῦντες μᾶλλον ἂν εἶναι θεοφιλεῖς ἡγεῖσθε καὶ τὰ παρὰ τοῦ ποιητοῦ βεβαιοῦν, ἢ διʼ εὐνομίας καὶ ὁμονοίας ἄγοντες τὴν πόλιν;τριχθὰ δὲ ᾤκηθεν καταφυλαδὸν ἠδὲ φίληθεν
- ἐκ Διὸς, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει.
εἶεν. θεοφιλεῖς δὲ ὄντες πότερον στασιάζειν καὶ ταράττεσθαι καὶ κατάραις ἐχθρῶν συζῆν μᾶλλον ἂν οἴεσθε ἢ τοὐναντίον ὡς αἱ τῶν σωφρόνων εὐχαὶ
πράττειν, τιμᾶν μὲν τοὺς θεοὺς, γνωρίζειν δὲ ἀλλήλους, εὐθενεῖν δὲ τοῖς ἅπασιν; οὐκοῦν ἐπειδὴ διʼ ἀμφοτέρων ἡ μὲν στάσις ὑμῶν ἀλλότριον καὶ θεοῖς ἐχθρὸν, ἡ δὲ ὁμόνοια μόνον σωτήριον φαίνεται, προσήκει δήπουθεν ὡς ἐν χρημάτων λογισμῷ τὸ συμβαῖνον δέχεσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνο εὔλογον, τοὺς μὲν προγόνους ὑμῶν τριχῆ πρότερον μεμερισμένους συνελθεῖν εἰς ταυτὸν ὑπὲρ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ πίστεως καὶ μίαν ἐξ ἁπασῶν πόλιν οἰκῆσαι, ὑμᾶς δὲ ἐκ μιᾶς πόλεως πολλὰς ἀποφῆναι τῷ διῃρῆσθαι. ὑπερβολὴ δʼ ἂν γένοιτο, εἰ τριχῆ μὲν οἰκοῦντες ἓν καὶ ταυτὸν φρονοῦντες ἐδείκνυσθʼ, ὁμοῦ δʼ ὄντες ἀλλήλοις πολεμήσετε. οὐκ αἰσχύνεσθε τὸν Ἥλιον, ὃς τοῖς μὲν ἄλλοις θεατής ἐστι τῶν γιγνομένων, ὑμῶν δὲ καὶ ἀρχηγέτης; οὐχ ἕκαστος ὑμῶν τὴν παροῦσαν ἡμέραν ἡγήσεται ταύτην πρώτην εἶναι τῇ νήσῳ τῆς γενέσεως, ὅτʼ ἐκ τῆς θαλάττης ἀνῄει δῶρον τῷ θεῷ; οὐχ ὅπως μὴ τῶνἱεροσύλων φαυλότερος φανεῖται λυμαινόμενος τῷ κλήρῳ τοῦ θεοῦ φροντιεῖ; οὐ τὰς χεῖρας ἄρας ἄνω σὺν αἰδοῖ καὶ δέει συγγνώμην αἰτήσει τῶν μέχρι τοῦδε ἡμαρτημένων τοὺς θεοὺς, ἀλλʼ ὥσπερ ἐν σκοτομαίνῃ φθείρεσθε τὴν ἱερὰν τοῦ ἡλίου πόλιν νεμόμενοι; ἢ νομίζετε τοὺς σὺν Ὀδυσσεῖ Κεφαλλῆνας οὕτως ἐναγεῖς εἶναι τοῦ θεοῦ δόξειν ὡς ὑμᾶς, εἰ διαπορθήσετʼ αὐτῷ τὴν πόλιν; καὶ μὴν εἰ καὶ τοῦτο δεῖ προσθεῖναι, κἀκεῖνοι μέχρι μὲν τῆς ἀρίστης γνώμης ἠκροῶντο καὶ ὡμονόουν, ἀπείχοντο τῶν βοῶν καὶ
ἐσώζοντο. ἐπεὶ δὲ διέστησαν. ἀπώλοντο πλὴν ἑνὸς τοῦ τὰ βέλτιστα συμβουλεύοντος. ἀποβλέψατε δὴ καὶ πρὸς τοὺς τρίποδας τοὺς ἐν Διονύσου τουτουσὶ, πάντως δὲ χαίρετε αὐτοὺς προσορῶντες. ἆρʼ οὖν ποτʼ ἂν οὗτοι σταθῆναι δοκοῦσιν ὑμῖν, τῶν χορῶν ἐν αὐτοῖς μαχομένων; ἢ τοῦτό γε εὔδηλον ὅτι κἂν εἰ μὴ τἀναντία μηδʼ ἄλλος ἄλλο τι, ταὐτὰ δὲ ῥήματα μὴ κατὰ ταυτὸν ἅπαντες ᾖδον, φεύγειν λοιπὸν ἦν αὐτοῖς; καὶ μὴν οὐδεὶς χορὸς ἀσύμφωνος οὕτως ἄωρον θέαμα ὡς ὁ Ῥοδίων δῆμος μὴ ταυτὸν φθεγγόμενος. εἶεν. οἱ δὲ τοὺς λῃστὰς ἐκεῖνοι καταδιώξαντες καὶ τὰ νεώρια κοσμήσαντες τοῖς ἐμβόλοις καὶ ταῖς μεγάλαις ἐκείναις τριήρεσιν, ἃς ἡμεῖς εἴδομεν πρὸ τοῦ σεισμοῦ, πρὸς θεῶν εἰ μὴ Τυρρηνοῖς μηδὲ τοῖς πλοίοις τοῖς λῃστικοῖς, ἀλλʼ αὐτοῖς κατὰ ναῦν ἐμάχοντο, ἆρʼ ἄν ποτε τῆς θαλάττης ἦρξαν, ἢ τοὺς κόσμους τούτους εἰσήγαγον εἰς τὴν πόλιν, ἢ φιλοτιμεῖσθαι τοῖς ἐξ αὑτῶν ἐπὶ τοῖς ἔργοις τούτοις κατέλιπον; ἀλλʼ, οἶμαι, περὶ σωτηρίας ἂν αὐτοῖς πρότερον ἐγένετο. εἶτα ἐν νηὶ μὲν στάσις οὐχὶ σωτήριον, ἐν δὲ πόλει καὶ ταύτῃ περιρρύτῳ φθείρειν ἀλλήλους συνεζευγμένους σῶφρον, ἢ τὰ Λεσβίων καὶ τὰ Μυτιληναίων κακὰ μιμεῖσθαι Ῥοδίους ὄντας; ἀλλὰ πολλῷ βέλτιον ἦν ἐκείνους τῆς ὑμετέρας εὐνομίας ἐπιθυμήσαντας ὁρᾶσθαι ἢ τῆς ἐκείνων δυστυχίας ὑμᾶς ὑπομεῖναι μιμητὰς γενέσθαι. καίτοι πρέποντα μὲν ἄν τις ἔχοι καὶ πρὸς ἐκείνους εἰπεῖν καὶ ἱκνούμενα, ἄνδρες Λέσβιοι ποῖ προήχθητε; οἳφατὲ μὲν τὴν νῆσον ἅπασαν ὑμῖν εἶναι μουσικὴν καὶ τούτου τὴν Ὀρφέως κεφαλὴν αἰτιᾶσθε, αὐτοὶ δʼ οὐκ
αἰσχύνεσθε οὕτως ἀμούσως διακείμενοι; καὶ κιθαρῳδοῖς μέν ποτε τοὺς Ἕλληνας ἐνικᾶτε, τῷ δʼ ὑπὲρ ὑμῶν αὐτῶν μὴ δύνασθαι βουλεύσασθαι κινδυνεύετε ἡττᾶσθαι καὶ πάντων ἀνθρώπων; καὶ πρότερον μὲν παρʼ ὑμῶν ἑτέρωσε βαδίζοντες ἔπαυον τὰς στάσεις, νῦν δὲ οὐδὲ παρʼ ὑμῖν αὐτοῖς ὑμᾶς αὐτοὺς γνῶναι δύνασθε; ταῦτʼ ἔμοιγε δοκεῖ τις ἂν ὀρθῶς καὶ ὑπὲρ αὐτῶν εἰπεῖν νουθετῶν. οὐ μὴν ἀλλʼ ἐκείνοις μὲν, ὡς ἔοικεν, ἐκ παλαιοῦ τὸ ἄλογον τοῦτο τῆς δυστυχίας συνείμαρται καὶ πολλάκις ἠλέγχθησαν οὐχ ὡς δεῖ διακείμενοι, ὑμῖν δὲ οὐδαμόθεν προσήκει τὸ νόσημα, οὓς ἡμεῖς, καὶ ὅτε ἦμεν παρʼ ὑμῖν, τότε ἑωρῶμεν κἀν ταῖς ἐκκλησίαις οὐ μόνον μιᾷ φωνῇ χρωμένους, ἀλλʼ εἰ οἷόν τʼ εἰπεῖν, καὶ ἑνὶ ῥήματι ὡς τὸ πολὺ—ὀρθῶς γὰρ καὶ στεφάνου καὶ τοιαῦθʼ ὑμῖν ἤρκει καὶ τοὔνομα τοῦ δημηγοροῦντος ἀνειπεῖν ἐνίοτε, γάνυσθαι δὲ ἦν ὁρῶντα— καὶ ἀντὶ τῆς χειροτονίας τῷ νεύματι τῆς κεφαλῆς χρωμένους. ὥστε μόνους ἄν τις ὑμᾶς ἔφη διʼ αἰῶνος ἄγειν ἐκεχειρίαν· ὧν οὐκ ἄξια πυνθάνομαι τὰ νῦν, οὐδὲ μικρόν τι καὶ ἄγνωστον τοῦ ῥυθμοῦ παραλλάττοντα. λυπηρὸν δέ μοι κἀκεῖνο, εἰ τοῖς μὲν ἐκ γενετῆς ὀνόμασιν οὕτω σφόδρα ἑλληνίζοντες ἐφαίνεσθε, ὥστʼ οὐδὲν ἦν εὑρεῖν ὡς ἔπος εἰπεῖν παρʼ ὑμῖν ὄνομα ὅ τι μὴ Δώριον, ἀπὸ τῶν ὑμετέρων ξένων ἀρξάμενα, ἐν δὲ τῇ πολιτείᾳ τὴν πάτριον ἁρμονίαν καὶ τὴν ἀληθῶς Δωριστὶ μεθέντες κακῶν ξενικῶν καὶ πᾶσι μᾶλλον ἢ ὑμῖν προσηκόντων κληρονομήσετε. μηδαμῶς, ὦ ἄνδρες καλοί τε καὶ ἀγαθοὶ, ἀλλʼ ἐνθυμηθέντες τὸ πάλαι τοῦτο ᾀδόμενον, ὅτι τῶν μὲν ἡμαρτημένων ἔνθεν καὶ ἔνθεν οὐκ ἔστʼ ἀνελεῖν οὐδὲν, ἀλλʼ ἔχει πέρας οἷον ὁ καιρὸς ἤνεγκεν, ἀκεσταὶ δὲ τῶν ἀγαθῶν φρένες, ὡς ὁ τῶν Ῥοδίων φησὶν ἐπαινέτης, καὶ τὸ μὲν ἐξ ἀρχῆς ἀναμαρτήτους φῦναι θεῶν καὶ τῶν ἐπὶ γῆς οὐδεὶς ἀναμάρτητος, τὸ δὲ τοῖς εὖ λέγουσιν ἐθελῆσαι πεισθῆναι πρέπον ὑμῖν καὶ τῷ θεῷ μάλιστʼ ἂν οὕτω χαρίζεσθαι νομίσαντες, ᾧ τὸ ῥῆμα τοῦθʼ ὁ ποιητὴς καθιέρωκεν ὄντι θαλαττίῳ, ὅς κε θεοῖς ἐπιπείθηται, καὶ πρὸςτούτοις λυσιτελέστερον μὲν εἶναι δουλεύειν ἢ κακῶν
ἐφόδιον τὴν ἐλευθερίαν ἔχειν, ὅμως δʼ εἶναι δέος μὴ καὶ τούτου στερηθῆτε· μέγιστον δὲ πάντων ἱερὰ καὶ τάφους αἰσχυνθέντες καὶ τὸ τῆς Ῥόδου μέχρι τούτου ζηλωτὸν ὄνομα, παύσασθε τοῦ σεισμοῦ τούτου, ὃς ὑμῖν πανταχοῦ συμπεριέρχεται, καὶ μὴ δευτέρων σχετλιωτέρων δεῖσθε, ἀλλὰ γένεσθε ἐν ὑμῶν αὐτῶν, ἵνʼ ἡμεῖς τε ἐφʼ ὑμῖν ὡς ἑταίροις ἀγαθοῖς φιλοτιμώμεθα καὶ ὑμεῖς ἐφʼ ἡμῖν ὡς οἵοις πείθειν ὅτου καιρὸς ἀεί.