Orationes 42
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
οἱ μὲν πολλοὶ τῶν περὶ τοὺς λόγους, ὦ ἄνδρες Ἕλληνες, εἰώθασιν ἢ τὰς ἐπὶ τῶν πλασμάτων διατριβὰς προελόμενοι τὸν ἅπαντα χρόνον μελετᾶν λέγειν, τοῦ λέγειν δʼ ἀπολείπεσθαι τοσοῦτον ὅσονπερ ἂν εἰ μηδὲν τῶν εἰς τοῦτο φερόντων ἔπραττον, ἢ τούτων ὑπερφρονήσαντες αὐτοὶ μηδὲν σπουδαιοτέρῳ τούτων σχολάζειν πράγματι, τῷ περὶ τὴν ἔριν καὶ τῷ ταράττειν τοὺς εἰς λόγον αὐτοῖς ἀφικνουμένους, ἐξ ὧν λυποῦσι μὲν τοὺς ἐντυγχάνοντας, βελτίους δὲ οὔτʼ αὐτοὶ φαίνονται δήπουθεν οὔτʼ ἐκείνους ποιεῖν ἔχουσιν. ἤδη δέ τις τῶν ἐλλογίμων καὶ τῶν παλαιῶν σοφιστῶν ἐσεμνύνατο ἐπʼ ἀρχῇ τοῦ συγγράμματος ὡς αὐτός γε τοιοῦτον οὐδὲν ποιήσων οὐδὲ κομψευσόμενος, ἀλλʼ ὑπὲρ δυοῖν τούτοιν διαλεξόμενος, τῆς τε πρὸς ἀλλήλους ὁμονοίας καὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους, καὶ μάλα γενναίαν, ὥς γʼ ἐμοὶ κριτῇ, καὶ προσήκουσαν τῶν λόγων ἐνστησάμενος τὴν ὑπόθεσιν. ἐγὼ δʼ ὑπὲρ μὲν τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους οὐκέθʼ ὁρῶ καιρὸν λέγειν. ἀθρόαν γὰρ ἁπάντων δεδωκότων δίκην τοῖς τε θεοῖς καὶ τοῖς ἡγεμόσι μελήσειν οἶμαι, καὶ σὺν αὐτοῖς γε εἰπεῖν τοῖς θεοῖς οὐ πολὺν τὸν ἀγῶνα νομίζω γενήσεσθαι, ὁρῶν τῆς ἁπάσης οἰκουμένης καὶ τῆς ἤδη βεβαίως
ἐχομένης μικρὸν μέρος τὸ νῦν ὑπʼ ἀνοίας ἀνθεστηκὸς, ὃ δὲ λοιπόν ἐστι, περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας οὕτως ὅπως ἂν οἷός τε ὦ διαλέξομαι. νομίζω γὰρ καὶ τῆς συνεχοῦς ταύτης ἀσχολίας καὶ μελέτης τῆς περὶ τοὺς λόγους εἰς τὰ τοιαῦτα μάλιστα τῶν ἀγωνισμάτων ἀνήκειν τὴν χρείαν. οὐ γὰρ ὅπως μηδέποτʼ εἴποιμεν τῶν χρησίμων μηδὲν, διὰ τοῦτʼ ἀεὶ μελετῶμεν, ἀλλʼ ὅστις τὰ δέοντα λέγειν ἔχει τε καὶ θαρρεῖ, οὗτός ἐστιν ὁ καὶ τὴν μελέτην δεικνὺς ὡς οὐχὶ μάτην οὐδʼ εἰκῆ πεποίηται. ἠπιστάμην μὲν οὖν καὶ τοῦτο ὥσπερ ἔρεισμα πολλοῖς ὂν καὶκαταφυγὴν τὸ τοὺς παρόντας ἐπαινεῖν ἀεὶ καὶ ἐν οἷς ἂν λέγωσι, πολλοὺς δὲ καὶ τῶν ἀποδιδρασκόντων ἐξ ἑτέρων πόλεων κακῶς ἐκείνας λέγοντας πρὸς ταύτας ἐν αἷς ἂν γένωνται, ἄλλως τε κἄν τις αὐταῖς προϋπάρχῃ πρὸς ἀλλήλας διαφορά. ἐγὼ δʼ οὔτʼ ἐπαίνους ἀνέδην γιγνομένους ἔχοιμʼ ἂν ἐπαινεῖν, εἰ μή τι καὶ χρείας προσείη καὶ τοῦ τοὺς ἀκούσαντας βελτίους ἐκ τῶν δυνατῶν ἀπελθεῖν, οὔθʼ ὅσα καὶ χαρίσασθαι δεῖ τῷ λόγῳ μετὰ τοῦ δικαίου τὴν μὲν ἐν ὀφθαλμοῖς θεραπεύσω πόλιν, τὰς δʼ ἑτέρας φύγοιμʼ ἂν τῶν εἰκότων ἀξιῶσαι, οὐδʼ ἐν αὐτῷ τούτῳ πρώτῳ διαστήσω τὰς πόλεις, ὥσπερ οἱ πολλοί τε καὶ φαῦλοι, ἀλλʼ ἐπαινέσομαι πάσας εἰς ὅσον εἰκός ἐστιν ἑκάστην, καὶ ἄρξομαί γε τῶνδε τῶν λόγων ἀπὸ τούτου. ἡγοῦμαι γὰρ τῷ βουλομένῳ φιλίαν κοινὴν ταῖς πόλεσι πρᾶξαι πρὸς ἀλλήλας οὐ τὰς μὲν εὖ λέγειν, τὰς δὲ κακῶς προσήκειν, ἀλλὰ πασῶν ἐπʼ εὐφημίᾳ μνησθῆναι, ἵνα πρῶτον μὲν ἅπαντες ἡδίους γενόμενοι προθυμότερον πρόσησθε τὴν συμβουλὴν, ἔπειτʼ ἤδη τι τῶν εἰς τὴν ὁμόνοιαν φερόντων περαίνηται. ἐὰν γὰρ εἰς τὸ κοινὸν ἐπαινούμενοι δέξησθε καὶ μηδεὶς ὑμῶν τὰς ἑτέρων εὐφημίας
ὡς ἀτιμίαν ἑαυτοῦ λογίσηται, ἀλλὰ τοῖς ἀλλήλων ὡς ἰδίοις ἕκαστοι συνησθῆτε, πρῶτον μὲν ἀφʼ ἑστίας ἀρξάμενοι τὴν ὁμόνοιαν ἐνδείξεσθε, ἔπειτα καὶ αὐτοὶ κατὰ μικρὸν ἐθισθήσεσθε καὶ λέγειν ἀλλήλους εὖ καὶ φρονεῖν, ἃ κοινῇ πᾶσιν ὑμῖν συμφέρει. τὸ δὲ ἥκειν μὲν ὡς συμβουλεύσοντα ὁμονοεῖν, ὁμοῦ δὲ ὑμᾶς ἐπαινέσαι κατοκνεῖν, ἅμα μέν τις καὶ ἀνανδρεία μοι φαίνεται, ἅμα δὲ εἶναι καὶ διαφθείροντος τὴν ὑπόθεσιν, καὶ δυοῖν θάτερον, ἢ κακῶς ἐγκεχειρηκότος, ἢ μὴ εἰδότος ὅντινα χρὴ τρόπον περὶ αὐτῆς ἐπεξελθεῖν.πρῶτον μὲν τοίνυν περὶ τῆς ὅλης συστάσεως ἐνθυμηθῶμεν, εἰς ἣν ἅπαντες οἱ ταύτῃ συντελοῦμεν ὁμοίως μείζους καὶ ἐλάττους, ὁπόσῳ τινὶ τῶν ἄλλων προέχειν πεπίστευται καὶ παρὰ τοῖς ἄρχουσι κριταῖς καὶ παρὰ τοῖς ἄλλοις σχεδὸν ὡς εἰπεῖν ἅπασιν. οὔτε γὰρ πόλεις τοσαύτας τὰς πάσας οὐδεμία ἄλλη τῶν πασῶν παρέχεται οὔτε δὴ
τάς γε μεγίστας τοιαύτας. ἔτι δὲ χωρῶν κάλλη παντοῖα καὶ ὡρῶν συμμετρίαν καὶ διαίτας παντοίας καὶ θέσιν τὴν πᾶσαν, ὡς ἐν ὀμφαλῷ μὲν τῆς πάσης ἡγεμονίας ἵδρυται, πολλοῖς καὶ ἡμέροις τοῖς περὶ αὐτὴν ἔθνεσι καὶ γένεσιν ἐκ γῆς καὶ θαλάττης ἐστεφανωμένη· τάξει δὲ τῇ βελτίστῃ συνοικεῖ καὶ οὔτε αὐθάδειαν οὔτʼ ἄγαν δουλείαν ἔχοι τις ἂν αἰτιάσασθαι, ἀλλʼ ἐν μέσῳ σχήματι κάλλιστα δὴ τῶν ὑφʼ ἡλίῳ πολιτεύεται. εἰς τοῦτο δὲ ἀνήκει τῆς ἀξίας ὥστε τοσαύτης οὔσης τῆς ἁπάσης χώρας, ἣν ὅ τε Φᾶσις καὶ ὁ Νεῖλος διειλήφασι πρὸς τὸν ἄνω τόπον, καὶ ταύτης συλλήβδην κληθείσης Ἀσίας ὑφʼ Ἑλλήνων ἐξ ἀρχῆς, ἡ περὶ θάλατταν αὕτη νυνὶ μοῖρα ἀφελομένη τὴν ἤπειρον τοὔνομα ἑαυτῆς ἴδιον πεποίηται, οὕτως ἀντὶ πάσης τῆς ἄλλης
νενίκηκεν εἶναι. πρὸς δὲ τούτοις ἡ παρὰ τῶν ἡγεμόνων αἰδὼς καὶ φιλανθρωπία καὶ τὸ συγκεχωρηκὸς εἰς ἅπαντα βελτίους ἢ ὁμοτίμους ὑμᾶς εἶναι τοῖς πολλοῖς τῶν ἀρχομένων πεποίηκε δοκεῖν. ὥστε πῶς οὐκ εἰκὸς ἅπαντας μὲν ἀγάλλεσθαι τοῖς ὑπάρχουσι, πάντας δὲ ὡς ὑπὲρ οἰκείων καὶ κοινῶν ἀγαθῶν οὕτω διανοεῖσθαι, στασιάζειν δὲ πρὸς αὑτοὺς μηδαμῶς, περὶ ὧν γε οὐδεὶς τῶν ἔξω στασιάζει τὸ μὴ οὐ τοῖς πᾶσι κρατεῖν. φέρε δὴ καὶ τὰς πόλεις ἐπέλθω τὰς περὶ τοῦ πρωτείου νῦν ἁμιλλωμένας καὶ παρʼ ὧν ἡ πλείστη τῆς ἔριδος ἀρχὴ συμβαίνει, οὐκ αὐτῶν, ὥς γʼ ἐγὼ φαίην ἂν, μᾶλλον ἁμαρτανουσῶν ἢ τῶν ἄλλων ὅσοι περὶ ταύτας διῄρηνται. ᾗ γὰρ ἂν οἰκείως ἕκαστος ἔχων τυγχάνῃ, τὰς ἄλλας ὑπὲρ ταύτης κακίζειν καθʼ ὅσον δύναται βούλεται. ἐγὼ δὲ τοῦτο μὲν οὔτʼ ἂν αὐτὸς ποιήσαιμι οὔθʼ ὅστις ἄλλος ποιεῖ νοῦν ἔχειν ἡγοῦμαι, τὴν δὲ ἐναντίαν πᾶσαν βαδιοῦμαι καὶ τὰς πόλεις ὡς ἂν οἷός τε ὦ κοσμήσω, κεφαλαίοις τῶν ἐπαίνων ὥσπερ εἰκός ἐστι χρώμενος.ἄρξομαι δʼἀπὸ τῆς δεχομένης ἡμᾶς τὰ νῦν καὶ ἢ τὸ βουλευτήριον τοῖς περὶ τούτων λόγοις παρέχεται. ὡς μὲν οὖν ἦρξέ ποτε τῶν περὶ τὸν τόπον τοῦτον καὶ ὡς ὕστερον αὐτὰ ταῦτα ἐφʼ οἷς φιλοτιμούμεθα ἐντεῦθεν ἔσχε τὴν ἀρχὴν ἐάσειν μοι δοκῶ, ἃ δʼ εὐθὺς εἰς ὀφθαλμοὺς
ἔρχεται, ἀκρόπολις μὲν αὕτη τοσαύτη τὸ μέγεθος, πόρρωθεν ἀστράπτουσα ἀπὸ πάσης εἰσόδου, ὥσπερ κοινή τις κορυφὴ τοῦ ἔθνους. ὑπὸ δʼ αὐτὴν ἡ λοιπὴ πόλις ἄλλη κατʼ ἄλλους τόπους παντοίας εἴληφε θέσεις τε καὶ μορφάς. φαίης ἂν ἄστη πολλὰ συνελθόντα εἰς ταυτὸν οἰκεῖν
καὶ εἶναί τινας ὥσπερ ἀστυγείτονας χρόνῳ συνοίκους γεγενημένους, αὐξηθέντων αὐτοῖς τῶν ἐπʼ ἀλλήλους ἀεί. κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι. πολλὰ μὲν δὴ καὶ περὶ τῶν ἄλλων ἄν τις ἔχοι διεξιέναι τῶν εἴτε μερῶν εἴτε καὶ ὡς πολισμάτων χρὴ λέγειν, τὸ δʼ ἁπάντων τιμιώτατον καὶ πάσης ἀεὶ μνήμης ἐμοὶ τίς ἂν οἷός τʼ εἴη σιωπῇ παρελθεῖν; λέγω δὲ τὸ τελευταῖον τμῆμα τῆς πόλεως, ὃ τῷ σωτῆρι καθωσίωται κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ἀγαθὴν τύχην. ἐπειδὴ γὰρ ἔδει καὶ εἰς τήνδε τὴν ἤπειρον διαβῆναι τὸν θεὸν, διαβαίνει πρῶτον ἐνταυθοῖ καὶ τὴν πόλιν ὁρμητήριον ποιεῖται τῆς εἰς ἅπασαν τὴν ἤπειρον ὁμιλίας. καὶ γίγνεται τοῖς μὲν χρόνοις αὕτη δευτέρα τις ἀποικία δεῦρο ἐκ τῆς Ἑλλάδος μετὰ τὴν ἐξ Ἀρκαδίας τῶν ἅμα Τηλέφῳ, τῇ δὲ ἀξίᾳ καὶ τῇ δυνάμει πολὺ πρεσβυτάτη πασῶν ἀποικιῶν. ἑστία γὰρ Ἀσκληπιοῦ τῆς Ἀσίας ἐνταῦθα ἱδρύθη, κἀνταῦθα δὴ φρυκτοὶ φίλιοι πᾶσιν ἀνθρώποις αἴρονται παρὰ τοῦ θεοῦ καλοῦντός τε ὡς αὐτὸν καὶ μάλα ἀληθινὸν φῶς ἀνίσχοντος. καὶ οὔτε χοροῦ σύλλογος πρᾶγμα τοσοῦτον οὔτε πλοῦ κοινωνία οὔτε διδασκάλων τῶν αὐτῶν τυχεῖν, ὅσον χρῆμα καὶ κέρδος εἰς Ἀσκληπιοῦ τε συμφοιτῆσαι καὶ τελεσθῆναι τὰ πρῶτα τῶν ἱερῶν ὑπὸ τῷ καλλίστῳ καὶ τελεωτάτῳ δᾳδούχῳ καὶ μυσταγωγῷ καὶ ᾧ πᾶς ἀνάγκης εἴκει θεσμός. ἐγὼ μὲν οὖν καὶ αὐτός εἰμι τῶν οὐ δὶς βεβιωκότων ὑπὸ τῷ θεῷ, ἀλλὰ πολλούς τε καὶ παντοδαποὺς βίους βεβιωκότων καὶ τὴν νόσον κατὰ τοῦτο εἶναι λυσιτελῆ νομιζόντων, πρὸς δὲ καὶ ψήφους εἰληφότων· ἀνθʼ ὧν ἔγωγʼ ἂν οὐδὲ σύμπασαν δεξαίμην τὴν ἐν ἀνθρώποις λεγομένην εὐδαιμονίαν. οὐκοῦν οὐδὲ ἀλίμεναφήσαι τις ἂν εἶναι τὰ τῇδε, ἀλλʼ ἐκεῖνο ὀρθότατον καὶ δικαιότατον λέγειν, ὡς ἄρα οὗτος λιμένων ἁπάντων ὀχυρώτατος καὶ βεβαιότατος καὶ πλείστους δεχόμενος, καὶ γαλήνῃ πλεῖστον προέχων, ἐν ᾧ πᾶσιν ἐξ Ἀσκληπιοῦ τὰ ἐπίγυια τῆς σωτηρίας ἤρτηται. ὥστε τίς οὐκ ἂν τοσαύτῃ καὶ τοιαύτῃ πόλει συναιρόμενός τε καὶ συνευχόμενος καὶ πᾶν ὅσον εὐφημίας οἷός τʼ εἴη νέμων σωφρονοίη; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὥσπερ αὕτη κοινὸν ἅπασιν ἀνθρώποις ἀγαθόν ἐστι τῇ δυνάμει τοῦ θεοῦ, οὕτω καὶ αὐτὴν δικαίως ἂν παρὰ πάντων κοινῆς εὐνοίας ἅμα καὶ τιμῆς τυγχάνειν.
εἶεν. ἀλλὰ τὸ τῆς Σμύρνης πρᾶγμα φαῦλόν τι καὶ τὸ τυχὸν, ἢ τοιοῦτον οἷον πολλαχόθεν λαβεῖν εἶναι τὸ
παράδειγμα· ἣν ὅσοι μὲν οὐκ εἶδον οὐδʼ ἂν ἐφικέσθαι δυνηθεῖεν εἰκάζοντες, οἱ δʼ ἰδόντες θεῶν ἔργον ἂν φήσαιεν εἶναι, ὥσπερ Ὅμηρος ἔφη τὴν τοῦ Ἀχιλλέως ἀσπίδα Ἡφαίστου ποίημα εἶναι καὶ τὰς ἐν ἐκείνῃ δὴ πόλεις. πρόσοψις μὲν ἐκ γῆς καὶ θαλάττης πολλὴν ἂν ἔριν παρασχοῦσα τοῖς τε εἰσπλέουσι καὶ τοῖς ἐξελαύνουσιν ὁπότεροι μᾶλλον ἥσθησαν αὐτῶν. ἀνέχει γὰρ ἐν πλαισίῳ, βάσιν μὲν τὴν ἠιόνα ποιουμένη, κορυφὴν δὲ τὸ ἐπίπεδον τῆς ἄνω πλευρᾶς, ἐκ πεδίου τε καὶ τεμπῶν ὑψουμένη κατὰ μικρὸν ἀεὶ διʼ ὁμοίου τοῦ σχήματος. ταῦτα δὲ οὐκ ὄψις ἄρʼ ἦν μόνον, ἀλλὰ νικᾷ τἄνδοθεν. ὅσος γὰρ κόσμος χρείᾳ συγκεκλήρωται σώματι μὲν λυσιτελεῖς ἀναπαύσεις ἔχων, ψυχῇ δʼ ἐξουσίαν καὶ ῥᾳστώνην εἰς τοὺς προσήκοντας παρέχων πόνους, ἅπας συνελήλυθεν ἐξ ἱερῶν, ἐκ λουτρῶν, ἐκ λιμένων, ἐκ δρόμων. ὥστʼ οὐδείς ἐστιν ὅστις ἂν σχολάσειε μεγίστην αὐτὴν προσειπεῖν, τῇ περιουσίᾳ τοῦ κάλλους γεγοητευμένος. θάλαττα δὲ καὶ ποταμοὶ καὶ προάστεια ἀλλήλων τε καὶ τῆς πόλεως ἄξια, ὥσπερ οὐ τύχῃ μᾶλλον ἢ ψήφῳ τῇ πόλει συγκεκληρωμένα. φαίης ἂν τὸ τοῦ Σμυρναίου ποιητοῦ, Ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὅστις οὐ πρότερον τοῦ τῆς Σμύρνης κάλλους ἐρᾷ, ἔπειθʼ οὕτως ὅτου δὴ τύχοι. τὸ δʼ αὖ μέγιστον ἁπάντων καὶ ἐντιμότατον εἰπεῖν, οἱ Μουσῶν καὶΧαρίτων χοροὶ διʼ αἰῶνος τὴν πόλιν ἐμβατεύοντες, διʼ οὓς οὐχ ἡδίους μόνον, ἀλλὰ καὶ βελτίους πέφυκεν ἀπαλλάττειν τοὺς εἰσαφικνουμένους. ὥστε πῶς εἰκὸς, εἰ καὶ τὰ ἄλλα βελτίους γιγνόμεθα, περὶ ταύτην χείρους, ἀλλὰ μὴ
βελτίους τοῖς δρωμένοις εἶναι, καὶ τὰς μὲν περὶ τοὺς λόγους ἐπιδόσεις τε καὶ διατριβὰς ἐν ἐκείνῃ μάλιστά πως ἅπασι γίγνεσθαι, ὅσα δʼ εἰς εὐφημίαν καὶ τὴν ἀπὸ τῶν λόγων χάριν ἔρχεται, μὴ ἐν πρώταις πόλεων ἐκείνῃ νέμειν;φέρε δὴ καὶ τῆς τρίτης ὡσπερεὶ σπονδῆς μνημονεύσωμεν· λέγω δὲ ἀριθμῷ τρίτην, οὐ τάξει τὰ νῦν· μὴ γάρ μοι ῥῆμα θηρεύων μηδεὶς εἰς τοὐναντίον ἀνθελκέτω τὸν λόγον. μέγιστον μὲν οὖν αὐτὸ τοῦτʼ ἤδη περὶ αὐτῆς ἔξεστιν εἰπεῖν, τὸ δυοῖν μὲν οὐσῶν τούτων πόλεων, τοσούτων δʼ αὖ καὶ τῶν περὶ αὐτῶν εἰρημένων ὄντων, λείπεσθαί τι καὶ περὶ ταύτης ἅμα τʼ ἀλλοῖον εἰπεῖν καὶ οὐ χεῖρον εἰρῆσθαι. οἶμαι δὲ καὶ πάντας ὅσοι στηλῶν Ἡρακλέους ἐντὸς καὶ ποταμοῦ Φάσιδος, οἰκειουμένους τὴν Ἔφεσον ὀρθῶς ἂν διανοεῖσθαι, τοῦτο μὲν τῇ τῶν λιμένων κοινότητι, τοῦτο δὲ ταῖς ἄλλαις ἁπάσαις ὑποδοχαῖς. πάντες γὰρ ὡς εἰς πατρίδα αὑτῶν κομίζονται καὶ οὐδεὶς οὕτως ἀγνώμων οὐδʼ οὕτως σφόδρα ὁμόσε τοῖς φανεροῖς ἰὼν, ὅστις οὐκ ἂν συγχωρήσειε ταμιεῖόν τε κοινὸν τῆς Ἀσίας εἶναι τὴν πόλιν καὶ τῆς χρείας καταφυγήν· οὐδέ γε οὕτω φιλαίτιος οὐδεὶς ὅστις ἂν μέμψαιτο ἐκείνης τῆς πόλεως τοὺς ὅρους. πολλὴ μὲν γὰρ εἰς μεσόγειαν ἀεὶ βαδίζοντι, πολλὴ δʼ ἐπʼ αὐτῆς τῆς θαλάττης, πανταχοῦ δὲ ἱκανὴ παρασχεῖν ἅπαντα ὅσων δεῖ πόλει, διαίταις τε ἁπάσαις ἀρκέσαι, ὅσας ἄνθρωποι διαιτᾶσθαι δύνανται καὶ προαιροῦνται. καίτοι πῶς εἰκὸς τὴν μὲν χρείαν κοινὴν ἅπασι τὴν παρʼ αὐτῆς εἶναι, τὴν δʼ εὔνοιαν μὴ κοινὴν αὐτῇ παρὰ πάντων ὑπάρχειν, καὶ τὸ μὲν εὐθενεῖν τὴν πόλιν πᾶσιν ὁμοίως διαφέρειν, μὴ συνεύχεσθαι δʼ
ἅπαντας ὁμοίως τὴν πόλιν εὐθενεῖν; καὶ κατὰ μὲν τοὺς χρόνους τοὺς Περσικοὺς τοσαύτην αἰδῶ παρὰ τῶν βαρβάρων ὑπάρχειν τῇ Ἀρτέμιδι, ἡνίκα δʼ αὐτός τε ὁ νεὼς μείζων ἢ πρόσθεν ἕστηκεν, ἀρχή τε ἡ μεγίστη πασῶν καὶ ἅμασεμνοτάτη καθέστηκε, μὴ καὶ ἓν τοῦτο ἐξαρκεῖν ὑπολαμβάνειν εἰς φιλίαν τῇ πόλει, τὴν τῆς θεοῦ τιμὴν, ἣν αὐτή τε τιμήσασα ἔχει τὴν πόλιν καὶ παρʼ ἀνθρώπων αὐτὴν εἰκός ἐστι φέρεσθαι; καὶ μὴν αἱ μὲν δύο τῶν πόλεων μιᾶς καὶ τῆς αὐτῆς ἄποικοι τῆς Ἀθηναίων πόλεως, ἣν οὐδʼ ἂν εἷς αἰσχυνθείη δή που πρόσχημα παντὸς τοῦ Ἑλληνικοῦ προσειπεῖν· ἤδη δὲ ἔχει τι καὶ αὕτη παραπλήσιον ταῖς Ἀθήναις αὐχῆσαι κατὰ τὴν τῶν αὐτοχθόνων ἀνδρῶν τε καὶ ἡρώων φοράν· εἰ δὲ μὴ, ταύταις γʼ ἔχει παραπλήσιον. καὶ γὰρ αὐτῇ τὰ τῶν ἀποίκων ἀπὸ αὐτοχθόνων ἐστὶ τῶν Ἀρκάδων. ὥστε κἀκ τούτων εἰκὸς γνῶναί τε ἀλλήλας καὶ τιμῆσαι τὰ γιγνόμενα. εἶεν. ἃ μὲν δὴ κοινῇ τοῖς γένεσι τοῖς συντελοῦσι καὶ ταῖς πόλεσι ταῖς τοῦ πρωτείου ἀντιποιουμέναις ἀποδοθῆναι προσῆκεν εἴρηται διὰ πάσης βραχύτητος, ὥς γʼ ἐμοὶ φαίνεται, καὶ ἅμα οὐ τὰ φαυλότατα, ὡς ὑμεῖς ἐπεσημήνασθε· καὶ πολλὴ χάρις
ὑμῖν ταῦτά γε δὴ δεξαμένοις εὐμενῶς. ἀκόλουθον δʼ ἐμοί τε τὸν λοιπὸν λόγον προσθεῖναι τὸν τῆς παρακλήσεως, εἴπερ μὴ ψυχαγωγία τις ἔσεσθαι μέλλει μόνον τῆς ἀκροάσεως, ἀλλά τι καὶ χρείας προσέσται, ὑμῖν τʼ ἐθελῆσαι καὶ τούτων μετὰ τῆς ὁμοίας ἀκοῦσαι γνώμης, ἵνα μὴ μόνον τῇ παραχρῆμα εὐφημίᾳ τετιμηκότες ἦτε τὸν λόγον, ἀλλὰ καὶ τῇ παρὰ πάντα τὸν χρόνον καὶ ἐπʼ αὐτῶν τῶν πραγμάτων μνήμῃ.ἐγὼ γὰρ, ὦ ἄνδρες ἄριστοι τῶν τῇδε Ἑλλήνων, εἰ μὲν ἔμελλον ὑμῶν ἕκαστοι ταῦτα ἐφʼ οἷς νῦν ἀγάλλονται προήσεσθαι τῇ πρὸς τοὺς ἄλλους ἐπιεικείᾳ καὶ κοινότητι, οὐδʼ ἂν αὐτὸς συνεβούλευον τὰ οἴκοι βλάπτοντας τὰ τῶν πλησίον κοσμεῖν. ὅτε δέ ἐστι τοσαῦτα ἑκάστοις ἐφʼ οἷς ὑπάρχει φιλοτιμεῖσθαι καὶ οὐδὲν ἔλαττον ἀνάγκη φρονεῖν ἀρετῇ χρωμένους εἰς ἀλλήλους, οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ἡ διαφορὰ, ἀλλὰ καὶ τοὐναντίον εἴποιμʼ ἂν ἅπαν τούτου, βουλομένων μὲν εἶναι σώζειν τὴν ἑαυτῶν φιλοτιμίαν, πράως τοῖς ἄλλοις ὁμιλεῖν, ἐπηρεαζόντων δὲ τοῖς ὑπάρχουσιν εἰς ἔριν καὶ φιλονεικίαν ἐξάγειν. ἐν μὲν γὰρ τῇ ὁμονοίᾳ καὶ ἑτέρους ἔστιν ἐπαινέσαι καὶ τὰ ἑαυτῶν ἀκούειν
ἐπαινούμενα, ἐν δὲ τῷ διαστῆναι κακῶς ἑτέρους εἰπόντας ἀντακοῦσαι κακῶς αὐτοὺς καὶ ἃ μὴ προσῆκεν. ὥσθʼ ὅσῳ τις μᾶλλον ἐπαινεῖσθαι βούλεται καὶ τῶν ὑπαρχόντων ἀπολαύειν πλεονεκτημάτων, τοσούτῳ μᾶλλον τῶν ἴσων ὑπαρκτέον αὐτῷ καὶ ταῖς ἐπιεικείαις χρηστέον. ἀλογώτατον δʼ ἂν εἴη πάντων ἄχθεσθαι μὲν τοῖς ἑτέρων ἀγαθοῖς,
λυμαίνεσθαι δὲ τοῖς ἑαυτῶν, καὶ μᾶλλον δυσχεραίνειν εἴ τις καὶ ἕτερος τὰ εἰκότα τιμήσεται ἢ εἰ τῶν προσηκόντων αὐτὸς παρὰ πάντων ἑκόντων μὴ τεύξεται. καὶ μὴν ἅμα τε ἀχθεσθήσεται τοῖς ἑτέρων ἀγαθοῖς καὶ δῆλος ἔσται φθονῶν. τοῦτο δὲ οὐ τοῦ κρείττονος οὐδαμῶς. ἄξιον τοίνυν κἀκεῖνο ἐνθυμηθῆναι, ὅτι ταυτὶ μὲν ἅπαντα ὅσα μικρῷ πρόσθεν διῄειμεν καὶ ὅσα τοιαῦτα ἂν εἴποι τις, οἷον κάλλη δημοσίων οἰκοδομημάτων καὶ μεγέθη περιβόλων, καὶ κεῖσθαι καλῶς καὶ χρήμασιν ἰσχύειν ἐγγείοις ἢ ναυτικοῖς, καὶ πάνθʼ ὅσα τούτου τοῦ γένους ἔχεται, τύχης ἄν τις φήσειεν εἶναι, τῆς καὶ διδούσης ἕκαστα τούτων καὶ παραιρουμένης ἡνίκʼ ἂν αὖ καὶ τοῦτο βουληθῇ· ἡ δὲ τῆς ὁμονοίας προαίρεσις καὶ τὸ χρῆσθαι τὰ πρέποντα ἀλλήλοις αὐτῆς τῆς γνώμης τῶν οὕτω διακειμένων ἐστίν. ὥστʼ οὐχὶ τοσοῦτον εἰκὸς τοὺς ἐκείνῃ προέχοντας φρονεῖν, ὅσον τοὺς κατὰ ταῦτα νικῶντας. καὶ μὴν ἐκεῖνα μὲν ἔξεστι μὴ πάντων ἐφεξῆς εἶναι φῆσαι, ἀλλὰ τῶν κατασκευασαμένων καὶ παρʼ ὧν ἕκαστα παρειλήφαμεν, οἱ μὲν κατὰ τοὺς αὐτοὺς χρόνους, οἱ δʼ ὕστερον γενόμενοι. τὸ δʼ εὖ βουλεύεσθαι καὶ σωφρονεῖν ἅπαντός ἐστι δή που τοῦ βουλομένου τοῦτο ἑαυτῷ παρεῖναι. χρὴ δʼ ὥσπερ οἰκίαν ἄριστα κατεσκευάσθαι κρίνομεν οὐχ ἥτις ἂν ὡς κάλλιστα λίθων ἔχῃ, ἀλλʼ ἥτις ἂν μιᾷ γνώμῃ μάλιστα οἰκῆται, οὕτω καὶ πόλεις ἄριστα νομίζειν οἰκεῖν αἵτινες ἂν ταυτὸν φρονεῖν ἐπίστωνται. δεινὸν γὰρ ἡ στάσις πανταχῆ καὶ θορυβῶδες καὶ τῇ φθόῃ παραπλήσιον. ἕλκει γὰρ ἁπάσας τὰς δυνάμεις καὶ προσπεφυκὸς ἐκμυζεῖ καὶ κενοῖ καὶ οὐ πρότερον παύεται πρὶν ἂν ἐκτρίψῃ παντελῶς, ὑπηρέταις αὐτοῖς καθʼ ἑαυτῶν χρησάμενον τοῖς νοσοῦσιν.ἀλλὰ μὴν ὅτε καὶ παντὸς ἔθνους τοῦτο σχῆμα κάλλιστον καὶ αὕτη σωτηρία βεβαιοτάτη, δῆλον δή που τοῦθʼ
ὅτι καὶ πόλεις καὶ σύντρεις καὶ συμπλείους τῶν εἰς ταυτὸν τελουσῶν εἰκὸς ἔχεσθαι τούτου. οὐ γὰρ δή που ἅ γε κοινῇ πάσαις ταῖς ἐν τῷ ἔθνει συμφέρει, ταῦτʼ ἐνίαις αὐτῶν οὐχὶ τὸν αὐτὸν ἔχει λόγον. οὐ γὰρ εἰ τοῦ πρωτεύειν ἀντιποιοῦνται, τοῦτο βελτίω τι τὴν στάσιν ποιεῖ, ἀλλʼ ἐνταῦθα δὴ καὶ τὴν ὑπερβολὴν εὕροι τις ἄν. εἰ γὰρ ἃ μηδὲ τοῖς τυχοῦσι [μηδὲ τοῖς φαυλοτάτοις] ἐπιβάλλειν μηδʼ ἂν εἷς φήσειε, ταῦθʼ οἱ προέχειν ἀξιοῦντες ἑαυτοῖς ἡγήσονται προσήκειν, καὶ μὴ καθʼ ὅσον δύνανται φυλάξονται, πῶς οὐ προσθήκην ἡ κατηγορία λαμβάνει, ἢ πῶς οὐχ ἕτερον μέν ἐστιν ὃ βούλονται, ἕτερον δʼ ὃ κατασκευάζουσι; βούλονται μὲν γὰρ εὐδοκιμεῖν ὡς ἄριστοι δή που, φαίνοιντο δʼ ἂν οὕτω γε ἐξ ἴσου τοῖς κακίστοις διακείμενοι. οἶμαι δʼ ὥσπερ τοὺς στρατηγοὺς πᾶς τις ἂν ἀξιώσειε μάλιστα μὲν βελτίους εἶναι τῶν στρατιωτῶν, πάντως δὲ μὴ χείρους, οὕτω καὶ τὰς πόλεις αἷς τὸ προβουλεύειν ἀνάκειται μὴ χεῖρον τῶν φαυλοτέρων καὶ τῶν πολλῶν φρονεῖν. ὥσπερ τοίνυν εὐταξία καὶ κόσμος οὐ τοῖς μὲν στρατιώταις ἐπιτήδειον, στρατηγοῖς δὲ ἄτιμον οὐδὲ ἄχρηστον ὑπάρχει, ἀλλʼ εἴπερ οἱ πολλοὶ παρέξουσιν ἑαυτοὺς ἐν τῷ τεταγμένῳ, δεῖ τοὺς ἡγουμένους αὐτοῦ τούτου πρῶτον αὐτὸ ἡγεῖσθαι, ὡς ἐκεῖνό γε ἀμήχανον, στρατηγῶν στασιαζόντων καὶ τεταραγμένων πρὸς ἀλλήλους στράτευμα μιᾶς γνώμης γενέσθαι, οὕτω καὶ τῶν πόλεων χρὴ νομίζειν μάλιστα προσήκειν σωφρονεῖν αἵτινες ἀντὶ τοῦ κοινοῦ σχήματός εἰσιν ἅπασι τοῖς ἐν τῷ γένει. θαυμάζω δʼ εἰ πολέμου μὲν ἥκοντος πᾶς τις ἂν αὑτοῦ κέρδος ἡγοῖτο ὡς μετὰ πλείστων καὶ γενναιοτάτων συμμάχων κινδυνεύειν, ἐξὸν δʼ ἀκινδύνως τὰ ὑπάρχοντα καρποῦσθαι, εἰ μετʼ ἄλλων ὑπάρξει, ζημίαν λογιεῖται, καὶ μηδʼ ἐκεῖνο ἐνθυμηθήσεται, ὅτι ὅσῳ ἂν μειζόνων ἑαυτὸν ἀξιοῖ, τοσούτω μᾶλλον εἰκός ἐστι καὶ τοῖς ἄλλοις χρηστὰ τὰ πράγματʼ εἶναι συμβούλεσθαι· ὡς τὸ μὲν τῶν οὐδενὸς ἀξίων ἔμπροσθεν εἶναι σεμνὸν οὐδὲν, ἡ δὲ πρὸς τοὺς ἐλλογίμους ἅμιλλα κατʼ ἀμφότερʼ ἀσφαλής. καὶ γὰρνικῶντι καλὸν τὸ σχῆμα τῆς φιλοτιμίας, κἂν ἄλλο τι συμβαίνῃ, πάρεστιν ἡ παραμυθία. ἔξεστι δὲ κἀκ τῶν Ὁμήρου μαθεῖν. ἐπειδὴ γὰρ κοινότατος ὁ ποιητὴς, οὐ χεῖρον κἀκείνῳ πρός γε τὰ τοιαῦτα προσχρῆσθαι. ἐκεῖνος γὰρ τούς τε ἥρωας ἅπαντας ὡς ἔπος εἰπεῖν ἐπαινεῖ καὶ τοὺς ἐναντιωτάτους ἀλλήλοις, ἡγούμενος μείζω τοῖς κρατήσασιν αὐτῶν οὕτως ἂν γίγνεσθαι τὴν δόξαν. καὶ τὰς πόλεις καταλέγων ἄλλας ἄλλον κεκόσμηκε τρόπον, πάσας δʼ εἰς ὅσον οἷόν τε ἦν, ὅ τι καὶ μικρὸν ἔχοι τιμῆσαί τινα αὐτῶν οὐδαμῆ προϊέμενος. ἐλαφρὰ γὰρ, φασὶ, χάρις ἡ τῆς εὐφημίας. ὥστε μηδὲ τοὺς ἐχθροὺς δεῖν ἀποστερεῖν τοῦ τοιούτου χρηστόν γέ τι πράξαντας θεῶν τινος εἶναι παραίνεσιν Ἡρακλεῖ Πίνδαρος, οἶμαι, λέγει. οὕτω φύσει θεῖόν τι χρῆμα τὸ τῆς εὐφημίας, καὶ οὐκ ἐπειδὰν τῶν ἱερῶν μέλλωμεν κατάρχεσθαι, τότʼ ἔχει μόνον καιρὸν, ἀλλὰ κἀν τοῖς πλείστοις τῶν ἀνθρωπείων πραγμάτων. τοὺς δʼ εἰς ὅσον ἔξεστι χρωμένους αὐτῇ κεχαρισμένως ἂν τοῖς θεοῖς ποιεῖν σύμβολον ἥ τε τοῦ κήρυκος αὕτη φωνὴ καὶ ἡ τῶν ἱερέων, ἐπειδὰν τἀγαθὰ τοὺς θεοὺς αἰτῶμεν, γιγνομένη. ὥσθʼ ὅτε τῇ τῶν ἀγαθῶν αἰτήσει προσήκει τοῦτο τὸ εἶδος τῶν λόγων, εἰκὸς δή που καὶ καθάπαξ αὐτὸ τιμῶντας βέλτιον πράττειν ἂν οἴεσθαι καὶ τῆς βελτίονος μοίρας σώζειν πρᾶγμα. εἰ δʼ αὖ τοῦθʼ οὕτως ἔχει, πῶς οὐ φευκτὸν καὶ κατὰ τοῦτο ἡ στάσις; ὡς οὐκ ἔσθʼ ὅ τι μᾶλλον ἐναντίον εὐφημίᾳ τούτου τοῦ κακοῦ· δυοῖν
γὰρ ἓν ἀντίκειται τοῖν καλλίστοιν. οὔτε γὰρ λέγειν τὰ βέλτιστα οὔτε πράττειν ἐᾷ, ἀλλὰ βλασφημίας μὲν ἀντʼ εὐφημίας, δυσπραξίας δὲ ἀντʼ εὐτυχίας φέρει. οὕτως οὗ μὲν εὐφημία, καὶ εὐπραξία, οὗ δὲ στάσις, οὐδέτερον σώζεται.καὶ μὴν ὁ μὲν οὐδαμῶς ἀξιῶν καθαιρεῖν τοὺς πλησίον θαρρῶν ἑαυτῷ δοκεῖ ποιεῖν τοῦτο, ὡς οὐδὲν ἂν αὐτός γε ἐλάττων ταύτῃ νομισθεὶς, ὁ δὲ τὴν εἰς ἑτέρους ἐπήρειαν κέρδος ἑαυτοῦ ποιούμενος χωρὶς τῆς ἄλλης κακίας ὕποπτον ἑαυτὸν καὶ περὶ ὧν ἐρίζει καθίστησιν, ὡς οὐδὲν
ἔχων εἰπεῖν τοσοῦτον ὅσον βούλεται. ὥστʼ οὐδʼ ὅστις ἂν μόνον εἶπε τὴν αὐθάδειαν ὑποκοριζόμενος ἀνδρείαν, δόξειεν ἂν τοιοῦτος εἶναι, ἀλλὰ πᾶν τοὐναντίον φόβῳ τῷ περὶ τῶν ὑπαρχόντων. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι τὸ τὴν νόμιμον καὶ γιγνομένην μάχην ἀφέντας τὸν ἔξωθεν τρόπον κακουργεῖν οὐ πάνυ θαρρούντων ἐστὶν ἑαυτοῖς, οὐδʼ ἡγουμένων οἷόν τε εἶναι νικᾶν ἐκ περιουσίας, οὕτω κἀν τοῖς πράγμασιν ἡ παρὰ καιρὸν ἔρις καὶ τὸ τοῦ προσήκοντος ἔξω σχήματος ἡττωμένων τοῖς ὅλοις εἶναι δοκεῖ. ὥστε οὐ φθόνου μᾶλλον, ἀλλὰ καὶ φόβου καὶ ὕβρεως καὶ ἀνοίας καὶ συλλήβδην εἰπεῖν ἁπάσης κακίας ἐστὶν ἡ στάσις αἰτία, καὶ τῇ προσηγορίᾳ ἁπάντων ἐναντιώτατα ἔχει, ἣν ὑμεῖς περὶ πρωτείων αὐτοῖς τέθεισθε. χωρὶς δὲ τούτων
τὸ μὲν πρὸς τοὺς ἀλλοφύλους ἐθελέχθρως καὶ φιλονείκως ἔχειν τάχʼ ἄν τις εἴη συγγνώμη, τὸ δὲ πρὸς αὑτοὺς οὕτως ἀπίστως καὶ στασιαστικῶς διακεῖσθαι οὔτε γνώμης ἀγαθῆς οὔτε τύχης οὐδʼ ἂν εἷς φήσειεν εἶναι. ἔχοιτε δʼ ἂν ἐξετάσαι παραδείγμασι τοῖς ἤδη συμβεβηκόσι χρώμενοι. καὶ γὰρ εἰ μὴ ὅμοια τὰ πράγματα μηδʼ οἱ καιροὶ παραπλήσιοι, τό γε εὖ φρονεῖν ἀεί πως ταυτόν ἐστιν. ἀνενέγκατε τοίνυν ἐπὶ τὴν ἀρχαίαν Ἑλλάδα, ἐπειδὴ καὶ ἀποίκοις τῶν Ἑλλήνων τῶν ἐκεῖ συμβέβηκε σχεδὸν ἅπασιν ὑμῖν εἶναι —λέξω δὲ οὐδὲν καινὸν, ἀλλʼ ἃ πάντες ἐπίστασθε— τοὺς Λακεδαιμονίους καὶ τοὺς Ἀθηναίους. ἐκεῖνοι γὰρ μέχρι μὲν ταυτὰ ἐφρόνουν καὶ μίαν γνώμην εἶχον περὶ τῶν πραγμάτων, ζηλωτοὶ μὲν αὐτοὶ πᾶσι τοῖς Ἕλλησιν ἦσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν ἀλλήλοις τε καὶ τῶν ἄλλων τοῖς δεηθεῖσιν ἑαυτῶν αἴτιοι· καὶ συστάντων ἐπὶ τοὺς Ἕλληνας ἁπάντων ὡς εἰπεῖν ἀνθρώπων, ὥστε τὴν μὲν θάλατταν ἐμπλησθῆναι τριήρων, τὴν δὲ γῆν πεζῶν, εἶναι δὲ τὴν προσδοκίαν τῶν κακῶν ἐν κέρδους μέρει τῷ μὴ αὐτά γέ πω παρεῖναι, οὐκ ἠπόρησαν ὅ τι χρήσονται, ἀλλὰ ἀκούοντες μὲν γῆν καὶ θάλατταν μεταβάλλοντα εἰς ἄλληλα, ἀκούοντες δὲ ἥλιον κρυπτόμενον τοῖς τοξεύμασι, καὶ ποταμοὺς ἐπιλείποντας πίνουσι τοῖς ἐπιοῦσι, καὶ ἔθνη καὶ πόλεις ὅλας ἀναλισκομένας εἰς δείπνου λόγον τῷ βασιλεῖ· πρὸς δὲ τούτοις τοῦ θεοῦτοὺς θεωροὺς τοὺς εἰς Δελφοὺς ἀφικομένους ἐξελαύνοντος μετʼ ἀπειλῶν δεινῶν καὶ φόβων οὐκ ἐξεπλάγησαν, οὐδʼ ἡττήθησαν τῶν ἐπιόντων πραγμάτων, ἀλλὰ καὶ μέρους τῆς Ἑλλάδος οὐκ ὀλίγου νοσήσαντος, καὶ τῶν μὲν εὐπρεπῶς ἐκποδὼν στάντων, εἰ δὴ τοῦτό γε εὐπρεπῶς δεῖ
καλεῖν, τῶν δὲ ἐκ τοῦ φανεροῦ μηδισάντων, ἔδειξαν ὅσου τινὸς ἄξιον εἴη πρᾶγμα αἱ πρῶται πόλεις ταυτὸν φρονήσασαι. ἰσχύοντες γὰρ οἱ μὲν ταῖς ναυσὶν, οἱ δὲ τῷ πεζῷ, πρῶτον μὲν τὴν ἀπʼ ἀμφοῖν ὠφέλειαν κοινὴν ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις Ἕλλησι παρέσχοντο, ἔπειθʼ ὃ πολλῷ μειζόνως ἄν τις ἀγασθείη, οὐ γὰρ διείλοντο τὴν ἡγεμονίαν, ἀλλʼ ὥσπερ ἂν εἰ πόλις μία ἄμφω ταῦτα παρείχετο, τὴν μὲν προθυμίαν κοινὴν, τὴν δὲ ἡγεμονίαν μίαν ἠξίωσαν ποιήσασθαι. καὶ οὐδέν γε ἔλαττον ἐνέγκασθαι συνέβη τοῖς παραχωρήσασιν αὐτῆς ἢ τοῖς ἀξιωθεῖσιν, οὐδʼ ἀτιμοτέρου γενέσθαι λόγου οὔτε ἐν τῷ παραχρῆμα τοῖς Ἕλλησιν οὔτʼ ἐν τῷ μετὰ ταῦτα χρόνῳ τοῖς πᾶσιν ἀνθρώποις. ἀλλʼ ἔδοξαν οἵ γε Ἀθηναῖοι δύο ἡγεμονίας τότε τοῖς Ἕλλησιν ἡγήσασθαι, τὴν μὲν τῆς παρασκευῆς τῆς ἐπὶ τοὺς πολεμίους, τὴν δὲ τῆς ἐπιεικείας τῆς πρὸς ἀλλήλους, οἵτινες τῶν συμπασῶν τριήρων τὼ δύο μέρη μόνοι πληροῦντες Λακεδαιμονίοις οὐδʼ εἰς δέκατον τελοῦσιν ἑαυτῶν παρεῖσαν ἡγεῖσθαι, νομίζοντες εἰ μὴ πρότερον τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους παράσχοιντο, οὐδʼ ἂν δὶς τοσαύτας γενομένας τὰς ναῦς οὐδὲν ὠφελῆσαι τὰ πράγματα. οὕτω δὲ ὁμιλήσαντες ἀλλήλοις καὶ πάντα κοινωσάμενοι καὶ τοὺς αὐτοὺς ὅρους θέμενοι τοῦ συμφέροντος, ἐξείλοντο μὲν αὐτὰς τὰς Ἀθήνας ἐχομένας ἤδη καὶ οἰκουμένας ὑπὸ Περσῶν, ἐρρύσαντο δὲ τὴν Ἑλλάδα ὑποβρύχιον φερομένην καὶ μικροῦ δέουσαν ἤδη πᾶσαν οἴχεσθαι, γῆν δὲ καὶ θάλατταν ἐκόσμησαν πεζομαχίαις καὶ ναυμαχίαις, ὅσον εὔχοντο νικῶντες. τὸν δʼ ἐξισοῦντα τῇ τοῦ Διὸς ἀρχῇ τὴν ἑαυτοῦ πρὸς τοσοῦτον δέους καὶ ταπεινότητος κατέστησαν ὥστʼ ἀναπηδήσας ἐκ τοῦ θρόνου φεύγων ᾤχετο γῆν πρὸ γῆς, ἑτέραν δὲ φυγὴν ἔφευγον αἱ νῆεςπρὸς τὴν Ἀσίαν ἄνω. τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ
βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματα. καὶ οἱ μέν γε τὴν ἡγεμονίαν τῶν Ἑλλήνων μετελάμβανον, ἀνθʼ ὧν τότε εἶξαν ἐν καιρῷ, παρʼ ἑκόντων αὐτῶν τῶν Ἑλλήνων εὑρόμενοι τὸν αὐτὸν τρόπον ὅνπερ αὐτοὶ τόθʼ ἑκόντες παρεῖσαν, οἱ δʼ αὖ τὰς ὁμοίας ἀπεδίδοσαν οἱ Λακεδαιμόνιοι, καὶ οὔτε ἐκώλυσαν οὔτε ἠμφεσβήτησαν, ἀλλʼ ἡγησάμενοι βελτίους ἑαυτῶν εἰς τὰς ναυτικὰς καὶ τὰς ὑπερορίους ἀποδημίας, τοὺς παρʼ αὐτῶν ἄρχοντας καταλύσαντες ἐκείνοις ἐπέτρεψαν ἡγεῖσθαι. ἐκ δὲ τούτου Σηστὸς, Ἰωνία, Κύπρος, Εὐρυμέδων, ἀμφότερα κοσμούμενος κατάλογος νικῶν ναυτικῶν τε καὶ πεζῶν ἐφαμίλλων πάνθʼ ὡς ἔπος εἰπεῖν τὰ κάλλιστα συνείρετο, ἀντανεχώρουν δὲ οἱ βάρβαροι, δεσπότας τοὺς Ἕλληνας ἑαυτῶν ἀντὶ τοῦ βασιλέως νομίζοντες.ταῦτα μὲν δὴ τὰ τῆς ὁμονοίας αὐτῶν, κοινὰ μὲν ἀμφοῖν, κοινὰ δʼ ἅπασιν ὧν ἡγοῦντο ἀγαθά. ἐπεὶ δʼ ἐστασίασαν περὶ τῆς ἡγεμονίας καὶ τὴν ἐπιείκειαν νομίσαντες ἀνανδρείαν, τὴν αὐθάδειαν ὡς ἀρετὴν ἐτίμησαν, δημαγωγοὶ δὲ καὶ προστάται παρʼ ἀμφοτέροις ἀντὶ τοῦ προϊδόντες τὸ μέλλον διακωλύειν καὶ παραμυθεῖσθαι τὰ πλήθη παρώξυνον καὶ συνέκρουον τὰς πόλεις, τῆς καθʼ ἡμέραν ἡδονῆς ἅπαντα τὸν ὕστερον χρόνον πωλοῦντες· ἀνεῖπε μὲν ὁ κήρυξ ὁ Σπαρτιάτης, ὥσπερ ἐκ θεῶν του καταπεμφθεὶς, ὅτι ἐκείνη ἡ ἡμέρα μεγάλων τοῖς Ἕλλησι κακῶν ἄρξει· ταῦτα δʼ οὐκ εἰς μακρὰν ἐτελεῖτο. οἱ μὲν γὰρ ἀήττητοι καὶ ἀπόρθητοι δοκοῦντες εἶναι ζῶντες ἤγοντο αὐτοῖς ὅπλοις, καὶ περὶ σπονδῶν ἐδέοντο, ἐξὸν αὐτοὺς ἐξ ἀρχῆς εἰρήνην ἄγειν πεῖσαι· οἱ δὲ τοσοῦτον ἐκείνων
ὑπερσχόντες ἐν τῷ πολέμῳ τούτῳ καὶ τοῖς Ἕλλησι πρότερον τῆς ἐλευθερίας αἴτιοι καταστάντες δευτέρου πολέμου συστάντος πάλιν ἑξῆς τοῦ Δεκελεικοῦ, καὶ πρὸς ἁπάσαςπείρας προελθόντες, ἃ μηδʼ εἰπεῖν ἔστʼ ἀδακρυτὶ, ταῦθʼ ἑωρῶντο πάσχοντες, ἕως τά τε τείχη ταῖς ἑαυτῶν χερσὶ κατέσκαψαν καὶ τῆς ἡγεμονίας ἁπάσης ἀπέστησαν. φυγὰς δὲ καὶ σφαγὰς κοινὰς τῶν Ἑλλήνων καὶ πανωλεθρίᾳ πράγματα ἀπολλύμενα οὐδʼ ἂν εἷς λέγων ἐφίκοιτο. εἶχον δὲ τὴν ἀρχὴν ἑκατέραν ἤδη Λακεδαιμόνιοι, καὶ χρόνου βραχέος διελθόντος ἐξέπιπτον μὲν ἐκ τῆς θαλάττης, κατεπατοῦντο δὲ ἐν τῇ γῇ, καὶ παρέρχεται τρίτη πόλις ἀμφοτέρους, ἡ Θηβαίων. καί τινα ἤνθησε χρόνον ἐν τοῖς Ἕλλησιν ὑπερφυῶς· ἀλλὰ γὰρ οὐδʼ αὐτὴ ἄρα ἐν καλῷ τῆς ὁμονοίας καὶ τοῦ σωφρονεῖν ᾠκεῖτο, ἀλλʼ ἅμα τε ἀνῄει καὶ ἀνταφῄρει πάλιν. ὡς δʼ ἐγένοντο τρεῖς αἱ πόλεις καὶ τῶν Ἑλλήνων οἱ μὲν ἠττίκιζον, οἱ δʼ ἐλακώνιζον, οἱ δὲ Θηβαίους ἐθαύμαζον, κοινὸν δὲ οὐδὲν ἦν οὐδὲ γνώμῃ καὶ λογισμοῖς διοικούμενον, εὐθὺς μὲν πόλεμοι Φωκικοὶ καὶ περὶ τὴν Πυλαίαν ταραχαὶ καὶ πράγματα αἰσχύνην ἔχοντα ἀλλήλοις ἐπέβαλλεν, ἡ δὲ τελευταία μοῖρα τῶν Ἑλλήνων ἤδη Φίλιππος ἡγεμὼν καὶ Ἀντίπατρος κύριος. τὸν γὰρ Ἀλέξανδρον ὑπερβήσομαι. πάντα δὲ ἐκεῖνα ὥσπερ ὕδωρ κατὰ γῆς ἔδυ, μικρὸν δὲ λείψανον τῆς Ἑλλάδος εἰς ὑμᾶς ἀγαπητῶς ἀφίκετο ἀρετῇ τῶν νῦν ἀρχόντων ἀναληφθέν. ἆρα μικρόν τι καὶ λῆρον τὸ διάφορον τῆς στάσεως ὑμῖν παρὰ τὴν ὁμόνοιαν φαίνεται; εἰ δʼ αὖ βούλεσθε τοὺς Ἀθηναίους ἐφʼ αὑτῶν θεωρῆσαι,
οἳ τῶν μὲν βαρβάρων ἐπιόντων ἐξ ἴσου πολιτευθέντες τοσοῦτον ἁπάντων διήνεγκαν, ἐν δὲ τῷ πρὸς Πελοποννησίους πολέμῳ πάντα τἄλλα ἐνεγκόντες, συμφορὰς ἐν Σικελίᾳ, συμμάχων ἀποστάσεις, Κῦρον, βασιλέα, πάντας ἀνθρώπους ἀνταγωνιστὰς, ὑφʼ ἑνὸς τούτου μόνον ἐξηλέγχθησαν τοῦ διαστῆναι καὶ οὐ πρότερον τῶν πολεμίων ἡττήθησαν πρὶν ἑαυτῶν οὐκ ἐβουλήθησαν. ἐλθόντες δʼ εἰς τοῦτο τύχης ὥστε ὅ γε δῆμος φεύγων ᾤχετο, ἐπειδὴ κατελθόντες ἐψηφίσαντο μὴ μνησικακεῖν, ἄριστά τε ἤκουσαν καὶ πάλιν ἦσαν μικροῦ δεῖν ὥσπερ ἐξ ἀρχῆς.οὕτω καὶ ἔθνει κοινῇ καὶ πόλεσι ταῖς προεστώσαις καὶ καθʼ ἑαυτὴν ἑκάστῃ πόλει μεγάλων ἀγαθῶν ἡ πρὸς ἀλλήλους φιλία καὶ ὁμόνοια, καὶ τοὐναντίον ἡ στάσις κακῶν τῶν ἐσχάτων αἰτία πέφυκε γίγνεσθαι. οὐ γὰρ ἔστι γνώμῃ δυσκόλῳ χρωμένους εὐκόλων πειρᾶσθαι τῶν πραγμάτων. εἰ δʼ ὅτι μηδεὶς νῦν πόλεμος πάρεστι, φλυαρίαν τις ἡγεῖται ταῦτα, αὐτὸς ἀγνοεῖ ληρῶν. ἔχει γὰρ οὕτως, οἶμαι· ὁπόταν μὲν πόλεμος παρῇ, τοῖς τοῦ πολέμου πράγμασιν ἡ στάσις λυμαίνεται, εἰρήνης δʼ ὑπαρχούσης τοῖς τῆς εἰρήνης ἀγαθοῖς ἐχθρόν ἐστι. βλάπτειν μὲν γὰρ ἀεὶ πέφυκεν, ἡ δὲ βλάβη πρὸς τοὺς καιροὺς ἀπαντᾷ. πάντων δʼ ἀτοπώτατον τοῖς μὲν ἡγεμόσι χάριν μεγίστην ἔχειν, ὅτι τῶν τοῦ πολέμου κακῶν ἀπαθεῖς ὑμᾶς φυλάττουσιν, αὐτοὺς δὲ ὃ πολλῷ μεῖζον κακόν ἐστι τοῦ πολέμου, τοῦθʼ ἑκόντας αἱρεῖσθαι. τοσούτῳ γὰρ στάσις πολέμου χαλεπώτερον, ὅσῳ πόλεμος μὲν ἐξ ὁμονοίας κατορθοῦται, εἰρήνη δὲ στάσει διαφθείρεται, καὶ πολέμου μὲν πολλάκις οὐδέν ἐστʼ ἀπολαῦσαι δυσχερὲς, εἰρήνης δὲ οὐδὲν χρηστὸν, ἐὰν στάσει χρῆται. καὶ μὴν στάσις μὲν εἰρήνην λύει, πόλεμος δὲ στάσιν ἔστιν ᾗ· τοσούτῳ πόλεμος στάσεως αἱρετώτερος·
ἀρχὴν δὲ οὗ μὲν ἔνι στάσις, ἐνταῦθα καὶ πόλεμος καὶ πρὸς αὐτοὺς, οὗ δʼ ἔννομος πόλεμος, ἁπλοῦς ἅμα καὶ ῥᾴων ὁ κίνδυνος. καὶ μὴν περὶ πολέμου μὲν ἀμφοτέροις τοῖς λόγοις ἔξεστι χρήσασθαι, καὶ ὡς δεῖ ποιεῖσθαι καὶ ὡς μὴ, στάσιν δὲ οὐδεὶς πώποτε τετόλμηκεν εἰπεῖν ὡς βέλτιον εἰ συμβαίη, οὐδέ γε ὡς, εἰ συμβαίη, βέλτιον μένειν. ἀλλʼ ὑπὲρ μὲν πολέμων λέγουσιν ὡς οὐ χρὴ καταλύεσθαι, ὑπὲρ στάσεως δʼ οὐδεὶς πώποτε ἐκ τοῦ εὐθέος εἶπε τὸ μὴ δεῖν ὡς τάχιστα παύεσθαι· εἰκότως. πόλεμοι μὲν γὰρ ἤδη καὶ σωφροσύνης καὶ ἀνδρείας δόξαν ἤνεγκαν τοῖς ὑποστᾶσι καὶ μείζους ἐξ ἐλαττόνων ἐποίησαν καὶ τήν γʼ εἰς τὸν ὕστερον χρόνον ῥᾳστώνην παρεσκεύασαν. τὸ γὰρ τοῖς ὅπλοις κρατεῖν τῶν ἐχθρῶν ἥκιστα εὐκαταφρονήτους, οἶμαι, ποιεῖ, τοῦτο δὲ οὐ μικρὰ μερὶς εἰς τὸ τὴναὑτῶν ἀσφαλῶς οἰκεῖν. ἡ δὲ στάσις πάντων τῶν αἰσχρῶν καὶ κακῶν ὡσπερεὶ κεφάλαιόν ἐστι, καὶ μὴ ὅτι τῶν ἄλλων εἶναι κρείττους, ἀλλʼ οὐδʼ αὐτοὺς ἑαυτοῖς ὁμοιοῦσθαι. μὴ γὰρ εἰ μηδὲν ἀνήκεστον νῦν γίγνεται, μηδὲ γὰρ γένοιτό ποτε ὦ Ζεῦ καὶ θεοὶ, ἀλλά τοι τῶν γε πονηρῶν καρπῶν οὐδὲ τὸ σπέρμα φασὶ δεῖν σώζειν. πιστεύειν δὴ χρὴ καὶ Ὅμηρον ἀληθῆ λέγειν, ὡς ἄρα ἔρις ἄρχεται μὲν ἐξ ὀλιγίστου, προέρχεται δὲ ἐπὶ μήκιστον. ἄνευ γὰρ τοῦ πᾶσαν αὐτῷ τὴν Ἰλιάδα εἰς τοῦτο αὐτὸ συγκεῖσθαι καὶ στάσεως εἶναι κατηγορίαν ἅπαν τὸ ποίημα, λέγει δή που καὶ διαρρήδην εἰς τὴν Ἔριν ταυτὶ τὰ ἔπη
ἐγὼ δʼ οὐρανοῦ μὲν ψαύειν ἔριν οὐκ ἔχω ὅπως συγχωρῶ· δειναὶ γὰρ αἱ Διὸς, οἶμαι, πύλαι κλεῖσαι πάροδον παντὶ νοσήματι· τοσοῦτον δʼ ἂν ἔχοιμι διισχυρίσασθαι ὅτι ἥκιστα δὴ τοῦτο τῶν ἀνθρωπείων περιγραπτοὺς ἔχει τοὺς ὅρους.ἣ ὀλίγον μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
- οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει.s
ὅλως μὲν οὖν οὐδὲν, οἶμαι, χρὴ τοσοῦτον ἆθλον νομίζειν οὔθʼ ὑπὸ γῆς οὔτʼ ἐν φανερῷ κατακείμενον ὥστʼ ἀξιόχρεων εἶναι μανίας τοσαύτης· εἰ δʼ ἄρα δεῖ καὶ τοῦτʼ εἰπεῖν, ἐνθυμεῖσθʼ ὅτι τοῖς Λακεδαιμονίοις τότε καὶ τοῖς Ἀθηναίοις καὶ πρός γʼ ἔτι Θηβαίοις ἦν τι σχῆμα τῶν πρὸς ἀλλήλους πραγμάτων. προστασία γὰρ τῶν Ἑλλήνων καὶ τὸ δοκοῦν ἑαυτοῖς προστάξαι κυρίοις εἶναι καὶ παρʼ ἐκείνους ἰέναι τοὺς δεομένους, καὶ χρημάτων δὴ σύλλογοι καὶ πολλὰ τοιαῦτα ὑπῆρχεν ὥσπερ ἀφορμὴ τῆς φιλονεικίας. οὐ πάντη μὲν, οἶμαι, πράγματα αἱρετὰ—τίς δʼ ἂν φήσειεν εὖ φρονῶν; —ὅμως δʼ εἶχέ τινα νοῦν ὡς εἰπεῖν ἡ νόσος. ὑμεῖς δὲ, ὦ ἄνδρες Ἴωνες, καὶ ὑμεῖς, ὦ ἄνδρες εἴτε αὐτόχθονες εἴτε Ἀρκάδες, χαίρετε ἀκούοντες, εἴ τις ἔροιθʼ ὑμᾶς ἀντὶ τοῦ στασιάζετε καὶ φιλονεικεῖτε καὶ ταράττεσθε καὶ τετύφωσθε, τί πρὸς θεῶν ἀποκρινεῖσθε; ὑπὲρ ποίας ταῦτα ποιεῖν ἡγεμονίας, ἢ τίνων συμμάχων, ἢ ποίων λιμένων, ἢ τριήρων, ἢ φόρων, ἢ τόπων,
ἢ τί τοσοῦτόν ἐστι τὸ νικῶν τοὺς λογισμούς; οὐχ οἱ πρόγονοι μὲν ὑμῶν—καί μοι πρὸς Διὸς δοθήτω τι παρρησίας ἤδη· οὔκουν οἵ γε ἰατροὶ πάντα πρὸς ἡδονὴν ἰῶνται, ἀλλʼ ἀγαπητὸν, εἰ μὴ τὰ πλείω μετὰ ἀηδίας. φέρε δὴ καὶ τούτων βραχύ τι μνημονεύσωμεν, ἂν ἄρα ἀκούσαντες ὑφῆτε τοῦ φρονήματος ἀλλʼ ὁσονοῦν— ἐκεῖνοι τοίνυν ἠγάπων, εἴ τινʼ ἔχοιεν τὸν προεστῶτα ἑαυτῶν, καὶ διετέλουν ἐν τούτῳ τῷ σχήματι τοτὲ μὲν Ἀθηναίους εὐεργέτας νομίζοντες ἐλευθεροῦντας σφᾶς ἀπὸ τῶν
βαρβάρων, πάλιν δὲ Λακεδαιμονίους ἀπʼ Ἀθηναίων, αὖθις δʼ αὖ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ διδόντες αὑτοὺς ἀσμένως, οὕτω σφόδρα ἀσχόλως εἶχον πρὸς τὸ πρωτεύειν. ἀλλὰ μὴν τά γε νυνὶ πράγματα καὶ τὸν καθεστηκότα ἀγαθῇ τύχῃ θεσμὸν τίς οὕτω παῖς ἐστιν ἢ πρεσβύτης ἔξω τοῦ φρονεῖν, ὅστις οὐκ οἶδεν ὡς μία μὲν πόλις ἡ πρώτη καὶ μεγίστη πᾶσαν ὑφʼ αὑτῇ τὴν γῆν ἔχει, εἷς δʼ οἶκος ἅπαντα ἐξηγεῖται, ἡγεμόνες δʼ ἡμῖν ἐκ νόμου φοιτῶσι καθʼ ἕκαστον ἔτος, τούτοις δʼ ἅπαντα ἐπιτέτραπται καὶ μείζω καὶ ἐλάττω πράττειν, ὅπη ποτʼ ἂν αὐτοῖς δοκῇ βέλτιστον εἶναι; τί οὖν μαθόντες εἰπέ μοι πράγματα ἡμῖν αὐτοῖς παρέχομεν καὶ ὀνειρώττομεν καὶ περὶ τῆς σκιᾶς μαχόμεθα καὶ παρὸν ἡμῖν τῆς ἡσυχίας ἀπολαύειν, ἣν οὗτοι καλῶς ποιοῦντες παρασκευάζουσι, τούτοις τε ἐνοχλοῦμεν οὐδὲν δεομένοις καὶ αὐτοὶ κακῶν ἐπισπάστων ἐπιθυμοῦμεν, ὥσπερ οὐκ ἔχοντες τοῖς ἀγαθοῖς ὅ τι χρησόμεθα; τίς γὰρ οὐκ ἂν ἀμφιγνοήσειε τὸν τρόπον, ὃν νῦν τοῖς ἡγεμόσι προσφερόμεθα; εὐνοϊκῶς μὲν γὰρ οἶμαι καὶ πιστῶς. τί δὲ οὔ; τίνες μὲν οὖν μᾶλλον ἡμῶν; ἀλλʼ ὁμιλοῦμέν γε αὐτοῖς οὐκ οἶδʼ ὅπως αὐθάδειαν τῇ κολακείᾳ κεραννύντες. ὁπόταν γὰρ πλείω μὲν ἕκαστοι θεραπεύειν αὐτοὺς ἀξιῶσιν ἢ ʼκεῖνοι δέονται, χρόνον δὲ τάττωσιν ὅσον χρὴ μένειν παρʼ ἑαυτοῖς, ἀπειλοῦντες ὡς, εἰ μὴ πείθοιντο, οὐκ ἀνέξοιντο, πάντα δʼ ὑπισχνῶνται καὶ ἑκοῦσι καὶ ἄκουσιν ὑπηρετήσειν, χρῆσθαι δʼ αὐτοῖς μόνοιςἢ μάλιστά γε προστάττωσι, κυρίους δὲ μὴ δεῖν οἴωνται
ποιεῖν ὅ τι γιγνώσκοιεν, τί τις εἶναι φῇ τὸ τοιοῦτον ἢ δυοῖν πραγμάτων ἀνομοίων κρᾶσιν, ἧς οὐκ ἄρξασθαι θαυμαστότερον ἢ μὴ βουλομένους παύσασθαι φανεροὺς γενέσθαι; ἄρχουσι μὲν γὰρ τῶν τοιούτων οἱ φαυλότατοι δή που, καταπαύουσι δʼ οἱ βέλτιστοι. ὥστʼ ἐκείνοις μὲν προσέχειν ἐθέλειν διὰ τέλους, ἡμῖν δὲ μηδʼ ὅσον τὸ μέρος νέμειν, πῶς οὐχ ἅπασα ἂν εἴη συμφορά; θαυμάζω δʼ ὅτι σεμνύνεσθε μὲν οὐχ ἥκιστα τοῖς ναοῖς καὶ τοῖς ἀγῶσιν, οὓς κοινοὺς νομίζετε, ὑπὲρ δὲ αὐτῶν τούτων διεστήκατε. καίτοι ὅταν οἷς ὡς κοινοῖς ἀγάλλεσθε, ὑπὲρ τούτων ἐρίζητε, ὑπὲρ τοῦ λοιπὸν ταὐτὰ φρονήσετε; ἐγὼ μὲν γὰρ οἶμαι τούτῳ τό τε κοινὸν καὶ τὸ ἴδιον κεχωρίσθαι καὶ τὸν τῶν σοφῶν λόγον τοῦτο βούλεσθαι, ὡς ἄρα χρὴ κοινὰ πάντʼ εἶναι τοῖς μέλλουσιν ὡς κάλλιστα πράξειν. οὗ μὲν γὰρ χωρίς τι ἕκαστος κέκτηται, καὶ τὸ συμφέρον χωρὶς ἑκάστου. ἐκ δὲ τούτου στάσεις καὶ μάχαι καὶ διαφοραί. τὸ γὰρ οὐ σὸν τοῦτο, ἀλλʼ ἐμὸν, ἄρχει πάσης τῆς φιλονεικίας. οὗ δʼ ἅπαντες κοινὰ τὰ ὄντα ἡγοῦνται, κοινὴν περὶ αὐτῶν καὶ τὴν γνώμην ἔχουσιν.ὑμεῖς τοίνυν ὥσπερ ἐλέγχους ταύτας κατὰ τῆς στάσεως τὰς ἐπωνυμίας ποιούμενοι κοινὰ μὲν τὰ βουλευτήρια, κοινοὺς δὲ τοὺς νεὼς καὶ τοὺς ἀγῶνας, κοινὰ δὲ πάνθʼ ὡς εἰπεῖν τὰ μέγιστα προσειρήκατε. καίτοι πῶς οὐκ ἀνάγκη θάτερα ἁμαρτάνειν; εἰ μὲν γὰρ ὀρθῶς ἐπὶ τούτοις φιλοτιμεῖσθε κοινοῖς οὖσι, πῶς οὐκ αἰσχύνεσθαι χρὴ διὰ ταῦτʼ ἐρίζοντας; εἰ δʼ οὐδέν ἐστιν αὐτῶν σεμνὸν, πῶς εἰκὸς μέγʼ ἐπʼ αὐτοῖς φρονεῖν; οἶμαι γὰρ εἰ μέχρι νῦν
τοῦθʼ ὑμᾶς ἐλελήθει καί τις ἐξευρὼν παρέδειξεν ὡς προσήκει τι τούτων καὶ τοῖς ἄλλοις, καὶ οὐ τῶν ἐχόντων ἐστὶ μόνον, ἀλλὰ πάντων κοινὰ ὥσπερ χρήματα, καὶ οὐκ ἔνεστʼ ἀποκλεῖσαι τοὺς ἄλλους τῆς ἐπʼ αὐτοῖς φιλοτιμίας, εἰκότως ἂν ἅπαντας παύσασθαι τῆς διαφορᾶς. τὸ δʼαὐτοὺς εἰδότας, αὐτοὺς ὀνομάζοντας, φιλοτιμουμένους τῇ προσρήσει τὰς τῆς ὁμονοίας ἀφορμὰς εἰς τὴν στάσιν ἐκτρέπειν, καὶ ταῖς τῶν ὀνομάτων εὐφημίαις εἰς δυσχέρειαν τῶν πραγμάτων καταχρῆσθαι, καὶ νοσεῖν ἐκ τούτων ἐξ ὧν εἰκὸς ἦν ἀπαλλάττεσθαι τίς οὐκ ἂν φαίη παραπλήσιον εἶναι ὥσπερ ἂν εἴ τινες ἐκ τῶν φαρμάκων τῶν πρὸς σωτηρίαν παρεσκευασμένων μὴ ὅτι βέλτιον ἀπαλλάττοιεν, ἀλλὰ καὶ διαφθείροιντο; μηδαμῶς, ὦ χρηστοί. τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδʼ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλʼ ὅπως ἀκούσεσθε εὐμενῶς· ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλʼ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖν. τοῦτο δʼ ἐστὶν οὐ τὸ τῶν πλησίον εἰκῆ καταφρονεῖν οὐδὲ τὸ πάντʼ αὐτοὺς ἔχειν οἴεσθαι, πόθεν; ἀλλὰ τὸ μικρὸν δὴ καὶ ἁπλοῦν τὸ εὖ φρονεῖν. οἱ γὰρ τοῦτʼ ἔχοντες ἐν ταῖς γνώμαις ἥκιστα μὲν εἰς τείχη καὶ λιμένας καταφεύγουσιν, ἥκιστα δὲ χρημάτων καὶ στοῶν καὶ πάσης ἐπακτοῦ φιλοτιμίας προσδέονται, ἴσασι δʼ ὅτι
κἂν ὑπαίθριοι σκηνῶνται, οὐδέν εἰσι φαυλότεροι Βαβυλωνίων μεθυόντων εἴσω πυλῶν. πάντων δὲ κάλλιστον ὑπάρχει πρὸς εὐθυμίαν αὐτοῖς· οὐ γὰρ ἡγοῦνται προσθήκην αὑτοὺς εἶναι τῶν ὑπαρχόντων, ἀλλὰ πάνθʼ ὅσα ἂν κτήσωνται δεύτερα ἑαυτῶν εἶναι νομίζουσι. καὶ μὴν ἐκεῖνα μὲν τὰ καλλωπίσματα καὶ δαπάνης καὶ χρόνου καὶ τῆς παρὰ τῶν βαναύσων βοηθείας προσδεῖται, τοῦτο δʼ ἐν μέσῳ πᾶσι πρόκειται τοῖς δυνατοῖς ἰδεῖν καὶ οὐδὲν δεῖ πραγματείας, ἀλλʼ ἀπόχρη βουληθεῖσιν ἔχειν τἀγαθόν. δεῖ δὲ τοὺς ὀρθῶς βουλευομένους τῶν μὲν πολεμίων πάντως ἐθέλειν κρατεῖν, τῶν δʼ ἐπιτηδείων εἰδέναι ὅτε καιρὸςἡττᾶσθαι. οὐ γὰρ ἅπασα νίκη καλὴ, οὐδʼ ἐκ θεῶν ἀνθρώποις παραγίγνεται. μεστὴ δὲ καὶ ἡ τραγωδία τῶν ταῦτα παραινούντων. ὁ μέν γέ τις αὐτῶν που λέγει
φίλων γὰρ ἄρξεις μὴ κρατῶν ὅσον θέλεις,ὁ δʼ αὖ φησι
κρατεῖς τοι τῶν φίλων ἡσσώμενος.Δημοσθένης δὲ ἐπιστέλλων Ἀθηναίοις περὶ τῆς ὁμονοίας τὴν μὲν ἐν τοῖς τοιούτοις ἧτταν καλὴν καὶ προσήκουσαν ἔφη νίκην παρὰ τοῖς εὖ φρονοῦσι κρίνεσθαι λέγων, ἣν γονέων υἱεῖς ἡττῶνται, ὃ καὶ πολῖται συγχωροῦσιν ἀλλήλοις. ἐὰν οὖν καὶ ὑμεῖς τούτοις τοῖς λογισμοῖς ἐθελήσητε χρήσασθαι καὶ πρῶτον μὲν αὐτοὶ γνώμης οὕτως ἔχητε ὥστʼ ἀντʼ ἐραστῶν ἀλλήλοις καταστῆναι, ἐνθυμηθέντες ὡς οὐδʼ ὅστις κάλλιστος ἑαυτοῦ πώποτʼ ἠράσθη, ἀλλʼ ἑτέρου του, ἔπειτα δὲ καὶ τοῖς προεστηκόσι καὶ πολιτευομένοις παρʼ ἑκάστοις ὑμῶν παραστῇ τὸ ἐπʼ ἀδείας ταῦθʼ ὑμᾶς κατεπᾴδειν, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν τὰ πρὸς τὴν φιλονεικίαν ἐξάγοντα πάνθʼ εὑρίσκουσι καὶ λέγειν καὶ πράττειν, οὕτω τοῦ λοιποῦ περὶ τῆς φιλίας καὶ τῆς ὁμονοίας τῆς πρὸς ἀλλήλους ὑμῶν φιλοτεχνεῖν, ἴσως ἂν ὥσπερ ἄλλο τι πρᾶγμα τῆς προσηκούσης μελέτης τυγχάνον καὶ τοῦθʼ ὑμῖν ἀκριβωθείη τε καὶ συμμείνειεν ὡς εἰπεῖν ἐν τῷ τῆς εὐχῆς ῥήματι. νῦν δʼ οὕτως ἀλογίστως διακείμεθα ὥστε ὑφʼ ὧν μὲν οὐδʼ ὁτιοῦν χρηστὸν πείσεσθαι προσδοκῶμεν, ὑπὲρ τούτων ἐρίζομεν καὶ μαχόμεθα, ὧν δʼ ἐξῆν ἡμῖν ἐπιεικείᾳ χρωμένοις ἀπολαύειν παρʼ οὐδὲν ποιούμεθα, καὶ ταῦθʼ, ὥς γʼ ἐγὼ μέμνημαι, καὶ τοῦ κρατίστου τῶν βασιλέων καὶ πάντας παιδείᾳ παρελθόντος αὐτοῦ διαρρήδην περὶ τούτων ἐπιστείλαντος τὸ κατʼ ἀρχὰς εὐθὺς καὶ ὑποσχομένου τούτους βελτίστους καὶ ἀρίστους κρινεῖν, οἵτινες ἂν τῆς ὁμονοίας ἄρχωσιν ἑκόντες εἶναι. νῦν δʼ ὅταν μὲν σεισμὸς ἤ τις κίνδυνος καταλαμβάνῃ, γνωρίζομεν ἀλλήλους καὶ συνευχόμεθα καὶ διὰ τοὺς ἑτέρους ἅτεροί φασι σώζεσθαι, ὥστε πολλὴν ἄξιον εἶναι τοῖς κινδύνοις χάριν εἰδέναι, ἐπειδὰν δὲ ἐφʼ ἡμῶν αὐτῶν γενώμεθα καὶ τοῦ πράττειν ἃ βουλόμεθα, αὐτοὶ καθιστάμεθα ἡμῖν αὐτοῖς ἀντὶ τῶν σεισμῶν, καὶ οὔτε ἡσυχίαν ἄγειν οὔτε κοινόν τι φρονῆσαι δυνάμεθα,